← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§349.32-351.2

视觉媒质的必要性与眼内混浊之疑难

菲洛波庞注解了亚里士多德关于将对象直接放在眼睛上便无法看见从而论证媒质必要性的文句(419a11),驳斥了德谟克利特的真空视觉说,并通过指出水样晶体液与角膜之间的蛋白样液起到了媒质作用,解决了关于眼睛内部白内障混浊如何被看见的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.140#1

" Σημεῖον δὲ τούτου φανερόν· ἐὰν γάρ τις θῇ τὸ ἔχον χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται." Σημεῖον λέγει οὐ τοῦ εἶναι τὸ φῶς ἐντελέχειαν τοῦ διαφανοῦς, ἀλλὰ τοῦ τὰ χρώματα ἐν φωτὶ ὁρᾶσθαι1 καὶ κινητικὰ αὐτὰ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὅτι ἐὰν ἐπ’ αὐτὸ τὸ αἰσθητήριον, τὸν ὀφθαλμὸν λέγω, τεθῇ τὸ κεχρωσμένον, οὐχ ὁρῶμεν αὐτό. // οὐ γὰρ ὁρῶμεν ἐγχριόμενοι τὴν λήμην, τοῦτο δὲ οὐχ ὡς οὐκ ὄντος2 τοῦ ὀπτικοῦ αἰσθητηρίου (ἔστι γάρ) ἀλλ’ ὡς τοῦ μεταξὺ μὴ ὄντος, λέγω δὴ τοῦ διαφανοῦς, ὅπερ πεφυκὸς ὑπὸ τοῦ χρώματος κινεῖσθαι, καὶ συνεχὲς ὂν τῷ τε ὁρατῷ * * * Δημοκρίτῳ εἰπόντι 〈ὅτι〉 εἰ ἦν κενὸν τὸ μεταξὺ τῶν ὁρώντων καὶ τῶν ὁρατῶν, πολὺ ἂν ἀκριβέστερον ἑωρᾶτο τὰ ὁρώμενα, ὥστε κἂν εἰ μύρμηξ ἦν ἐν τῷ οὐρανῷ, ἑωράθη ἂν μηδενὸς ἐμποδίζοντος μεταξὺ σώματος. οὐ γὰρ μόνον, φησίν, οὐκ ἂν ἀκριβέστερον εἴδομεν, εἰ ἦν τὸ μεταξὺ κενόν, ἀλλ’ οὐδ’ ἂν ὅλως εἴδομεν μὴ ὄντος τοῦ διαπορθμεύοντος τὴν ἐνέργειαν τοῦ ὁρατοῦ εἰς τὸ ὄμμα. εἶτα καὶ κατασκευάζει τοῦτο διὰ τῶν ἑξῆς. πάσχοντος γάρ τι, φησί, τοῦ αἰσθητηρίου γίνεται τὸ ὁρᾶν.3 εἰ πάσχει τι τὸ αἰσθητήριον ἀντιλαμβανόμενον τοῦ ὁρατοῦ (πάθος δὲ δῆλον ὅτι τὸ τελειωτικόν), ἀνάγκη πᾶσα ἢ ὑπ’ αὐτοῦ τοῦ χρώματος πάσχειν αὐτὸ ἢ ὑπὸ τοῦ μεταξὺ πάσχειν, τοῦτο δέ ἐστι τοῦ πεφωτισμένου ἀέρος παρακειμένου τε καὶ ἁπτομένου τοῦ αἰσθητηρίου· ὥστε τοῦ μεταξὺ δεῖται καὶ κινεῖσθαι καὶ κινεῖν δυναμένου. τὸ δὲ κενὸν οὐ τοιοῦτον· ὥστε εἰ κενὸν ἦν, οὐδὲν ἂν ὤφθη. // ἀποροῦσι δὲ ἐνταῦθα εἰκότως, ὅτι εἰ οὐκ ἂν εἴδομεν τινὸς μὴ ὄντος μεταξύ, πῶς τὰ ὑποχύματα συνιστάμενα περὶ τὸν κερατοειδῆ ἔξω τῶν ὑγρῶν ὁρῶμεν μηδενὸς ὄντος μεταξὺ ἀέρος; οἷον γὰρ ἂν ἔχῃ χρῶμα ὁ συνεστὼς χυμός, τοιαῦτα δοκοῦσιν ὁρᾶν πάντα τὰ ἔξωθεν τὸ ἐν αὐτοῖς χρῶμα τοῖς ἔξω προσάπτοντες. ὁρᾶν δὲ δοκοῦσι καὶ κωνώπια ἔξω πολλάκις παχέος ὄντος τοῦ ἐν τῷ ὄμματι χυμοῦ, ὃν ἡ αἴσθησις ὁρῶσα τούτου ἔξω νομίζει εἶναι. ῥητέον οὖν πρὸς τοῦτο ὅτι τὸ ὀπτικὸν πνεῦμα ἐν τῷ κρυσταλλοειδεῖ ὑγρῷ τὴν κρίσιν τῶν ὁρατῶν ποιεῖται. // δεικνύουσι γὰρ οἱ ἰατροὶ ὅτι ἐκεῖ ἡ κρίσις γίνεται ἐκ τῶν ἀνατομῶν. τὸ δὲ κρυσταλλοειδὲς ὑγρὸν ἐσωτέρω ἐστὶ δῆλον ὅτι οὐ μόνον τῶν χιτώνων τοῦ τε κερατοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς καλουμένου, ἀλλὰ καὶ τοῦ ὠοειδοῦς ὑγροῦ, ὅπερ καὶ αὐτὸ διαφανὲς ὑπάρχει. τοῦτο οὖν τὸ ὠοειδὲς ὑγρὸν διαφανὲς ὂν ὥσπερ καὶ τὸ κρυσταλλοειδὲς μεταξὺ γίνεται τοῦ τε ὀπτικοῦ πνεύματος, ὅπερ ἐν τῷ κρυσταλλοειδεῖ ποιεῖται τὴν κρίσιν, καὶ τοῦ ἐπιχύματος, ὃ περὶ τὸν κερατοειδῆ συνίσταται· ὥστε ἔστι καὶ ἐνταῦθα τὸ μεταξύ. διὰ τοῦτο δὲ τὸ ἐντὸς χρῶμα ἔξω ὑπολαμβάνει, ἐπεὶ καὶ ὅταν δι’ ὑέλου κεχρωσμένης ὁρῶμέν τινα, τοιοῦτο χρῶμα ἔχειν κἀκεῖνα νομίζομεν οἷόνπερ καὶ ἡ ὕελος. τοῦτο δὲ διότι, ὡς δέδεικται, τὸ ἐπὶ τῆς ἐπιφανείας χρῶμα τοῦτό ἐστι τὸ ὁρατόν· τὸ δὲ ἐν τῷ βάθει οὐχ ὁρῶμεν, ἀλλ’ ἐὰν ᾖ τὸ ὁρώμενον διαφανές, δοκοῦμεν τῷ αὐτῷ χρώματι κεχρῶσθαι τὸ βάθος, οἵῳπερ καὶ ἡ ἐπιφάνεια.

“而对此的一个明显迹象是:因为如果有人把带有颜色的东西放在视觉[器官]本身之上,他将看不见。” 他说迹象并不是指光是透明体的完全实现,而是指颜色在光中被看见,且它们能够使现实上的透明体运动,也就是说,如果将带有颜色的东西放在感官本身之上——我说的是眼睛——我们看不见它。因为当眼睛涂有眼垢时我们看不见,这并不是因为视觉感官不存在(因为它确实存在),而是因为媒质不存在,我指的正是透明体,它天然适于被颜色所推动,并且与可见之物相连续……[反对]德谟克利特所说的:如果看见者与可见之物之间是虚空,那么被看见之物就会被看得精确得多,以至于即使天空中有一只蚂蚁,由于其间没有任何物体阻碍,也能够被看见。因为他说,如果其间是虚空,我们不仅不会看得更精确,而且根本就不会看见,因为不存在将可见之物的现实活动传递到眼睛的东西。随后他也通过接下来的话确立了这一点。因为他说,随着感官受到某种作用,看见才发生。如果感官在把握可见之物时受到某种作用(并且这种作用显然是成全性的),那么毫无疑问,它要么受到颜色本身的作用,要么受到媒质的作用,而媒质就是紧挨着并接触感官的受光空气;因此它需要一个既能够被推动又能够推动的媒质。然而虚空并非如此之物;因此如果是虚空,就什么也看不见。在此人们合理地提出疑难:如果在其间没有任何东西的情况下我们便看不见,那么当其间根本没有空气时,我们怎么能看见在角膜周围、眼液之外形成的白内障呢?因为凝结的体液具有何种颜色,他们似乎就将自身内部的颜色附加于外在事物上,从而将外在的一切事物看成是具有这种颜色的。而且,当眼睛中的体液浓稠时,他们也常常似乎在外面看见蚊蚋,感觉看着这种体液,却以为它在眼睛之外。因此对此必须指出,视觉精气是在晶体液中对可见之物作出判别的。因为医生们通过解剖表明判别发生在那里。而晶体液显然不仅处于角膜和所谓的葡萄膜这些膜层的更内侧,而且也处于蛋白样液的更内侧,而蛋白样液本身也是透明的。因此,这种蛋白样液如同晶体液一样是透明的,便成为了在晶体液中作出判别的视觉精气与形成在角膜周围的混浊之间的媒质;所以在这种情况下媒质也是存在的。正因如此,它将内部的颜色误以为在外部,因为每当我们透过有色玻璃看事物时,我们也以为那些事物具有与玻璃相同的颜色。而这是因为,正如已经指明的,表面上的颜色才是这可见之物;我们看不见深处的颜色,相反,如果被看见之物是透明的,我们便觉得其深处也被染上了与表面相同的颜色。

语法注3 条
  1. 2.140οὐ τοῦ εἶναι τὸ φῶς ἐντελέχειαν τοῦ διαφανοῦς, ἀλλὰ τοῦ τὰ χρώματα ἐν φωτὶ ὁρᾶσθαι

    依附于名词 σημεῖον 的定冠词属格不定式短语(τοῦ εἶναι... ἀλλὰ τοῦ... ὁρᾶσθαι),作说明性/宾格性属格。注解者在此澄清经文中的“此事的迹象”所指的内容,将“光是透明体的现实性”与“颜色在光中被看见”加以对比解释。

  2. 2.140οὐχ ὡς οὐκ ὄντος τοῦ ὀπτικοῦ αἰσθητηρίου (ἔστι γάρ) ἀλλ’ ὡς τοῦ μεταξὺ μὴ ὄντος

    连词 ὡς 与属格独立结构(οὐκ ὄντος τοῦ ὀπτικοῦ αἰσθητηρίου / τοῦ μεταξὺ μὴ ὄντος)连用,构成 οὐχ ὡς... ἀλλ’ ὡς... 相关句式,表达提出的原因(“并非因为视觉感官不存在……而是因为媒质不存在”),对比了真正的原因与被否定的原因。

  3. 2.140πάσχοντος γάρ τι, φησί, τοῦ αἰσθητηρίου γίνεται τὸ ὁρᾶν

    属格独立结构(πάσχοντος... τοῦ αἰσθητηρίου),在条件或伴随意义上说明视见发生(γίνεται τὸ ὁρᾶν)的前提。φησί 的主语指亚里士多德;τι 为不定代词中性单数宾语,作 πάσχω 的内在宾语(“受到某种作用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:349.32-351.2