- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:352.22-353.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在419a25中关于“声音和气味也是同样的道理”的论断,斐洛庞奴斯解释了为何论述诸感觉的顺序是从较完全者进至较不完全者,并结合鱼类的知觉以及感官直接接触对象的实验,论证听觉与嗅觉同样需要居间媒质(空气或水)的作用。
" Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν." Μετὰ τὸν περὶ τῶν ὁρατῶν λόγον μέτεισιν εἰς τὸν περὶ τῶν ἀκουστῶν, καὶ οὕτως εἰς τὸν περὶ τῶν ὀσφραντῶν, τάξει προϊὼν ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἀτελέστερα. ζητήσειε δ’ ἄν τις πῶς ἄνω εἰπὼν ὡς ἐκ τῶν ἀτελεστέρων καὶ κοινοτέρων ἄρξασθαι δεῖν, μὴ ἀπὸ τῆς ἁφῆς ἤρξατο τῆς διδασκαλίας1 (αὕτη γὰρ κοινοτάτη τῶν αἰσθήσεων καὶ τῇ τάξει ἐσχάτη καὶ ἀτιμοτέρα), ἀλλ’ ἀπὸ τῆς ὄψεως, ἥτις τῶν ἄλλων καὶ μερικωτέρα ἐστὶ καὶ τελειοτέρα. φαμὲν οὖν ὅτι ἄνω ἔλεγεν ἐκ τῶν κοινοτέρων καὶ ἀτελεστέρων δεῖν ἄρξασθαι, ὡς σαφεστέρων οὐσῶν τῶν κοινοτέρων· δεῖ δὲ ἀπὸ τῶν σαφεστέρων ἄρχεσθαι, σαφεστέρα δὲ ἡ φυτικὴ τῆς λογικῆς, μᾶλλον δὲ καὶ τῆς αἰσθητικῆς· νῦν μέντοι ἐπὶ τῶν αἰσθήσεων παραδόξως συνδεδράμηκε τὸ τὰς τελειοτέρας αἰσθήσεις καὶ μερικωτέρας ταύτας καὶ σαφεστέρας εἶναι.2 σαφεστέρα γοῦν πασῶν ἡ ὄψις, ἐπεὶ καὶ τὸ ὁρατόν, λέγω δὴ τὰ χρώματα, καὶ τοῦ ἁπτοῦ καὶ τῶν ἄλλων αἰσθητῶν σαφέστερα. διὰ τοῦτο οὖν ταύτῃ ἐχρήσατο τῇ τάξει τῆς διδασκαλίας. καὶ εἰπὼν περὶ ὁρατῶν μέτεισιν ἐπὶ τὰ ἀκουστά· ταῦτα γὰρ ἦν τὰ τῇ ἀκοῇ ἀντικείμενα· καὶ οὕτως ἐρεῖ τὰ ὀσφραντά. περὶ οὖν ψόφου, φησί, καὶ ὀσμῆς ὁ αὐτὸς λόγος, ὥσπερ καὶ ἐπὶ τῶν ὁρατῶν. τίς δὲ ὁ αὐτὸς λόγος, σαφῶς ἐπήγαγεν, ὅτι καὶ ταῦτα κινητικά ἐστί τινος μεταξὺ αὐτῶν τε καὶ τῶν οἰκείων αἰσθητηρίων, οὗ κινουμένου, τοῦ μεταξὺ λέγω, καὶ τὰ αἰσθητήρια αὐτῶν κινοῦνται.3 ὥσπερ γὰρ ἡ τοῦ ὁρατοῦ ἐνέργεια διαπορθμεύεται διὰ τοῦ μεταξὺ ἐπὶ τὸ αἰσθητήριον καὶ οὐκ αὐτὸ ἅπτεται αὐτοῦ, οὕτω καὶ τὸ ὀσφραντὸν καὶ τὸ ἀκουστὸν διαπορθμεύεται ἐπὶ τὰ αἰσθητήρια αὐτῶν δι’ ὕδατος ἢ δι’ ἀέρος· ἄμφω γὰρ ὥσπερ ἔχουσι τὴν διαφανῆ δύναμιν, οὕτω καὶ τὴν διηχῆ καὶ δίοσμον. ὅτι γὰρ καὶ ἐν ὕδατί εἰσιν αἱ δυνάμεις αὗται, ἡ διηχής τε καὶ ἡ δίοσμος, δηλοῦσιν οἱ ἰχθύες τούς τε ψόφους φεύγοντες καὶ τῇ ὀσμῇ τοῖς δελέασιν ἐφεπόμενοι. οἱ γοῦν παρ’ ἡμῖν ἐν τῇ λίμνῃ τοὺς ἰχθύας ἀγρεύοντες ψοφεῖν εἰώθασιν ἐν ταῖς σανίσι τῶν ἀκατίων, ἵνα τοὺς ἰχθύας ἐπὶ τὰ δίκτυα εἰσελάσωσιν. ὅτι δὲ καὶ ὀσφραίνονται, δῆλον μὲν ἐξ ὧν καὶ νύκτωρ ἀγρεύονται. ἔπειτα εἰ ὄψεως καὶ ἀκοῆς ἐναργῶς μετέχουσιν, ἀδύνατον δὲ τῶν τελειοτέρων μετασχεῖν τὸν μὴ μετασχόντα τῶν ἀτελεστέρων, ἀτελεστέρα δ’ ἡ ὄσφρησις, καὶ ταύτης ἄρα μετέχουσιν. ἔστιν ἄρα καὶ ἐν τῷ ὕδατι οὐ μόνον ἡ διηχὴς ἀλλὰ καὶ ἡ δίοσμος δύναμις. καὶ ἡμεῖς δὲ καταδύντες ἐν ὕδατι αἰσθανόμεθα τοῦ ἄνωθεν βοῶντος· τῶν μέντοι ὀσμῶν οὐκ αἰσθανόμεθα ἐν ὕδατι, ὥσπερ οἱ ἰχθύες, ἐπειδὴ πάντα μὲν τὰ ἀναπνέοντα τῷ ἀναπνεῖν ὀσφραίνεται, ἐν δὲ ὕδατι ἀναπνεῖν οὐ δυνατὸν ἀέρος οὐκ ὄντος· οἱ δὲ ἰχθύες οὐκ ἀναπνέουσιν, ἐπειδὴ μηδὲ πνεύμονα ἔχουσι. δι’ ἣν δὲ αἰτίαν πάντα τὰ ἀναπνέοντα οὐκ ἄνευ τοῦ ἀναπνεῖν ὀσφραίνεται, ἐρεῖ ἐν τῷ περὶ ὀσφρήσεως λόγῳ. ὅτι δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ ψόφοι τοῦ διαπορθμεύοντος δέονται, δῆλον· ἐὰν γάρ τις, φησί, τὸ ὀσφραντὸν αὐτῷ τῷ αἰσθητηρίῳ προσαγάγῃ, ὥστε ἐφάπτεσθαι, οὐκ ὀσφρανθήσεται· οὐδὲ γὰρ ἡ ῥίς ἐστι τὸ αἰσθητήριον, ἀλλ’ ἐντὸς ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις· ἐὰν οὖν τις διὰ τῆς ῥινὸς λεπτὸν ποιήσας τὸ ὀσφραντὸν ἐπὶ ταύτην διαγάγοι, ὡς ἅπτεσθαι αὐτῆς, οὐκ αἰσθήσεται.4 ὁμοίως οὐδὲ τὸ οὖς ἐστι τὸ ἀκουστικὸν αἰσθητήριον, ἀλλ’ ἡ ἐντὸς μῆνιγξ ἢ τὸ ἐν ταύτῃ πνεῦμα· πρὸς ἣν τὸ ἀκουστὸν εἰ προσαγάγῃς, οὐκ αἰσθήσεται. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῆς ὄψεως. εἰ οὖν αἱ τρεῖς αὗται αἰσθήσεις δέονται τοῦ μεταξὺ καὶ ἄνευ τούτου οὐκ αἰσθήσονται, δῆλον ὅτι καὶ αἱ λοιπαί, ὡς δείξει, εἰ καὶ δοκοῦσιν αὗται ἀμέσως τοῦ αἰσθητοῦ θιγγάνουσαι πάσχειν ὑπ’ αὐτοῦ.
“关于声音和气味也是同样的道理。” 在关于可见之物的论述之后,他转向关于可听之物的论述,并由此转向关于可闻之物的论述,依序从较完全的事物进行到较不完全的事物。但有人可能会问:他之前既已说过应当从较不完全且较共通的事物开始,为何教学却不是从触觉开始(因为触觉是诸感觉中最共通的,在位序上处于最末且更为低下),而是从视觉开始呢?视觉比其他感觉更具局部性且更完全。对此我们回答说:他之前说应当从较共通且较不完全的事物开始,是因为较共通的事物更为明了;而必须从较明了的事物开始,且植物性灵魂比理性灵魂、甚至比感觉性灵魂更为明了;然而如今在诸感觉的情形中,出人意料地同时呈现出这样一种情况:那些较完全且较具局部性的感觉,恰恰这些也是更为明了的。至少视觉在一切感觉中是最为明了的,因为可见之物(即颜色)比可触之物及其他感觉对象也更为明了。正因如此,他便采用了这种教学顺序。在谈论了可见之物后,他转向可听之物,因为这些是与听觉相对的对象;并且他将由此谈论可闻之物。因此他说,关于声音和气味也是同样的道理,正如在可见之物的情形中一样。至于那同样的道理是什么,他清楚地补充道:即这些对象也能够推动介于它们自身与各自特有感官之间的某种居间之物,而当它——我指的是居间媒质——被推动时,它们的感官也被推动。因为正如可见之物的现实活动是透过居间媒质传递给感官、而非自身触及感官一样,可闻之物与可听之物也是透过水或空气传递给各自的感官的;因为水与空气两者不仅具有透明的能力,同样也具有传声和透气味的能力。因为传声与透气味这两种能力也存在于水中,这一点由鱼类表现出来:它们既逃避声音,又循着气味追逐鱼饵。至少我们这里在湖中捕鱼的人,习惯于在小艇的木板上敲击作响,以便将鱼赶入网中。而它们能够闻到气味,从它们在夜间也能被捕获这一事实中也是显而易见的。再者,如果它们显然分有视觉和听觉,而未分有较不完全者就绝不可能分有较完全者,嗅觉又是较不完全的,那么它们显然也分有嗅觉。因此,在水中也不仅存在传声的能力,也存在透气味的能力。我们潜入水中时,也能感知到上面有人呼喊;然而我们在水中却不能像鱼那样感知气味,因为一切呼吸之物都是通过呼吸来闻气味的,但在水中由于没有空气,是不可能呼吸的;而鱼是不呼吸的,因为它们甚至没有肺。至于一切呼吸之物为何离开呼吸就不能闻气味的原因,他将在关于嗅觉的论述中说明。而气味和声音都需要媒介传递者,也是显而易见的;因为他说,如果有人把可闻之物移近感官本身以至于与之接触,他是闻不到气味的;因为鼻子并非感官,感官乃是脑内部的乳头状突起;因此,如果有人透过鼻子把可闻之物变细并引向这个突起以至于与之接触,他是不会有感觉的。同样地,耳朵也不是听觉感官,而是内部的膜或膜中的精气;如果你把可听之物移近这层膜,它也不会感知。这一点在视觉的情形中也是显而易见的。因此,如果这三种感觉都需要居间媒质,离开媒质就不能感知,那么显而易见,正如他将证明的那样,其余的感觉也是如此,即便它们看起来是直接触及感觉对象并受到它的作用。
- 2.142ζητήσειε δ’ ἄν τις πῶς ἄνω εἰπὼν ὡς ἐκ τῶν ἀτελεστέρων καὶ κοινοτέρων ἄρξασθαι δεῖν, μὴ ἀπὸ τῆς ἁφῆς ἤρξατο τῆς διδασκαλίας
ὡς ... δεῖν 表现出一种混合句构,即间接引语的不定式 δεῖν 紧接在连词 ὡς 之后。在 μὴ ἤρξατο 中,否定词 μή 用于由 πῶς 引导的间接疑问从句中,表达对既定前提的主观质疑或反思,而非客观的事实否定(οὐ)。
- 2.142συνδεδράμηκε τὸ τὰς τελειοτέρας αἰσθήσεις καὶ μερικωτέρας ταύτας καὶ σαφεστέρας εἶναι
动词 συνδεδράμηκε(同时出现、吻合)在此作不及物用法,其真正主语是带有中性单数定冠词的不定式短语 τὸ ... εἶναι。在该短语内部,作为不定式 εἶναι 之主语的宾格名词短语 τὰς τελειοτέρας αἰσθήσεις καὶ μερικωτέρας 被指示代词 ταύτας(“恰恰这些”)复指并强化,与表语 σαφεστέρας 相连接。
- 2.142οὗ κινουμένου, τοῦ μεταξὺ λέγω, καὶ τὰ αἰσθητήρια αὐτῶν κινοῦνται
短语 οὗ κινουμένου 是包含关系代词的属格独立结构,其所指由插入成分 τοῦ μεταξὺ λέγω 加以阐明。主句开头的 καί 并非连词,而是起副词作用(“也/同样”),强调感官随着居间媒质的变动而相应地被推动。
- 2.142ἐὰν οὖν τις διὰ τῆς ῥινὸς λεπτὸν ποιήσας τὸ ὀσφραντὸν ἐπὶ ταύτην διαγάγοι, ὡς ἅπτεσθαι αὐτῆς, οὐκ αἰσθήσεται
这是一个混合条件句:条件从句使用 ἐάν 搭配希求法(διαγάγοι),归结从句则采用直说法将来时(οὐκ αἰσθήσεται)。希求法的使用赋予其一种纯粹假设性与思想实验的语调(“即便有人能够引向……”),而非一般的普遍条件句。
