← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§354.1-355.25

触味觉的媒质与声音的产生机制

菲洛波诺斯注解了419a30–419b4,阐明触觉与味觉同样具有内在媒质,并指出泰奥弗拉斯托斯将气味的媒质命名为“透气味性”;随后他阐释了声音的潜能与现实之分,并分析了坚硬光滑物体碰撞时骤然挤压截留空气而发声的物理机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.143

" Περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως, οὐ φαίνεται δέ· δι’ ἣν δ’ αἰτίαν, ὕστερον ἔσται δῆλον." Ὁμοίως, φησί, καὶ ἁφὴ καὶ γεῦσις διά τινος μεταξὺ τῶν γευστῶν, καὶ ἁπτῶν ἀντιλαμβάνονται· δοκοῦσι δὲ αὗται μὴ δεῖσθαι τοῦ μεταξύ. διὰ τί δὲ δοκοῦσι μὴ κεχρῆσθαι τῷ μεταξὺ ἀέρι, ἐν τῷ περὶ ἁφῆς λόγῳ ῥηθήσεται. καὶ γὰρ τούτων τὸ μεταξὺ οὐκ ἔξωθεν ὥσπερ τῶν ἄλλων, διὸ καὶ ἄδηλον. τὸ δὲ μεταξὺ ψόφων μὲν ἀήρ, ὀσμῆς δ’ ἀνώνυμον.1 νῦν μὲν τὸν ἀέρα λέγει μόνον διαπορθμευτικὸν εἶναι τῶν ψόφων· καὶ γὰρ καὶ οἱ ἰχθύες ψόφων ἐπαΐουσιν, ὡς εἴπομεν. ὅτι δὲ ἡ γῆ οὔτε τὴν δίοσμον, οὔτε τὴν διηχῆ δύναμιν ἔχει, δῆλον ἐντεῦθεν· εἰ γάρ τις κηρῷ ἢ πηλῷ ἢ γεώδει τινὶ ἀποφράξοι τὰ ὦτα ἢ τὰς ῥῖνας, οὔτε ἀκούσεται οὔτε ὀσφρήσεται. ἀνώνυμον δὲ λέγει τὴν κοινὴν ἀέρος καὶ ὕδατος δύναμιν, καθ’ ἣν αἱ ὀσμαὶ διαπορθμεύονται· οἱ μέντοι μεταγενέστεροι, ὧν ἐστι Θεόφραστος, τεθείκασιν αὐτῇ ὄνομα τὸ δίοσμον, ὥσπερ καὶ τῇ τῶν ἤχων διαπορθμευτικῇ τὸ διηχές, καθάπερ καὶ Ἀριστοτέλης τὸ διαφανὲς τῇ τῶν χρωμάτων διαπορθμευτικῇ δυνάμει.

“关于触觉和味觉情况相似,但表现得并非如此;其原因何在,后文将阐明。” 他说,触觉和味觉同样是通过某种居间媒质来把握可尝之物和可触之物的;但它们看起来似乎不需要媒质。至于为何它们看起来不使用空气作为媒质,将在关于触觉的论述中予以说明。因为这些感觉的媒质并不像其他感觉那样处于外部,正因如此它也是不明显的。然而声音的媒质是空气,气味的媒质则是无名的。此时他说只有空气是声音的传递者(因为正如我们所说,鱼类也听得到声音)。而泥土既没有透气味的能力,也没有传声的能力,这一点从下述事实显而易见:如果有人用蜡或泥土或某种土质物堵塞耳朵或鼻孔,他既听不见也闻不到。他称空气和水共通的、气味藉以传递的能力为无名的;然而后世的学者(泰奥弗拉斯托斯就是其中之一)赋予它“透气味性”的名称,正如赋予传递声音的能力为“传声性”一样,恰如亚里士多德赋予传递颜色的能力为“透明性”。

§2.144#1

"Ἔστι δὲ διττὸς ὁ ψόφος· ὁ μὲν γὰρ ἐνεργείᾳ τις, ὁ δὲ δυνάμει." Ὥσπερ ἐπὶ τῆς ὄψεως διττὸν ἔλεγεν εἶναι τὸ ὁρατόν, τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει (τὸ γὰρ χρῶμα φωτὸς μὴ παρόντος δυνάμει ἦν ὁρατόν), οὕτως καὶ ἐπὶ τοῦ ἀκουστοῦ, τοῦτο δέ ἐστιν ὁ ψόφος, ὁ μὲν ἐνεργείᾳ ἐστὶν ὁ δὲ δυνάμει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν. τίς δέ ἐστιν ὁ δυνάμει ψόφος, δείκνυσι χωρίσας τῶν ψοφούντων τὰ μηδὲ ὅλως δυνάμενα ψοφεῖν. ἐν οὖν τοῖς δυναμένοις ψοφεῖν, ταῦτα δέ ἐστι τὰ στερεὰ καὶ λεῖα, ἐν τούτοις ἐστὶν ὁ δυνάμει ψόφος, ὅταν μὴ ἐνεργῇ, καθό ἐστι ψοφητικά· ἡ γὰρ ἐπιτηδειότης αὐτὴ τοῦ δύνασθαι ψοφεῖν, οὗτός ἐστιν ὁ δυνάμει ψόφος· ὅταν δὲ δυνάμενα ποιῇ, οὗτός ἐστιν ὁ ἐνεργείᾳ. ἔστι δὲ διττὸς ὁ ψόφος. περὶ ψόφου πρόκειται εἰπεῖν, ἐπεὶ καὶ περὶ ἀκοῆς, δεῖ δὲ πρῶτον περὶ τῶν ἀντικειμένων εἰπεῖν, ἀντίκειται δὲ τῇ ἀκοῇ ὁ ψόφος. λέγει οὖν ὃ καὶ ἐν τῇ Περὶ οὐρανοῦ εἶπεν, ὅτι ἔστιν ὁ ψόφος, ἵνα συντόμως εἴπω, πληγὴ ἀέρος τοιώσδε γινομένη. δεῖ γὰρ πρὸς τὸ γενέσθαι ψόφον δύο σκληρῶν καὶ λείων σωμάτων ἀθρόαν συνέμπτωσιν πρὸς ἄλληλα γενέσθαι. ἐν γὰρ τούτοις ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόος ἐκθλιβόμενος βιαίως ποιεῖ τὸν ἦχον. οὔτε γὰρ τὰ μαλακὰ τῶν σωμάτων ψοφεῖ, οἷον σπόγγοι, ἔρια, οὔτε τὰ σκληρὰ μέν, μὴ ἀθρόως δὲ προσκρουόμενα ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν· φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ.2 διὸ δεῖ τῆς σφοδρᾶς τῶν σκληρῶν σωμάτων συνεμπτώσεως, ἵνα πολὺς ἀὴρ ἐναποληφθῇ μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ἀθρόως ἐξωθούμενος ποιεῖ τὸν ψόφον· φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἀθρόον ἐκπυρηνίζει. τὰ δὲ μαλακὰ οὐ ψοφεῖ, διότι οὐχ οἷά τέ ἐστιν ἀθρόον ἐξωθῆσαι τὸν ἐναπολαμβανόμενον ἀέρα· διὰ γὰρ τῶν πόρων (μανὰ γάρ εἰσι τὰ μαλακά) κατακερματισθεὶς ἔξεισι. δεῖ δὲ καὶ λειότητος τοῖς πλήττουσιν, καὶ μάλιστα πρὸς τὸ πλείονα γενέσθαι τὸν ψόφον, διότι πᾶς ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόως ἐκθλίβεται, ἐν δὲ τοῖς μὴ λείοις κατακερματίζεται ἐν τοῖς κοιλώμασι πλείοσιν οὖσι καὶ οὐκ ἀθρόος ἔξεισι. τὰ δὲ ἠχεῖα καὶ τὰ κύμβαλα πληττόμενα ἐπίμονον ποιεῖ τὸν ψόφον, τοῦτο δὲ διὰ τὴν κοιλότητα. ἀπολαμβάνεται γὰρ ὁ ἀὴρ ἐν τῇ κοιλότητι, ὃς εἰλούμενος ἐπὶ πολὺ περὶ τὸ κοίλωμα ἐξελθεῖν μὴ δυνάμενος παρατείνει τὸν ψόφον. καὶ ἐν τοῖς κυρτοῖς δὲ ἑαυτοῦ μέρεσι πληττόμενος ὁ κώδων ἐπὶ πλείονα χρόνον ἠχεῖ, ὅταν ἀπό τινος λεπτοῦ ἱμάντος ἀπηρτημένος ᾖ. ἡ δὲ αἰτία ἡ αὐτή· πληττόμενος 〈γὰρ〉 κινεῖται, κινούμενος δὲ κινεῖ τὸν ἐν τοῖς κοιλώμασιν ἐναπειλημμένον ἀέρα, ὃς πάλιν ἐπὶ πολὺ εἰλούμενος καὶ τῷ χαλκῷ προσκρούων παρατείνει τὸν ψόφον. καὶ ὅτι τοῦτό ἐστιν· ἐὰν μὴ ᾖ ἠρτημένος3 ἀπὸ λεπτοῦ ἱμάντος, ἀλλ’ ὑπὸ τῆς χειρὸς κατεχόμενος, ὥστε μὴ κραδαίνεσθαι ὑπὸ τῆς πληγῆς, οὐ παρατείνει τὸν ἦχον· τοῦτο δὲ διότι μὴ κινούμενον τὸ ἠχεῖον οὐ κινήσει τὸν ἐντὸς ἀέρα. τί οὖν; εἰ κινήσω τῇ χειρὶ τὸ ἠχεῖον, οὐ κινεῖ τὸν ἐντὸς ἀέρα, ἢ ἐὰν ξύλῳ πατάξω;

“声音是双重的:一种是现实的声音,另一种是潜能的声音。” 正如在视觉的情形中他说可见之物是双重的(一种是现实的,另一种是潜能的;因为在没有光线存在时,颜色在潜能上是可见的),在可听之物(即声音)的情形中也是如此,一种是现实的,另一种是潜能的;在其他感觉对象的情形中也是同样的。至于什么是潜能的声音,他在将发声之物与完全不能发声之物区分开后予以说明。因此在能够发声的事物(即坚硬且光滑的事物)中,当它们作为发声之物而未活动时,潜能的声音存在于其中;因为能够发声的这种适应性本身就是潜能的声音;而当它们具备能力并实际产生时,这就是现实的声音。“声音是双重的。”之所以打算谈论声音,是因为也打算谈论听觉,而必须首先谈论相对待的对象,而与听觉相对待的正是声音。因此他陈述了他在《论天》中也曾说过的话:简而言之,声音是以此种方式产生的空气撞击。因为为了产生声音,必须有两个坚硬且光滑的物体彼此发生急促的撞击。因为在这些物体中,被截留于其中的空气被猛烈地一下子挤压出来,从而产生了声响。因为柔软的物体并不发声(如海绵、羊毛),坚硬但不是一下子相撞而是轻微且逐渐相撞的物体也不发声;因为空气抢先一步零散地仿佛碎裂了。因此需要坚硬物体的剧烈相撞,以便大量的空气被截留在中间,这部分被截留且一下子被排出的空气便产生了声音;因为撞击抢先阻断了它的出口,并一下子将它如果核般弹射出来。柔软的事物不发声,是因为它们无法一下子排出被截留的空气;因为空气透过孔隙(柔软的事物是疏松的)被分散排出了。撞击之物也需要光滑性,特别是为了使声音变得更大;因为所有被截留的空气都被一下子挤压出来,而在不光滑的事物中,空气在较多的凹陷中被分散,不能一下子排出。共鸣器和铙钹受到撞击时会产生持久的声音,这是由于其凹面所致。因为空气被截留在凹陷中,在凹腔周围长时间回旋而无法逸出,从而延长了声音。钟被悬挂在细皮带上时,若在其凸起部分受到撞击,鸣响的时间也会更长。原因也是相同的:因为受到撞击时它发生运动,运动中它推动了截留在凹陷处的空气,而这些空气再次长时间回旋并撞击青铜,从而延长了声音。而这一点的确如此[显而易见]:如果它不是挂在细皮带上,而是被手握住以致不因撞击而震动,它就不会延长声音;这是因为不运动的共鸣器不会推动内部的空气。那么又如何呢?如果我用手移动共鸣器,它难道不推动内部的空气吗?抑或如果我用木棍击打它呢?

语法注3 条
  1. 2.143τὸ δὲ μεταξὺ ψόφων μὲν ἀήρ, ὀσμῆς δ’ ἀνώνυμον

    伴有系动词 ἐστί 省略的对照句结构。前半句中,针对主语 τὸ μεταξὺ,ψόφων 作限定属格(“声音的媒质”),ἀήρ 作表语名词;后半句中 ὀσμῆς 为限定属格,ἀνώνυμον 作表语形容词(“气味的媒质则是无名的”)。

  2. 2.144φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ

    动词 φθάνει 支配不定式 θρυφθῆναι,表示先行或抢先发生的动作:“空气抢先一步被零散地碎裂了”。在古典阿提卡散文中,动词 φθάνω 通常接分词补足语,而在后期希腊语及通用希腊语(Koine)中,该动词普遍支配不定式补足语。

  3. 2.144καὶ ὅτι τοῦτό ἐστιν· ἐὰν μὴ ᾖ ἠρτημένος

    引入论证证据时的惯用省略句。标点符号前省略了主节谓词(如 δῆλον 等):“而这一点的确如此[显而易见]”。冒号之后跟随的条件从句(ἐὰν μὴ ᾖ ἠρτημένος...)展开了该断言的经验性证明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:354.1-355.25