- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:348.9-349.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了419a6–7,从阳光、地球阴影和视觉消散的角度解释了夜光之物和星辰为何见于夜晚而非白昼,并借助深井观星现象驳斥了视觉外射说、确立了内进受纳说,最后从光与透明体的现实活动角度阐明了颜色的定义。
" Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρατά, ἄλλος λόγος." Δι’ ἣν, φησίν, αἰτίαν τὰ ἐν νυκτὶ ὁρώμενα ὁρᾶται, οὐ τοῦ παρόντος ἐστὶ λόγου λέγειν. ἐν γὰρ τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν λέγει ὅτι πέφυκεν ὁ ἀὴρ ὑπὸ τοῦ λαμπροῦ φωτίζεσθαι, οἷά ἐστι τὰ οὐράνια· τούτου οὖν ταῦτα μετέχοντα ἀμυδρῶς φωτίζει νύκτωρ τὸν περὶ αὐτὰ ἀέρα, ὁπηνίκα μὴ ὑπὸ τοῦ μᾶλλον λαμπροῦ καταλαμπόμενος ἀφανὲς τὸ τούτων φῶς ποιήσῃ.1 τοσοῦτον δὲ φωτίζει, ὡς ἑαυτὰ μόνα διαδεικνύναι, ἐπεὶ καὶ τὸ πῦρ πολὺ μὲν ὂν φωτίζει τὸ διαφανὲς ἐπὶ τοσοῦτον ὡς καὶ χρώματα ὁρᾶσθαι δύνασθαι, ὀλίγον δὲ ὂν μέχρι τοῦ αὐτὸ μόνον ὁραθῆναι τὸ διαφανὲς φωτίζει, κἂν πολὺ μὲν ᾖ πόρρω δέ, οὐκ ἐξισχύει τὸν μέχρις ἡμῶν ἀέρα διαφανῆ ποιῆσαι, ἀλλ’ αὐτὸ μόνον δείκνυσι. τοιαῦτα δέ ἐστι καὶ τὰ ἄστρα ἐν τῇ νυκτί· ἐν γὰρ τῇ ἡμέρᾳ τὸ τοῦ ἡλίου φῶς οὐκ ἐᾷ αὐτὰ φαίνεσθαι. καίτοι ἀεὶ τὸ τοῦ ἡλίου φῶς καταλάμπει τὰ οὐράνια· ὡς γὰρ καὶ ἔναγχος εἶπον, βραχύ τι μόριον τοῦ ἀέρος ἐστὶ τὸ σκιαζόμενον. ἀλλ’ εἰ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὸ φῶς τὸ ἡλιακὸν τὰ οὐράνια πάντα δέχονται, διὰ τί μὴ ὁρῶμεν νύκτωρ τὰ οὐράνια πεφωτισμένα; διὰ τί δ’ ἐν νυκτὶ τοὺς ἀστέρας ὁρῶμεν; τί γὰρ μᾶλλον μεθ’ ἡμέραν τὸ φῶς αὐτῶν ἀποκρύπτει ὁ ἥλιος ἢ ἐν νυκτί, εἴ γε ἀεὶ καταλάμπονται ὑπὸ τοῦ ἡλίου; φημὶ οὖν τοῦ κώνου τῆς σκιᾶς περὶ ἡμᾶς κεχυμένου2 οὐχ οἷοί τέ ἐσμεν τὸν ὑπὲρ τὴν σκιὰν παρ’ ἑκάτερα πεφωτισμένον ἰδεῖν ἀέρα, τὰ μέντοι ἄστρα καὶ τούτων τὰ λαμπρότερα ἑαυτὰ ἡμῖν ἀπαγγέλλει, ὡς εἴρηται. ὅτι δὲ οὐδὲν ἀδύνατον τοῦτο συμβαίνειν, δῆλον ἐντεῦθεν. πολλοῦ γὰρ πυρὸς ἀέρα τινὰ λαμπρῶς φωτίζοντος, ὅπερ ἤδη εἶπον, οἱ πόρρωθεν ὄντες τὸν μὲν πεφωτισμένον οὐχ ὁρῶσιν ἀέρα, αὐτὸ δὲ τὸ πῦρ ἔσθ’ ὅτε ὁρῶσιν. τοῦ δὲ τοὺς ἀστέρας ἐν νυκτὶ ὁρᾶσθαι, καίτοι καταλαμπομένους ὑπὸ τοῦ ἡλίου, αἴτιον τὸ μὴ διακρίνεσθαι ἄγαν ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων τὸ ὀπτικὸν αἰσθητήριον. καὶ ὅτι τοῦτο ἔστιν αἴτιον, μάθοις ἂν ἐντεῦθεν· ὁπηνίκα μὲν γὰρ ἐν τῇ μεσημβρίᾳ ἐστὶν ὁ ἥλιος, οὐχ οἷοί τέ ἐσμεν ἀτενὲς εἰς τὸν δίσκον αὐτοῦ ἀποβλέψαι, ἄγαν, ὡς εἶπον, τοῦ ὀπτικοῦ πνεύματος διακρινομένου· ὁπόταν δὲ πρὸς τῷ ὁρίζοντι ᾖ, καὶ μάλιστα ὅταν ᾖ ἀχλυωδέστερος ὁ ἀήρ, τὸ τηνικαῦτα ἀτενὲς εἰς τὸν δίσκον ἀποβλέπειν δυνάμεθα, καὶ ἀκριβῶς αὐτὸν ὁρῶμεν, διὰ τὸ 〈δι’〉 ἀχλύος αὐτὸν ὁρᾶν, καὶ μὴ διακρίνεσθαι τὰς ὄψεις· τὸ αὐτὸ δὲ καὶ ἐν νυκτὶ γίνεται τῶν ἀκτίνων μὴ φοιτωσῶν εἰς τὸν περὶ ἡμᾶς ἀέρα διὰ τὴν ἐκ τῆς γῆς ἀντίφραξιν. ἀμέλει γοῦν καὶ ἐν καθαρᾷ αἰθρίᾳ 〈εἴ〉 τις ἐν βαθεῖ κατέλθοι φρέατι, ὄψεται ἄστρα, καίτοι ὑπὲρ τὸ φρέαρ οὐχ ὁρῶν. ἡ γὰρ ἐν τῷ βάθει τοῦ φρέατος σκιὰ δίκην νυκτὸς συγκρίνουσα τὰς ὄψεις καὶ μὴ ἐῶσα ὑπὸ τοῦ φωτὸς διακρίνεσθαι, ἀντιλαμβάνεσθαι ποιεῖ τῶν ὁρατῶν. καὶ ἐκ τούτου δ’ ἄν τις συλλογίσαιτο ὅτι μὴ ἔξεισί τι ἐκ τῶν ὀμμάτων, ὅπερ τῶν αἰσθητῶν ἀντιλαμβάνεται, ἀλλ’ ὡς ἐπὶ τῶν ἄλλων αἰσθήσεων εἰς αὐτὸ φοιτᾷ τὸ αἰσθητήριον τὸ ὁρατόν. εἰ γὰρ ἐξῄεσαν ὄψεις, ὅσῳ δηλονότι εἰς μῆκος προῄεσαν, ἀσθενέστεραι γινόμεναι καὶ οὕτω τῷ φωτὶ προσβάλλουσαι μᾶλλον ἂν διεκρίθησαν· νῦν δὲ οὐδὲ ἐν νυκτὶ μέχρι τῆς ἀπλανοῦς φθάνουσαι ὑπὸ τοῦ ἐκεῖσε φωτὸς διακρίνονται. καὶ ὅταν ἐκ τοῦ φρέατός τις ἀποβλέπῃ, ἔδει γενομένας τὰς ὄψεις ὑπὲρ τὸ φρέαρ, ἔνθα τῷ φωτὶ ὄντι προσέβαλλον, ὁμοίως διακρίνεσθαι,3 καὶ οὕτω δ’ ἂν οὐκέτι [δ’ ἂν οὐκ] ἔδει τὰ ἄστρα ὁρᾶν. νῦν δὲ ὁρῶσιν· οὐκ ἄρα διακρίνονται. δῆλον οὖν ὅτι διακρίνονται τότε αἱ ὄψεις, ὅταν τὸ φῶς αὐτῷ τῷ ὀφθαλμῷ προσβάλλῃ. διὸ καὶ ὁ ἐν τῷ φρέατι, ἅτε δὴ σκιᾶς περὶ αὐτὸν οὔσης καὶ τοῦ φωτὸς τῷ ὄμματι μὴ προσβάλλοντος μηδὲ διακρίνοντος αὐτὸ οἷός τέ ἐστι τὰς τῶν ὁρατῶν ἐνεργείας δέχεσθαι, ὅπερ καὶ ἐν τῇ νυκτὶ συμβαίνει.
“因此,这些东西可见是由于何种原因,则是另一番论述。” 他说,那些在夜间被看见的事物因何种原因而被看见,并不是当前论述应当讲述的。因为在《论感觉与其对象》中他说,空气天然适于被明亮之物照亮,例如天体就是如此;因此这些[夜间发光之物]分有了天体的这种性质,在夜间便微弱地照亮它们周围的空气,只要这空气不被更加明亮之物照亮从而使它们的光隐没不见。而它们照亮的程度,仅仅足以把自身单独显现出来;因为火若大量存在,也会照亮透明体,以致颜色也能被看见,但火若微少,便只把透明体照亮到其自身被看见的程度,即使火大量存在却身处远方,也没有力量把直到我们身旁的空气都变得透明,而只是显现自身而已。夜间的星辰也是如此之物;因为在白天,太阳的光不容许它们显现。尽管太阳的光始终照耀着天界;因为正如我刚才所说的,被遮蔽形成阴影的只是空气极微小的一部分。但是,如果天界的一切在夜间和在白天都接受太阳的光照,为什么我们在夜间看不到被照亮的天界呢?为什么我们在夜间看到星辰呢?因为若它们始终被太阳照耀,太阳为什么在白天比在夜间更能遮掩它们的光呢?因此我说,由于阴影的锥体倾泻在我们周围,我们无法看到阴影之外两侧受光的空气,然而正如已经说过的,星辰以及其中较明亮者却能将自身传达给我们。而这毫不不可能发生,从以下事实即可明了。因为正如我已经说过的,当大量火光将某处空气照耀得通明时,远处的人看不到受光的空气,却有时看得到火本身。而星辰尽管被太阳照亮却在夜间被看见的原因,乃是视觉感官没有被太阳光线过分消散。而这是原因所在,你也可以从以下事实获知:因为当太阳在正午时,我们无法定睛注视它的轮廓盘,正如我说过的,这是因为视觉精气过分消散;但每当它接近地平线,尤其是空气较为朦胧时,那时我们便能定睛注视它的轮廓盘,并精准地看清它,这是因为透过薄雾看它,并且视线没有被消散;同样的情况也发生在夜间,因为大地的阻隔,光线并未到达我们周围的空气中。无论如何,哪怕在晴空万里之时,如果有人下到深井之中,他也会看到星辰,尽管井口上方并不见星辰。因为井深之处的阴影如同黑夜一样凝聚视线,不让其被光消散,从而使得它能把握可见之物。人们由此也可以推知,并不是某种东西从眼睛中发射出去把握可感事物,而是正如在其他感官的情形中一样,可见之物来到感官本身之中。因为如果视线是发射出去的,显然随着它行进到遥远的距离,它会变得更弱,这样遇到光线时就更容易被消散;然而现在,即便在夜间达到恒星天那么远,它们也没有被那里的光所消散。而且当有人从井中向外看时,那些来到井口之上、遇到那里的光线的视线,也应当同样被消散,如此一来也就不应当再看得见星辰了。然而现在他们看见了;因此视线并没有消散。由此明了,视线唯有在光直接投射到眼睛本身时才会消散。因此,井中之人因周围存在阴影,光既不投射到眼睛上也不消散它,从而能够接受可见之物的现实活动,这与夜间所发生的情形相同。
"Νῦν δ’ ἐπὶ τοσοῦτον φανερόν ἐστιν, ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον χρῶμα· διὸ καὶ οὐχ ὁρᾶται ἄνευ φωτός." Ὅτι τὸ ἐν φωτὶ ὁρώμενον χρῶμα, πρόδηλον, διότι ἐν νυκτὶ οὐχ ὁρᾶται τὸ χρῶμα, ἀλλὰ φωτὸς παρουσίᾳ. τὸ μὲν γὰρ φῶς ἕξις ἐστὶ τοῦ διαφανοῦς, τὸ δὲ χρῶμα τῆς ἐνεργείας ἐστὶ τῆς κατὰ τὴν ἕξιν τελειωτικόν. παρόντος γὰρ τοῦ χρώματος γίνεται καὶ τὸ διαφανὲς ἐνεργείᾳ διαπορθμευτικὸν τῶν χρωμάτων. διόπερ καὶ ὁ αὐτὸς ὁρισμός ἐστι χρώματος, τὸ κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ἐνέργειαν δηλονότι κατὰ τὴν ἕξιν,4 κινητικὸν δὲ ἀντὶ τοῦ τελειωτικὸν καὶ προχειριστικὸν τῆς ἐνεργείας.
“不过现在明确到这种程度:在光中被看见的是颜色;因此没有光它也不被看见。” 在光中被看见的是颜色,这是显而易见的,因为在夜间看不到颜色,唯有光临在时才能看到。因为光是透明体的持存状态,而颜色则是使对应于这种状态的现实活动得以完成者。因为随着颜色的临在,透明体也现实地成为颜色的传导者。因此这也就是颜色的定义,即能使现实上的透明体运动者,显然这是指对应于持存状态的现实活动,而‘能运动者’用来代替‘完成并促成这种现实活动者’。
- 2.138ὁπηνίκα μὴ ὑπὸ τοῦ μᾶλλον λαμπροῦ καταλαμπόμενος ἀφανὲς τὸ τούτων φῶς ποιήσῃ
ὁπηνίκα 从句的主语是前文出现的 ὁ ... ἀήρ,现在分词 καταλαμπόμενος 与之在性数格上保持一致,ποιήσῃ(不定过去时虚拟式)充当从句谓语动词。这表明空气受到更明亮之物的照耀,从而引起微弱之光消隐的结果。
- 2.138τοῦ κώνου τῆς σκιᾶς περὶ ἡμᾶς κεχυμένου
属格独立结构,表示主句的原因:由于地球产生的阴影锥体笼罩在我们周围,因此我们无法看到阴影之外受光的空气。
- 2.138ἔδει γενομένας τὰς ὄψεις ὑπὲρ τὸ φρέαρ, ἔνθα τῷ φωτὶ ὄντι προσέβαλλον, ὁμοίως διακρίνεσθαι
非人称动词 ἔδει 支配“宾格加不定式”结构,用以表达与事实相反的过去推论(反事实条件句的结论部分):过去分词 γενομένας 与宾格主语 τὰς ὄψεις 一致,意为“视线在到达井口上方时本应同样被消散”。这是反驳外射说的归谬法核心句式。
- 2.139ἐνέργειαν δηλονότι κατὰ τὴν ἕξιν
宾格词 ἐνέργειαν 对前文的短语 τοῦ κατ’ ἐνέργειαν διαφανοῦς 起同位或补充解释的作用,指明所谓“现实上的[透明体]”,即“对应于持存状态的现实活动”。
