← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§351.2-352.21

眼内体液疑难的解答与颜色显现必需光的理由

本节针对眼内体液与透明液体引起的疑难(为何触及眼睛的眼垢会造成遮蔽而白内障却能被看见,以及透明物体直接接触眼睛时的情形)从透光与触觉反射的角度作出解答,随后针对419a21的引文阐明颜色必然在光中被看见的原因,并论述了火等发光体在黑暗中亦能被看见的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.140#2

καὶ ἐὰν ἄλλο τι παραθῶμεν ἀμυδροτέρῳ χρώματι κεχρωσμένον, κἀκεῖνο τοιοῦτο φανήσεται. ἐπεὶ οὖν διὰ τοῦ χυμοῦ τοῦ συστάντος κεχρωσμένου ὄντος ὁρῶμεν, δοκοῦμεν καὶ τὰ ἔξω τῷ αὐτῷ κεχρῶσθαι χρώματι. καὶ διὰ τοῦτο ἔλεγε τὸ δεκτικὸν χρώματος ἄχρουν δεῖν εἶναι, ἵνα μὴ τῷ αὑτοῦ χρώματι ἐμποδίζῃ τοῖς ὁρατοῖς ὁρᾶσθαι τοιαῦτα οἷά εἰσιν. ἀλλὰ καὶ πρὸς τὰ εἰρημένα πάλιν ἐπαποροῦσι καί φασιν ὅτι, εἰ ἀρκεῖ τὸ ᾠοειδὲς ὑγρὸν ἀναπληρῶσαι τὴν τοῦ μεταξὺ χρείαν, καὶ διὰ τοῦτο ὁρῶμεν τὸν συνεστῶτα χυμὸν περὶ τὸν κερατοειδῆ, ἔδει καὶ τὴν λήμην ἁπτομένην τοῦ ὀφθαλμοῦ καὶ ἁπλῶς πᾶν ὁρατὸν μὴ ἐμποδίζειν τῇ ὄψει διὰ τὸ μὴ εἶναι μεταξὺ ἀέρα, ἀλλ’ ὁρᾶσθαι· ἀναπληροῦν γὰρ ἔδει κἀν τούτοις τὴν τοῦ μέσου χρείαν τὸ ᾠοειδὲς ὑγρόν. φαμὲν οὖν ὅτι ὥσπερ ὁ ἀὴρ δεχόμενος τὸ φῶς γίνεται ἐνεργείᾳ διαφανής, οὕτω καὶ πάντα τὰ διαφανῆ. ὅταν οὖν τὴν λήμην προσοίσωμεν τῷ ὀφθαλμῷ, ἐπισκοτεῖ καὶ οὐκ ἐᾷ τὰ ἐν τῷ ὀφθαλμῷ διαφανῆ ὑγρὰ δυνάμει δεξάμενα τὸ φῶς γίνεσθαι [δυνάμει] διαφανῆ ἐνεργείᾳ. ὁ δὲ χυμὸς ὁ συνιστάμενος διαφανὴς ὢν διαβιβάζει τὸ φῶς ἐπὶ τὰ ὑγρά· ὅθεν ἐὰν μύσωμεν, οὐκέτι ὁρῶμεν τὸν χυμὸν διὰ τὸ ἀντιφράξαι τῷ φωτὶ τὰ βλέφαρα. καὶ αὐτὸς δὲ ὁ χυμὸς ὅταν παχυνθῇ, οὐκέτι ὁρᾶται, καὶ οὐδὲ ἄλλο τι ὁραθῆναι ἐᾷ ἀντιφράττων τῷ φωτί. ὅταν δὲ παχυνθεὶς ὁ χυμὸς ὀλίγος ᾖ, ὡς μὴ ὅλην ἀπολαμβάνειν τὴν κόρην, τοῦ μὲν κατ’ αὐτὸν μέρους τῶν ὑγρῶν μὴ γινομένου διαφανοῦς οὐκέτι ὁρῶσιν αἱ κατ’ ἐκεῖνο τὸ μέρος προσπίπτουσαι ὄψεις, ὥστε σκότος ἐστὶ κατ’ ἐκεῖνα τὰ μέρη, τῶν δὲ πέριξ ὄψεων συμβαίνει ὁρωσῶν τὸ μικρὸν ὂν τὴν φαντασίαν τῶν κωνωπίων παρέχειν.1 ἀλλ’ εἰ ἡ λήμη ἐπιτιθεμένη διὰ τὸ μὴ εἶναι διαφανὴς ἀντιφράττει τῷ φωτί, ἔδει, εἴπερ ἐπινοηθείη ὑελίνη λήμη ἢ ἐξ ἄλλης διαφανοῦς ὕλης, μὴ ἐμποδίζειν ἐπιτιθεμένην ἐν τῷ ὀφθαλμῷ, ὥστε ὁρᾶσθαι αὐτήν· ἀλλ’ ἔδει, κἂν εἰς αὐτὸ τὸ ὄμμα ἐπιτεθείη, ὁραθῆναι, ὅπερ καὶ συμβαίνει. ἐὰν γὰρ ἐν αὐτῷ τῷ σφέκλῳ προσκολλήσωμεν τὸ ὄμμα, ὁρῶμεν δι’ αὐτοῦ, ἀλλὰ δεδιότες μὴ πληγῶμεν τὸ ὄμμα τῇ ἁφῇ, αὐτομάτως οὐκ ἀνεχόμεθα τῆς ἁφῆς, ἀλλὰ συγκλείομεν τὰ βλέφαρα· ὡς εἴ γε καρτερήσομεν ἀτενὲς τὸ ὄμμα ἔχοντες προσπελάσαι αὐτὸ διαφανεῖ τινι, ὀψόμεθα πάντως,2 ὥσπερ οὖν καὶ τοῦ ἀέρος ἁπτόμενον τὸ ὄμμα ὁρᾷ, ἀλλὰ καὶ οἱ ἐν ὕδατι καταδεδυκότες ὁρῶσι τὰ ἐν βάθει, τοῦ ὄμματος αὐτῶν προσεχῶς τοῦ ὕδατος ἁπτομένου· ἀλλ’ ὅταν σκληρὸν ᾖ τι οὗ μέλλει θιγγάνειν τὸ ὄμμα, αὐτομάτως δεδιότες μὴ βλαβῶμεν ἐκ τῆς ἁφῆς καὶ τὰ βλέφαρα συγκλείομεν. καὶ διὰ τοῦτο συμβαίνει, κἂν διαφανὴς ᾖ ἡ λήμη, μὴ ὁρᾶν δι’ αὐτῆς, οὐ μέντοι διὰ τὸ ἐπικεῖσθαι τῷ αἰσθητηρίῳ, ὥσπερ ἐπὶ τῆς μὴ διαφανοῦς· ἐπὶ ταύτης γάρ, κἂν ἀτενὲς ᾖ τὸ ὄμμα, μὴ οὔσης διαφανοῦς οὐκ ὀψόμεθα δι’ αὐτῆς.

而如果我们把染有较暗淡颜色的另外某物并置在一起,那件东西也将显现为如此的颜色。因此,既然我们是通过那凝结且带有颜色的体液来看的,我们便觉得外在事物也被染上了相同的颜色。正因如此,他曾说接纳颜色的东西必须是无色的,以免它因自身的颜色而阻碍可见之物如其本然地被看见。但针对已经说过的这些,人们又再次提出疑难并说:如果蛋白样液足以充当媒质的功用,并且正是因此我们才看见凝结在角膜周围的体液,那么接触眼睛的眼垢以及一般而言的一切可见之物,就不应当由于其间没有空气而阻碍视觉,反而应当被看见;因为在这些情况下,蛋白样液也本应当充当媒质的功用。对此我们回答说:正如空气接纳了光便在现实上成为透明的,所有的透明体也是如此。因此,当我们把眼垢移近眼睛时,它遮蔽了光,不让眼睛内部潜在透明的体液接纳光而在现实上成为透明的。然而那凝结的体液由于是透明的,便把光传递给眼液;因此如果我们闭上眼睛,由于眼睑阻隔了光,我们便不再看见那体液。而当那体液本身变浓厚时,它也不再被看见,并且阻隔了光,不容许任何其他事物被看见。但当变浓厚的体液微小而没有遮住整个瞳孔时,由于对应于它的那部分眼液没有成为透明的,投射在该部分的视线便不再看见,以至于在那些部分存在着黑暗,而在周围的视线仍能看见的情况下,微小之物便恰好提供了蚊蚋的表象。但是,如果附着其上的眼垢由于不是透明的而阻隔了光,那么假若设想出一种玻璃制的眼垢或由其他透明质料制成的眼垢,它附着在眼睛上时就应当不加阻碍,从而自身能够被看见;甚至就算它被放在眼睛本身之上,也应当被看见,而这正是实际发生的情况。因为如果我们把眼睛紧贴在透镜本身上,我们就能透过它看见;但由于害怕眼睛因接触而受到撞击,我们自然地不能忍受这种接触,而是把眼睑闭上;因为如果我们忍受着保持眼睛凝视而使之靠近某种透明体,我们肯定会看见,正如接触空气的眼睛能够看见一样,而且潜入水中的人也能看见深处之物,尽管他们的眼睛直接接触着水;但是,每当眼睛将要碰触的东西是坚硬之物时,我们自然地害怕因接触而受到伤害,于是也把眼睑闭上。正因如此,即使眼垢是透明的,也发生无法透过它看见的情况,但这并非像在不透明的眼垢情况下那样是因为它覆盖在感官之上;因为在后一种情况下,即使眼睛保持凝视,由于它不是透明的,我们也不能透过它看见。

§2.141

"Δι’ ἣν μὲν οὖν αἰτίαν τὸ χρῶμα ἀναγκαῖον ἐν φωτὶ ὁρᾶσθαι, εἴρηται." Διότι κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τὸ δὲ κατ’ ἐνέργειαν διαφανὲς φωτὸς γίνεται παρουσίᾳ. πῦρ δ’ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν σκότει καὶ ἐν φωτί. διὰ τοῦτο τὸ πῦρ οὐ μόνον ἐν φωτὶ ὁρᾶται, ἀλλὰ καὶ ἐν σκότῳ, διότι ἔχει φωτιστικὴν ἐνέργειαν οἵαν τε οὖσαν ἀπαγγέλλειν αὐτοῦ τὸ χρῶμα. καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές. πέφυκε γὰρ καὶ ἡ τοῦ πυρὸς οὐσία τὸ δυνάμει διαφανὲς ποιεῖν ἐνεργείᾳ διαφανές· διὸ καὶ ὁρῶμεν ἐν νυκτὶ πυρὸς ὄντος τὰ χρώματα. ἀλλ’ οὐ τοῦτό φησιν ὅτι3 διὰ τοῦτο ὁρᾶται, ἐπειδὴ γενόμενος ὁ ἀὴρ ἐνεργείᾳ διαφανὴς διαπορθμεύει αὐτοῦ τὴν ἐνέργειαν ταῖς ὄψεσι (καὶ γὰρ καὶ πόρρωθεν ὄντος τοῦ πυρὸς καὶ μὴ δρῶντος εἰς τὸν περὶ ἡμᾶς ἀέρα ὅμως ὁρᾶται, καὶ αἱ πυγολαμπίδες καὶ οἱ πολλοὶ τῶν ἀστέρων), ἀλλ’ ὅτι, εἰ φύσιν ἔχει τὸ πῦρ εἰς ἐνέργειαν ἄγειν τὸ διαφανές, ὡς δι’ αὐτοῦ τὰ ὁρατὰ φαίνεσθαι, πόσῳ μᾶλλον αὐτὸ ὀφθήσεται καὶ ἐν νυκτί. τὸ αὐτὸ δέ φαμεν καὶ ἐπὶ τῶν ἐν νυκτὶ πάντων ὁρωμένων· καὶ γὰρ καὶ αἱ πυγολαμπίδες εἰ πλησίον πάνυ γένωνται καὶ ἀποτεθῶσιν ἐν τῇ χειρί, δεικνύουσι τοῦ μορίου τῆς χειρὸς χρῶμα ἐν ᾧ ἀπετέθησαν· ἀλλ’ ἐπειδὴ πάνυ ἀμυδρὸν αὐτῶν ἐστι τὸ φῶς, δοκεῖ ὅλως μηδὲν εἰς τὸν ἀέρα δρᾶν.

“因此,颜色必然在光中被看见的原因,已经被说明了。” 这是因为颜色能够推动现实上的透明体,而现实上的透明体是借由光的临在而产生的。火在两者之中都能被看见,无论在黑暗中还是在光中。正因如此,火不仅在光中被看见,而且在黑暗中也被看见,因为火具有能够传达自身颜色的发光现实活动。而这是必然的;因为透明体正是由此成为透明的。火的实质也天然适于使潜在的透明体在现实上成为透明的;所以夜间有火存在时我们也看见颜色。但他并不是说:火之被看见是因为这个缘故,即空气在现实上成为透明体从而将火的现实活动传递给视觉(因为即使火处于远处并且没有作用于我们周围的空气,它也仍然被看见,萤火虫和大多数星辰也是如此),而是说:如果火具有将透明体带入现实态从而使可见之物透过它得以显现的本性,那么火自身在夜间被看见就更是何等自然的事了。对于夜间看见的一切事物我们也作相同的论述;因为萤火虫如果靠得极近并被放在手上,它们确实显现出放置它们的那部分手的颜色;但由于它们的光极为微弱,似乎对空气根本没有产生任何作用。

语法注3 条
  1. 2.140τῶν δὲ πέριξ ὄψεων συμβαίνει ὁρωσῶν τὸ μικρὸν ὂν τὴν φαντασίαν τῶν κωνωπίων παρέχειν

    短语 τῶν δὲ πέριξ ὄψεων ... ὁρωσῶν 是属格绝对构式,非人称动词 συμβαίνει 的实际主语由不定式 παρέχειν 及其宾格逻辑主语 τὸ μικρὸν ὄν(“微小之物”)构成的结构充当。

  2. 2.140ὡς εἴ γε καρτερήσομεν ἀτενὲς τὸ ὄμμα ἔχοντες προσπελάσαι αὐτὸ διαφανεῖ τινι, ὀψόμεθα πάντως

    连词 ὡς 以解释性语气(“因为实际上……”)引导接下来的将来时直陈语气条件句(εἴ γε καρτερήσομεν ... ὀψόμεθα)全句;ἀτενές 作表语(或副词性地)修饰宾格 τὸ ὄμμα。

  3. 2.141ἀλλ’ οὐ τοῦτό φησιν ὅτι διὰ τοῦτο ὁρᾶται, ἐπειδὴ γενόμενος ὁ ἀὴρ ἐνεργείᾳ διαφανὴς διαπορθμεύει αὐτοῦ τὴν ἐνέργειαν ταῖς ὄψεσι ... ἀλλ’ ὅτι

    这是由 οὐ τοῦτο ... ἀλλ’ ὅτι 构成的对比结构。省略主语的 φησιν 指亚里士多德。注解者在此厘清亚里士多德论证的重心:“他并不是说,由于……因而被看见(οὐ τοῦτο ... ὅτι),而是说……(ἀλλ’ ὅτι)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:351.2-352.21