- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:34.1-35.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德探讨灵魂是“潜能存在之物之一还是某种实现”(402a25)的文句,指出前者指物体(质料),后者指非物体(形式),并辨析了为何亚里士多德使用主格名词“实现”而非与格短语“在实现中”。
" Ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις." Ἀεὶ προϊὼν κατὰ τὴν διαίρεσιν τὸ ἀληθὲς τῆς διαιρέσεως τμῆμα λαμβάνει καὶ τοῦτο ὑποδιαιρεῖ. εἰπὼν οὖν πότερον οὐσία ἢ ποσὸν ἢ ποιὸν ἢ τις τῶν ἄλλων κατηγοριῶν, τὰς μὲν ἄλλας παρῆκεν, ἔλαβε δὲ ὅτι οὐσία, καὶ ταύτην λοιπὸν ἐπιδιαιρεῖ εἴς τε τὸ σῶμα καὶ τὸ ἀσώματον. ἀντὶ γὰρ τοῦ εἰπεῖν σῶμα καὶ ἀσώματον εἶπε πότερον τῶν ἐν δυνάμει ὄντων ἢ μᾶλλον ἐντελέχειά τις, διὰ μὲν τοῦ ἐν δυνάμει τὸ σῶμα δηλῶν, διὰ δὲ τῆς ἐντελεχείας τὸ ἀσώματον. πᾶν γὰρ σῶμα καθόλου δυνάμει ἐστί, τὸ δὲ δυνάμει ἢ κατ’ οὐσίαν ἐστὶν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τὴν εἰς τόπον μεταβολήν. τὰ μὲν οὖν ἐν γενέσει καὶ φθορᾷ πάντα σώματα κατὰ πάντα τὰ τοῦ δυνάμει σημαινόμενα ἐν δυνάμει εἰσί· δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ δυνάμει ψυχροί ἐσμεν θερμοὶ ὄντες, καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δέ γε οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει ἐν τῷ μεσουρανήματί ἐστι, κἀκεῖσε γενόμενος ἐνεργείᾳ δυνάμει ἐστὶν ἐν τῇ δύσει· καὶ ἐπὶ τῶν ἄλλων οὐρανίων ὡσαύτως. ἐπειδὴ οὖν ἐν πᾶσι τοῖς σώμασι τὸ δυνάμει θεωρεῖται, διὰ τοῦτο διὰ τοῦ δυνάμει τὸ σῶμα ἐδήλωσεν. ἀλλὰ τί δήποτε ἐπὶ τοῦ σώματος τὸ ἐν δυνάμει τάξας ἐπὶ τοῦ ἀσωμάτου οὐκ εἶπεν ἐντελεχείᾳ κατὰ δοτικὴν πτῶσιν, ἀλλ’ ἐντελέχεια κατ’ εὐθεῖαν;1 λέγω οὖν ὅτι ἄλλο ἐστὶ δύναμις καὶ ἄλλο ἐν δυνάμει, καὶ ἄλλο ἐντελέχεια καὶ ἄλλο ἐν ἐντελεχείᾳ· ἡ μὲν γὰρ ὕλη μόνως ἐστὶ δύναμις· πάντα γάρ ἐστι δυνάμει, ἐνεργείᾳ δὲ οὐδέν· τὸ δὲ εἶδος μόνως ἐντελέχεια· τὸ δὲ ἐξ ὕλης καὶ εἴδους καὶ ἐν δυνάμει ἐστὶ καὶ ἐν ἐντελεχείᾳ. συντρέχουσι γὰρ ταῦτα ἅμα, καὶ ὅπερ ἐστὶν ἐν δυνάμει, τοῦτό ἐστι καὶ ἐν ἐντελεχείᾳ· καὶ γὰρ πάντα τὰ εἴδη δυνάμει ἐν τῇ ὕλῃ ἐστίν, ἥτις ποτὲ τοῦτο ποτὲ ἐκεῖνο γίνεται ἐνεργείᾳ· νῦν γὰρ ἄνθρωπος οὖσα δυνάμει ἄλλοτε γίνεται ἐνεργείᾳ ἄνθρωπος. μᾶλλον δὲ ἅμα ἔχει καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἐπειδὴ γὰρ οὐδέποτέ ἐστι γυμνὴ εἴδους, ἐκεῖνο τὸ εἶδος ἐνεργείᾳ μέν ἐστι τόδε τι, δυνάμει δὲ ἄλλο· τὸ γὰρ τοῦ σπέρματος εἶδος δυνάμει ἐστὶν ἄνθρωπος. ἐπεὶ οὖν ἐν οἷς τὸ δυνάμει ἐστίν, ἐν τούτοις καὶ τὸ ἐνεργείᾳ, καὶ ἐπειδὴ2 ἐπὶ τῶν θείων καὶ ἀσωμάτων οὐκ ἔστι τὸ δυνάμει, ἐπεὶ μηδὲ ὕλη, καὶ διὰ τοῦτο οὐδὲ τὸ ἐνεργείᾳ (οὐ γάρ εἰσιν ἐνεργείᾳ τόδε τι, ἀλλ’ αὐτοενέργειαί εἰσιν, εἴδη ὄντα καθαρὰ ἄνευ ὕλης, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας φησὶν ὅτι ἐκεῖνα ἄνευ δυνάμεως ἐνέργειαί εἰσι, καὶ οὐκ εἶπεν ἐνεργείᾳ εἰσίν), διὰ τοῦτο ἀντιδιαστέλλων τῇ ὑλικῇ καὶ συνθέτῳ φύσει τὴν ἄυλον καὶ ἀσώματον εἶπε τὸ πότερον τῶν ἐν δυνάμει ὄντων, τουτέστι τῶν σωμάτων, ἐστίν, ἅτινα ἐν δυνάμει ἐστί, τουτέστιν ἐν τῇ ὕλῃ, ἢ ἐντελέχειά τις, τουτέστιν εἶδός τι καθαρὸν καὶ ἄυλον· διαφέρει γὰρ οὐ σμικρόν, τουτέστιν οὐκ ὀλίγον, τὸ μεταξὺ τοῦ σώματος καὶ ἀσωμάτου.
“此外,它是潜能存在之物之一,还是宁可说是一种实现。” 他始终按照划分前行,选取划分中为真的那一部分,并将这一部分进一步细分。因此,在说了它是实体、数量、性质还是其他范畴之一之后,他搁置了其他范畴,选取了它是实体,并进而将此进一步区分为物体与非物体。因为他没有说“物体与非物体”,而是说“是潜能存在之物之一,还是宁可说是一种实现”,以“潜能”表示物体,以“实现”表示非物体。因为一切物体普遍都是在潜能中的,而在潜能中或是按实体,或是按数量,或是按性质,或是按位置的变化。因此,在生成与毁灭之中的一切物体,按照“潜能”的所有含义都是在潜能中的;因为我们在精液和经血中在潜能上是人,且我们在童年时在潜能上具有成年男子的大小;同样在性质上,我们在温热时在潜能上是冷的,在坐着时在潜能上是在运动的。但天体至少仅仅在依位置的变化中具有潜能;因为升起的太阳在潜能上处于中天,当在现实上到达那里时,在潜能上处于落下的位置;关于其他天体也是如此。既然在一切物体中都可见到潜能,因此他通过“潜能”来表示物体。 然而,究竟为何在谈到物体时他用了“在潜能中”,而在谈到非物体时却未用与格的“在实现中”,而是用主格的“实现”呢?因此我说,潜能是一回事,“在潜能中”是另一回事;实现是一回事,“在实现中”是另一回事。因为质料仅仅是潜能(因为它在潜能上是一切事物,而在现实上什么也不是),而形式仅仅是实现;由质料与形式构成的事物则既在潜能中又在实现中。因为这些同时汇合在一起,潜能存在的事物,这同一事物也在实现中存在;因为一切形式都在潜能上存在于质料中,质料有时在现实上成为这个,有时成为那个:现在在潜能上是人,而在另一时间在现实上成为人。或者更确切地说,它同时兼具潜能与现实;因为既然它绝非完全剥落形式,那个形式在现实上固然是“某个此物”,但在潜能上是另一事物(因为精液的形式在潜能上是人)。因此,既然在潜能所在之处现实也在其中,且既然在神圣的和非物体的事物中潜能并不存在——既然质料亦不存在——并且由于这一原因“在现实中”亦不存在(因为它们并不是在现实中为某个此物,而是自为现实,是没有任何质料的纯粹形式,正如他在《解释篇》中也说那些事物是没有潜能的现实,而没有说它们“在现实中存在”),因此,他为了将非物质和非物体的本性与物质和复合的本性相对照,才说“是潜能存在之物”,即潜能存在的(即在质料中的)诸物体,“之一,还是某种实现”,即某种纯粹且非物质的形式;因为物体与非物体之间的差异绝非微小,也就是绝非轻微。
- 1.17ἐπὶ τοῦ ἀσωμάτου οὐκ εἶπεν ἐντελεχείᾳ κατὰ δοτικὴν πτῶσιν, ἀλλ’ ἐντελέχεια κατ’ εὐθεῖαν
此处讨论并列对偶结构中的语法形式差异:与前项 ἐν δυνάμει(在潜能中)相对应的本应是与格副词性用法的 ἐντελεχείᾳ(或 ἐν ἐντελεχείᾳ,在实现中),但亚里士多德原文却作了主格名词 ἐντελέχεια。菲洛波诺斯将其解释为复合实体与纯粹自立形式之间的本体论区别。
- 1.17ἐπεὶ οὖν ἐν οἷς τὸ δυνάμει ἐστίν, ἐν τούτοις καὶ τὸ ἐνεργείᾳ, καὶ ἐπειδὴ ...
这是一个由复叠原因从句(ἐπεὶ οὖν ... καὶ ἐπειδὴ ...,“既然……又因为……”)引出主句(διὰ τοῦτο ... εἶπε,“因此……他说”)的复杂长句。中间插入了解释性的 οὐ γάρ ... 以及对《解释篇》的征引,阅读时需把握住因果推论的骨干结构。
