- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:345.14-346.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德关于中介(空气与透明体)为接纳颜色必须自身无色这一论题(418b26–31)展开阐释,解释了接纳体不应具有固有性质的缘由,探讨了对潜能上的透明体与黑暗之可见性的解释(包括亚历山大的观点),并说明了透明体的基底与光及黑暗的关系。
" Ἔστι δὲ χρώματος μὲν δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον." Δείξας ὅτι οὐκ ἔστι σῶμα τὸ φῶς, ἀλλ’ οἷον χρῶμα τοῦ ἀέρος, καὶ ὅτι ὁ ἀὴρ δέχεται τοῦτο ὡς ἀλλότριον χρῶμα, ἐπιφέρει νῦν οἰκεῖόν τι τοῖς εἰρημένοις ὅτι τὸ ὀφεῖλον δέξασθαι τὸ χρῶμα οὐ δεῖ αὐτὸ ἔχειν οἰκεῖον χρῶμα, ἐπεὶ τοῦτο ἐμμιγνύμενον οὐκ ἐᾷ εἰλικρινὲς εἶναι τὸ ἐγγινόμενον. δεῖ οὖν τὸν ἀέρα, εἰ μέλλοι διαπορθμευτικὸς εἶναι τῶν χρωμάτων ἢ τοῦ φωτὸς ἢ ψόφων ἢ ὀσμῶν αὐτὸν ἀχρωμάτιστον εἶναι καὶ ἄψοφον καὶ ἄοσμον, καὶ τοῦτο αἴτιον τοῦ διὰ τοῦ διαφανοῦς ὁρᾶσθαι τὰ χρώματα, τὸ αὐτὸ ἄχρουν εἶναι καὶ κατὰ τὴν οἰκείαν φύσιν.1 ὅθεν καὶ ἐν τοῖς διαφανέσι τῶν λίθων, ἐν οἷς μὲν ἂν σφοδρότερον ὑπάρχει χρῶμα οἷον μέλαν ἢ ἐρυθρόν, ἐμποδιζομένην ὁρῶμεν τὴν διαφάνειαν, ἐν οἷς δὲ οὐχ ὑπάρχει τοιοῦτον, ἧττον ἐμποδιζομένην καὶ μᾶλλον ὁρώμενα τὰ δι’ αὐτῶν ὁρώμενα. διόπερ διὰ μὲν λευκῆς ὑέλου ἀκριβῶς ὁρῶμεν, διότι ἐγγὺς ἄχρους ἡ τοιαύτη, διὰ δὲ τῆς ἕτερον χρῶμα ἐχούσης κατὰ τὴν ἀναλογίαν τοῦ χρώματος· καὶ διαφάνεια γάρ ἐστι καὶ τὰ ἄλλα χρώματα διαπορθμεύεται ἢ μᾶλλον ἢ ἧττον.
“而接纳颜色的乃是无色的东西,接纳声音的乃是无声的东西。” 在表明了光不是物体,而可以说是空气的颜色,并且空气将光作为外来的颜色接纳之后,他现在在所说的内容之后补充了相合的道理:应当接纳颜色的东西自身绝不可具有固有颜色,因为固有颜色混杂在其中就不容许生成于其中的颜色保持纯净。因此,空气如果将要成为颜色或光、声音或气味的传递者,它自身就必须是没有颜色的、没有声音的、没有气味的;而颜色能够透过透明体被看见的原因正是这一点,即它自身依照其固有的本性也是无色的。因此,在透明的宝石中,凡具有较强颜色(如黑色或红色)的,我们看到其透明性受阻;而在不具有这种颜色的宝石中,受阻就较少,透过它们所看到的东西也被看得更清楚。正因如此,透过透明的玻璃我们能准确地看,因为这样的玻璃近乎无色;而透过具有其他颜色的玻璃,我们[看]的程度则与那种颜色成比例;因为既存在透明性,其他颜色也或多或少地被传递。
"Ἄχρουν δ’ ἐστὶ τὸ διαφανὲς καὶ ἀόρατον ἢ τὸ μόγις ὁρώμενον." Εἰπὼν ὅτι 〈τὸ〉 δεκτικὸν καὶ διαπορθμευτικὸν τῶν χρωμάτων ἄχρουν δεῖ εἶναι, τί ποτέ ἐστι τοῦτο τὸ ἄχρουν ἐπήγαγε· τὸ γὰρ δυνάμει, φησί, διαφανές, ὅπερ ἢ ἀόρατόν ἐστιν ἢ μόγις ὁρᾶται μὴ παραγενομένου τοῦ χρώματος αὐτῷ· τοῦτο δέ ἐστι τὸ φῶς. οἷον ἀέρος διαφανοῦς ὄντος καθ’ αὐτὸν δυνάμει, καὶ ὄντος οἷον χρώματος αὐτοῦ τοῦ φωτός, ὅταν μὴ παρῇ τὸ φῶς, ἢ οὐδὲ ὅλως ὁρᾶται, ὡς ἐν τῷ μεσονυκτίῳ, ἢ μόγις καὶ ἀμυδρῶς, ὡς εἰς τὸ λυκόφως· τότε γὰρ ἀμυδρῶς καὶ φωτίζεται ὁ ἀὴρ καὶ ὁρᾶται, οὔπω τελείως γενόμενος διαφανής. ἢ οὖν οὕτω τὸ μόγις ὁρώμενον ἐκληπτέον, ἢ ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ, ἐπὶ τοῦ αὐτοῦ τὸ ἀόρατον ἢ τὸ μόγις ὁρώμενον,2 λέγω δὴ τοῦ ἐσκοτισμένου πάντῃ ἀέρος, ἐπεὶ δοκεῖ πως καὶ τὸ σκότος ὑπὸ τῆς ὄψεως κρίνεσθαι, εἰ δὲ τοῦτο, καὶ ὁρᾶσθαι. γνωρίζεται δὲ ὑπὸ τῆς ὄψεως τὸ σκότος, ὡς πολλάκις εἴρηται, κατὰ ἀπόφασιν τῇ στερήσει τοῦ φωτὸς καὶ τῶν ὁρατῶν· ἑκάστη γὰρ αἴσθησις κατὰ συμβεβηκὸς καὶ τῆς στερήσεως τῶν ἰδίων αἰσθητῶν ἀντιλαμβάνεται. διὰ τοῦτο καὶ μόγις ὁρώμενον εἶπεν, διότι οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ὁρατόν. σκοτεινὸν δὲ λέγει τὸ ἐσκοτισμένον.
“而无色的乃是透明体以及不可见的或勉强可见的东西。” 在说明了接纳并传递颜色的东西必须是无色之后,他又接着指明这无色的东西究竟是什么:他说,因为它是潜能上的透明体,当颜色没有临在于它时,它或者是不可见的,或者是勉强可见的;而这[临在的颜色]就是光。例如,当空气就其自身而言是潜能上透明的,而光可以说是它的颜色时,一旦光不临在,空气或者根本不可见(如在半夜),或者勉强而微弱地可见(如在黄昏黎明之际);因为那时空气既微弱地被照亮也被看见,尚未完全变成透明的。因此,或者应当这样来理解“勉强可见的东西”;或者如亚历山大所认为的那样,“不可见的或勉强可见的东西”是就同一种事物而言的,我指的是完全变暗了的空气,因为黑暗似乎在某种程度上也被视觉所判定,而如果是这样,也就被看见了。正如屡次所说的那样,黑暗是通过否定依照光与可见物的缺失而被视觉所认识的;因为每种感觉在偶性上也把握其自身固有的感觉对象的缺失。为此他也说了“勉强可见的”,因为它是偶性上而非就其自身而言可见的。而他说的“黑暗的”是指被弄暗了的东西。
"Ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ἐστιν." Ἡ αὐτὴ φύσις τοῦ διαφανοῦς, τουτέστιν αὐτὸ τὸ ὑποκείμενον, καὶ φωτός ἐστι δεκτικὸν καὶ σκότους. φῶς δὲ εἶπεν τὸ ἐνεργείᾳ διαφανὲς καὶ σκότος τὸ δυνάμει. ἔστι γὰρ ὥσπερ χρώματα αὐτοῦ ταῦτα· ὡς οὖν χιὼν λευκὴ λέγεται ὡς λευκότητα ἔχουσα, οὕτω καὶ λέγεται * * ἐπεὶ καὶ ὁ ἀνδριὰς αὐτὸ τοῦτο ἀνδριὰς λέγεται καὶ οὐ χαλκός. οὕτω δὲ καὶ ἐν τῇ συνηθείᾳ τὸν τόπον τὸν ἡλίου μετέχοντα ἥλιον λέγομεν· θὲς γάρ, φαμέν, εἰς τὸν ἥλιον. καὶ αὐτὸς δὲ οὕτως εἶπεν.
“因为同一种本性有时是黑暗,有时是光。” 透明体的同一种本性,即基底本身,既能接纳光也能接纳黑暗。而他把现实上的透明体称为光,把潜能上的称为黑暗。因为这些可以说是它的颜色;正如雪因具有白而被称作白的一样,同样也称作……因为雕像也正是被称为这个,即“雕像”,而不被称为青铜。在我们的习惯用法中也是如此,我们把分有太阳的地方称为“太阳”;因为我们说,“把它放在太阳底下”。而他自己也是这样说的。
- 2.134τὸ αὐτὸ ἄχρουν εἶναι καὶ κατὰ τὴν οἰκείαν φύσιν
带冠词的不定式短语 τὸ ... εἶναι 起同位解释作用,具体阐明前文 τοῦτο αἴτιον(“这是原因”)中指示代词 τοῦτο 的实际内容。
- 2.135ἐπὶ τοῦ αὐτοῦ τὸ ἀόρατον ἢ τὸ μόγις ὁρώμενον
此处承接前文省略了谓语动词(如 ἐκληπτέον“应当理解为”或 λέγεσθαι“是指”)。依照亚历山大的解法,并非二选一,而是将“不可见的或勉强可见的”两项同指同一个对象(完全处于黑暗中的空气)。
