← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§347.17-348.8

光与黑暗中可见事物的六种分类

菲洛波庞通过在亚里士多德原文中补出“唯独”来解释颜色的固有特性,并根据事物与光及黑暗的关系,将可见物系统划分为六类(颜色、仅在暗处发光者、兼在明暗发光者、现实上的透明空气、作为否定的黑暗、以及作为白天之因的太阳)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.137#2

ἐν δὲ τῇ ἡμέρᾳ πάλιν τὸ πῦρ φαίνεται ὡς μὲν λαμπρὸν μηδὲν δρῶν εἰς τὸν ἀέρα διὰ τὸ ἤδη ὑπὸ τοῦ μείζονος λαμπροῦ παθεῖν,1 οὕτω δὲ φαινόμενον τρόπον τινὰ ὥσπερ καὶ τὰ λοιπὰ τῶν χρωμάτων, μᾶλλον δὲ ὥσπερ καὶ τῆς σελήνης τὸ λαμπρὸν διὰ τὸ μὴ ἄγαν ἀμυδρὸν εἶναι φαίνεται ἐν ἡμέρᾳ· οὕτω δὲ καὶ τὸ τοῦ πυρός, ὅταν μὴ πόρρω δείκνυται φωτὸς ὄντος. τὰ δὲ ὑπέρλαμπρα μόνως ἐν ἡμέρᾳ, οἷον ὁ ἥλιος, ἐπειδὴ καὶ αὐτὸς τῆς ἡμέρας καὶ τοῦ φωτὸς αἴτιος. τῷ δὲ οὐ πάντα δὲ ὁρατὰ ἐν φωτὶ προσθετέον τὸ μόνον·2 οὐ γὰρ πᾶν τὸ ὁρατὸν ἐν φωτὶ μόνον ὁρατόν, ἀλλ’ ἑκάστου, φησί, τὸ οἰκεῖον χρῶμα· τὰ γὰρ χρώματα ἐν μόνῳ φωτὶ ὁρατά. προσέθηκε δὲ τὸ μόνῳ, ἐπεὶ καὶ ἡ λαμπρότης τοῦ πυρὸς χρῶμα οὐκ οὖσα ὁρᾶται ἐν φωτί, ἀλλ’ οὐ μόνῳ ἐν φωτί, ἀλλὰ καὶ ἐν σκότῳ· ἀλλ’ οὐδενὸς ὁρᾶται τούτων τὸ οἰκεῖον χρῶμα. ἓξ οὖν φησι καθόλου τὰ ὁρατὰ εἶναι, ὧν τὰ μὲν πέντε λέγει, τὸ δὲ ἕκτον παραλιμπάνει ἴσως ὡς προφανές. τά τε γὰρ χρώματα ὁρατά ἐστιν ἐν φωτὶ μόνον, ἄλλα δέ τινα μόνον ἐν σκότῳ, ὡς πυγολαμπίδες καὶ τὰ ὅμοια, τὰ δὲ καὶ ἐν σκότῳ καὶ ἐν φωτί, ὡς σελήνη, πῦρ καί τινα τῶν ἄστρων· τὰ γὰρ πλεῖστα μόνως ἐν σκότῳ ὁρᾶται, διὰ τὸ νικᾶσθαι μόνῳ τῷ μείζονι φωτὶ τοῦ ἡλίου. ἔτι δὲ ὁρατόν φησι καὶ τὸ ἐνεργείᾳ διαφανές, τουτέστι τὸν πεφωτισμένον ἀέρα· ὡς γὰρ ἐδείξαμεν ἔμπροσθεν, οὐδενὶ ἄλλῳ κρίνομεν ὅτι ἡμέρα ἐστὶν ἢ τῇ ὄψει. πρὸς τούτοις καὶ τὸ δυνάμει διαφανές, τουτέστι τὸ σκότος, ὁρατὸν εἶναί φησι τῇ ἀποφάσει.3 ἔστι δὲ ἐπὶ τούτοις ἕκτον γένος τῶν ὁρατῶν ὁ ἥλιος τὸ μάλιστα πάντων φανότατον, ὃν οὔτε ἐν σκότῳ ἐρεῖς φαίνεσθαι (ἀφανιστικὸς γὰρ τοῦ σκότους ἐστίν) οὔτε ἐν ἡμέρᾳ· αὐτὸς γὰρ τῆς ἡμέρας ἐστὶ ποιητικός. καὶ πάντα δὲ τὰ παρὰ τὸ χρῶμα καὶ τὸ σκότος αὐτὰ ἑαυτοῖς τοῦ ὁρᾶσθαι αἴτιά ἐστιν ὡς φωτοειδῆ. ἐν γὰρ νυκτὶ τὸ χρῶμα τῶν πυγολαμπίδων ἢ τῶν λεπίδων ἢ τῶν ἄλλων οὐχ ὁρᾶται, ἀλλ’ ἐν ἡμέρᾳ. οὐ γὰρ οὕτω τὸ λαμπρὸν αὐτῶν δύναται ποιῆσαι διαφανῆ τὸν ἀέρα, ὡς καὶ τὸ χρῶμα τὸ κατὰ τὸ ἄλλο σῶμα αὐτῶν διαπορθμεῦσαι, ἀλλὰ τοσοῦτον ἐξισχύει, ὅσον ἑαυτὸ μόνον ἐμφανὲς ποιῆσαι, οὐκέτι μέντοι καὶ τὰ χρώματα.

另一方面,在白天,火再次显现,作为发亮之物对空气不产生任何作用,因为[空气]已被那更大的光亮之物所作用,因而以某种方式正如其余的颜色一样显现;或者更确切地说,正如月亮的光亮因不是过分微弱而在白天显现,火的光亮在有光且并非从远处显示时也同样[在白天]显现。而极度发亮的事物唯独在白天[显现],例如太阳,因为太阳自身就是白天与光的原因。而在“但并非所有的东西都在光中可见”这句话中,必须补上“唯独”;因为并非每种可见物都唯独在光中可见,而他说,各物的固有颜色[唯独在光中可见];因为颜色唯独在光中可见。而他添加了“唯独”,是因为火的光亮虽不是颜色,也在光中被看见,但不仅在光中,而且在黑暗中也被看见;然而这些事物没有一物的固有颜色[在黑暗中]被看见。因此他说,总体上可见物有六种,其中他谈到了五种,而第六种他或许因为显而易见而略去了。因为颜色唯独在光中可见,某些其他事物唯独在黑暗中[可见],如萤火虫及类似之物,而另一些事物在黑暗中和在光中都[可见],如月亮、火以及星辰中的某些;因为[星辰中的]绝大多数唯独在黑暗中被看见,这是由于仅仅被太阳更大的光所压倒的缘故。此外,他说现实上的透明体,即受光的空气,也是可见的;因为正如我们先前表明的,我们除视觉外不凭任何其他东西来判断是白天。除这些之外,他说潜在的透明体,即黑暗,因否定而可见。此外,可见物还有第六个种类,即一切事物中最明亮的太阳,你既不能说它在黑暗中显现(因为它是消灭黑暗的),也不能说它在白天[显现];因为正是它自身产生了白天。而在颜色与黑暗之外的一切事物,因具有光的性质,自身就是自身被看见的原因。因为在夜间,萤火虫、鳞片或其余事物的颜色并不被看见,而是在白天[被看见]。因为它们的光亮并不能把空气变得如此透明,以至于能把它们其余身体上的颜色也传递过去,而是仅仅有力量使自身单独显露出来,却不能再使那些颜色也[显露出来]。

语法注3 条
  1. 2.137διὰ τὸ ἤδη ὑπὸ τοῦ μείζονος λαμπροῦ παθεῖν

    冠词带不定式短语 διὰ τὸ ... παθεῖν 的逻辑主语是前文承接的 τὸν ἀέρα。此句表明,由于空气已经受到了更大光亮物(太阳)的作用,火便不再对空气产生主动的影响。

  2. 2.137τῷ δὲ οὐ πάντα δὲ ὁρατὰ ἐν φωτὶ προσθετέον τὸ μόνον

    动词性形容词 προσθετέον 支配与格短语 τῷ οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί。注释者在此提出构词及句法上的修补意见,认为在引文命题中必须在理解上补入副词 μόνον(“唯独”),方能准确表达只有颜色才“唯独在光中可见”。

  3. 2.137ὁρατὸν εἶναί φησι τῇ ἀποφάσει

    与格 τῇ ἀποφάσει 用作方式或手段与格(“通过否定/由于缺失”)。它说明潜在的透明体即黑暗并非作为积极肯定的对象被直接视见,而是通过对光的否定和缺失被感知为可见的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:347.17-348.8