- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:346.23-347.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在419a1转向讨论颜色之外的可见物(在暗中发光之物),菲洛波庞将可见物划分为四类(仅白天可见、仅夜间可见、昼夜皆可见、完全不能与黑暗共存),并阐明了火的照明范围与显现机制。
" Οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί ἐστιν, ἀλλὰ μόνον ἑκάστου τὸ οἰκεῖον χρῶμα." Εἰπὼν πρὸ ὀλίγου ὁρατὸν εἶναι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ ἑνὶ ὀνόματι, εἶτα εἰπὼν πῶς ἐστιν ὁρατὸν τὸ χρῶμα, ὅτι κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ διὰ τοῦτο περὶ φωτὸς εἰπών, ἐν ᾧ καὶ δι’ οὗ τὸ χρῶμά ἐστιν ὁρατόν, μεταβαίνει νῦν ἐπὶ τὰ ὁρώμενα παρὰ τὰ χρώματα, ἃ οὐκ ἔστιν ἐν φωτὶ ὁρατά· ἴδιον γάρ ἐστι τοῦτο τῶν χρωμάτων. καὶ καταλέγει ταῦτα τίνα ἐστίν, οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες, καὶ αἱ πυγολαμπίδες καλούμεναι καὶ ἁπλῶς τὰ πυρώδη πάντα καὶ λαμπρά. καὶ τούτων τὰ μὲν ἐν νυκτὶ μόνως ὁρᾶται, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. καὶ καθόλου τῶν ὁρατῶν τέσσαρές εἰσι διαφοραί. τὰ μὲν γὰρ αὐτῶν ἐν ἡμέρᾳ μόνως ὁρᾶται, τὰ δὲ ἐν νυκτὶ μόνως, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ δὲ ὅλως οὐδὲ συνυπάρχειν πέφυκε τῷ σκότῳ.1 τί δὲ τούτων ἕκαστόν ἐστι, δῆλον ἐντεῦθεν. τῶν γὰρ ὁρατῶν τὰ μέν ἐστι χρώματα, τὰ δὲ ἀνώνυμα, ὡς δὲ ἑνὶ ὀνόματι ὀνομάσαι οἱονεὶ χρῶμά τι ἔχοντα τὸ λαμπρόν.2 τὰ μὲν οὖν χρώματα μόνως ἐν ἡμέρᾳ ὁρᾶται, οὐδαμῶς δὲ ἐν νυκτί. τῶν δὲ λαμπρῶν τὰ μὲν ἐν νυκτὶ μόνως ὁρᾶται, τὰ δὲ ἐν ἡμέρᾳ μόνως, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. τὰ μὲν γάρ ἐστιν αὐτῶν ὑπέρλαμπρα, τὰ δὲ ἀμυδρῶς λαμπρά, τὰ δὲ μέσως. τὰ μὲν οὖν ἀμυδρὸν ἔχοντα τὸ λαμπρὸν μόνως ἐν νυκτὶ ὁρᾶται, οἷον πυγολαμπίδες καὶ λεπίδες καὶ τὰ ὅμοια· τούτων γὰρ ἐν ἡμέρᾳ τὸ λαμπρὸν οὐ φαίνεται, νικώμενον ὑπὸ τοῦ μείζονος· ἔτι δὲ καὶ ἀστέρων οἱ πλείους. τὰ δὲ μέσα καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, οἷον σελήνη καί τινα τῶν ἄστρων, οἷον ὁ ἑωσφόρος, ὅταν πρὸς τῷ ὁρίζοντι γίνηται ὁ ἥλιος καὶ αὐτὸς ὁ ἑωσφόρος περιγειότερος ᾖ. ἔτι δὲ καὶ πῦρ· τοῦτο γὰρ ὅσον δύναται ἀέρα τελειοῖ καὶ εἰς ἐνέργειαν ἄγει τὸ διαφανὲς αὐτοῦ, ὡς καὶ τὰ ἐν αὐτῷ χρώματα δεικνύναι, ἐν δὲ τῷ λοιπῷ ἑαυτὸ μὲν δείκνυσιν, ἐκείνου δὲ τὸ διαφανὲς οὐκ ἄγει εἰς ἐνέργειαν. ὅθεν αὐτὸ μὲν ὁρῶμεν πόρρωθεν ἐν σκότῳ ὄντες, οὐδὲν δὲ τῶν περὶ ἡμᾶς χρωμάτων.
“但并非所有的东西都在光中可见,而唯独各物的固有颜色[在光中可见]。” 在不久前说明了可见物既是颜色,也是在说明中可以言说但在单个名称上无名的事物,随后说明了颜色如何是可见的,即它是现实上的透明体的动因,并为此讨论了光——颜色正是于其中且透过它才是可见的——之后,他现在转向了颜色之外被看见的事物,即那些不是在光中可见的事物;因为这[在光中可见]是颜色的固有特性。并且他列举了这些事物是什么,例如菌类、角、鱼头与鳞片、所谓的萤火虫,以及简言之所有如火且发亮的事物。在这些事物中,有些唯独在夜间被看见,有些则在夜间和白天都被[看见]。总的来说,可见物有四种区别。因为它们中有些唯独在白天被看见,有些唯独在夜间[被看见],有些在夜间和白天都被[看见],还有些从本性上根本完全不能与黑暗共存。这些事物各是什么,从下文是清楚的。因为在可见物中,有些是颜色,有些是无名的,但若用一个名称来命名,可以说是具有发光作为某种颜色的事物。于是颜色唯独在白天被看见,而在夜间绝不[被看见]。但在发亮的事物中,有些唯独在夜间被看见,有些唯独在白天[被看见],有些则在夜间和白天都被[看见]。因为它们中有些是极度发亮的,有些是微弱发亮的,有些是中等发亮的。那些具有微弱光亮的事物便唯独在夜间被看见,例如萤火虫、鳞片及类似之物;因为在白天这些事物中的光亮显现不出来,被更大的[光]所压倒;而且多数恒星也是如此。而中等的事物在夜间和白天都被[看见],例如月亮和某些星辰,如晨星,当太阳接近地平线且晨星自身处于近地点时[在白天也被看见]。此外还有火;因为火在其能力所及的范围内完全实现空气并将其透明性引向现实,以至于也显明其中的颜色,而在其余的[空气]中它虽然显明自身,却没有把那部分[空气]的透明性引向现实。因此,当我们在黑暗中时,我们从远处看得见火自身,却看不见我们周围的任何颜色。
- 2.137τὰ δὲ ὅλως οὐδὲ συνυπάρχειν πέφυκε τῷ σκότῳ
可见物四分法中的第四项。结合后文可知,此处指“极度发亮的事物”(ὑπέρλαμπρα),如太阳,其临在本身即驱逐黑暗而构成白昼,故在本性上根本不能与黑暗共存。它与第一项(普通颜色之“仅在白天可见”)在此处形成了区分。
- 2.137ὡς δὲ ἑνὶ ὀνόματι ὀνομάσαι οἱονεὶ χρῶμά τι ἔχοντα τὸ λαμπρόν
不定式短语 ὡς ἑνὶ ὀνόματι ὀνομάσαι 为限制性/独立不定式用法(“若用一个名称来命名的话”)。中性复数主格分词 ἔχοντα 与前文主语 τὰ δέ 一致(与 ἀνώνυμα 并列),以 τὸ λαμπρόν 为直接宾语,以 οἱονεὶ χρῶμά τι 为宾语补足语(“具有光亮作为某种颜色”)。
