← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§343.30-345.13

光非物体的证明与对恩培多克勒的反驳

斐洛庞努斯注疏了亚里士多德《论灵魂》卷二第七章(418b17–20),解释了证明光不是物体的论据:包括两个物体不可能在同一处所共存、光是与作为缺失的黑暗相对立的状态或非物体形式,以及对恩培多克勒关于光在时间中跨越空间运移之说的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.131

" Οὔτε γὰρ δύο σώματα δυνατὸν ἐν τῷ αὐτῷ ἅμα εἶναι." Εἰπὼν γὰρ ὅτι 〈οὐ〉 σῶμα τὸ φῶς προστίθησι καὶ τὴν ἀπόδειξιν· οὐ γὰρ δυνατόν, φησί, δύο σώματα ἐν τῷ αὐτῷ εἶναι. ὅτι δὲ ἀδύνατον, διὰ πλειόνων δείκνυται. εἰ γὰρ δυνατὸν ἦν σῶμα διὰ σώματος χωρεῖν, ὡς αὐτὸς ἐν ἄλλοις λέγει, γένοιτο ἂν ἐν κυάθῳ ἡ θάλασσα, καὶ ἐν κέγχρῳ ὁ οὐρανός. εἰ γὰρ ὁ κύαθος τοῦ ὕδατος ἐδέξατο ἐν τῷ αὐτῷ τόπῳ ἕτερον κύαθον, δέξεται καὶ τρίτον καὶ τέταρτον καὶ ἀπείρους. εἰ γὰρ ὅλως δύο σώματα ὁ αὐτὸς τόπος τοῦ ἑνὸς ἐχώρησε,1 διὰ τί μὴ καὶ πλείω ἢ ἄπειρα; καὶ οὕτως ἂν ἐν κυάθῳ ἡ θάλασσα γένοιτο ἄν. εἰ δὲ μὴ οἷόν τε σῶμα διὰ σώματος χωρῆσαι, χωρεῖ δὲ τὸ φῶς διὰ τοῦ ἀέρος, οὐκ ἂν εἴη σῶμα. εἰ δέ τις εἴποι ὅτι ἐν τοῖς πόροις χωρεῖ τοῦ ἀέρος, μάλιστα μὲν ἄτοπον· τὸ γὰρ κενὸν εἰσάξει· χωρισθὲν γὰρ τοῦ ἀέρος κενὸν καταλείψει τὸν τόπον ἐν ᾧ ἦν. ἔπειτα ἔδει παχύτερον γίνεσθαι τὸν ἀέρα καὶ πυκνότερον τῇ πληρώσει τῶν πόρων· νῦν δὲ λεπτότερος γίνεται τῇ τοῦ φωτὸς παρουσίᾳ.

“因为两个物体不可能同时存在于同一个[处所]中。” 因为在说明了光不是物体之后,他又补充了证明:他说,因为两个物体不可能存在于同一个[处所]中。而这是不可能的,已通过多种论据得到证明。因为正如他自己在其他地方所说的那样,如果物体能够穿过物体而行,那么大海就会进入一个量杯之中,整个天宇也会进入一颗粟粒之中。因为如果装满水的一个量杯在同一处所中接纳了另一个量杯,它也就会接纳第三个、第四个以及无数个。因为如果同一个原本容纳一个[物体]的处所完全容纳了两个物体,为什么不能容纳更多或无数个呢?这样一来大海就会进入一个量杯之中了。但如果物体不可能穿过物体而行,而光却穿过空气而行,那么[光]就不会是物体。如果有人说光是在空气的孔隙中行进,这首先是荒谬的;因为这会引入虚空;因为当它与空气分离时,它将使其所在的处所留为空虚。其次,由于孔隙被填满,空气本应当变得更稠且更致密;但实际上由于光的临在,[空气]反而变得更稀薄了。

§2.132

"Δοκεῖ τε τὸ φῶς ἐναντίον εἶναι τῷ σκότῳ· ἔστι δὲ ὁ σκότος στέρησις τῆς τοιαύτης ἕξεως ἐκ διαφανοῦς." Ἡ ἐπιχείρησις ἐκ τοῦ ἐναντίου ὅτι οὐκ ἔστι τὸ φῶς σῶμα. εἰ γὰρ τὸ σκότος ἀντίκειται τῷ φωτί, τὸ δὲ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ στέρησις φωτός (οὐ γὰρ γινομένου τινὸς ἐν τῷ ἀέρι γίνεται τὸ σκότος, ἀλλὰ μόνον τῇ τοῦ φωτὸς ἀπουσίᾳ), τὸ δὲ ἀντικείμενον τῇ στερήσει ἕξις ἐστί, τὸ φῶς ἄρα ἕξις ἐστὶ τῆς τοιαύτης δυνάμεως ἐν τῷ διαφανεῖ, καὶ οὐ σῶμα. ὡς δὲ ἤδη εἴπομεν, κἂν ἐναντίον τις εἴποι τῷ φωτὶ τὸ σκότος, πᾶσα ἀνάγκη μὴ εἶναι αὐτὸ σῶμα, ἐπειδὴ τῇ οὐσίᾳ οὐδὲν ἐναντίον.2 ἀλλὰ κἂν στέρησίν τις εἴποι τὸ σκότος φωτός, ἀντικεῖσθαι δ’ αὐτῷ τὸ φῶς ὡς εἶδος κατὰ τὰ ἐν τῇ Φυσικῇ εἰρημένα, καὶ οὕτως οὐ σῶμα· πᾶν γὰρ εἶδος ἀσώματον. καὶ γὰρ αὐτὸ τὸ τοῦ σώματος εἶδος τὸ τριχῇ διαστατὸν εἴ γε πᾶσιν ἐφαρμόζει τοῖς κατὰ μέρος σώμασιν, οὐκ ἂν εἴη σῶμα. εἰ γὰρ ἦν σῶμα, ὡρισμένον τι μέγεθος εἶχεν· οὕτω δὲ οὐκ ἂν ἐφήρμοσεν ὁμοίως καὶ τῷ πηχυαίῳ καὶ τῷ δακτυλιαίῳ σώματι καὶ τοῖς λοιποῖς. ὥστε ἀνάγκη αὐτὸ καθ’ αὑτὸ τὸ τοῦ σώματος εἶδος ἀσώματον εἶναι· τόδε γὰρ τὸ σῶμα τὸ ἐξ ὕλης ἐστὶ συγκείμενον καὶ τοῦ εἴδους. ὥστε εἰ καὶ τὸ φῶς εἶδός ἐστιν ἐν τῷ διαφανεῖ (καὶ γὰρ τὸ σκότος στέρησις), ἀνάγκη αὐτὸ μὴ εἶναι σῶμα.

“而且光似乎与黑暗相反;而黑暗则是透明体中这样一种状态的缺失。” 这是从相反者出发证明光不是物体的论证。因为如果黑暗与光相对立,而黑暗又无非是光的缺失(因为黑暗不是由于空气中生成了什么东西而生成,而纯粹是由于光的缺席),并且与缺失相对立的是状态,那么光就是透明体中这样一种潜能的状态,而不是物体。但正如我们已经说过的,即使有人称黑暗是光的相反者,它也完全必然不是物体,因为实体没有任何相反者。然而,即使有人称黑暗是光的缺失,并按照《物理学》中所说的称光作为形式与它相对立,即便如此它也不是物体;因为一切形式都是非物体的。事实上,即使物体的形式本身——即在三维上具有广延者——如果它确实适用于所有个别物体,它也不会是物体。因为如果它是物体,它就会具有某种限定的大小;这样它就不会同等地既适用于一肘长的物体,又适用于一指大的物体以及其余物体了。因此,物体的形式本身就其自身而言必然是非物体的;因为个别的这个物体是由质料和形式复合而成的。所以,如果光也是透明体中的形式(因为黑暗确实是缺失),它必然不是物体。

§2.133

"Καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς ἢ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ γιγνομένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος.3" Δείξας ὅτι οὐκ ἔστι σῶμα τὸ φῶς ἐγκαλεῖ τοῖς οὕτως ὑπειληφόσιν, ὧν ἐστι καὶ Ἐμπεδοκλῆς, ὃς ἔλεγεν ἀπορρέον τὸ φῶς σῶμα ὂν ἐκ τοῦ φωτίζοντος σώματος γίνεσθαι πρῶτον ἐν τῷ μεταξὺ τόπῳ τῆς τε γῆς καὶ τοῦ οὐρανοῦ, εἶτα ἀφικνεῖσθαι πρὸς ἡμᾶς, λανθάνειν δὲ τὴν τοιαύτην αὐτοῦ κίνησιν διὰ τὴν ταχυτῆτα. τοῦτο δέ, φησί, καὶ παρὰ τὸν λόγον ἐστὶ καὶ παρὰ τὰ φαινόμενα. οὔτε γὰρ ὁρᾶται κινούμενον καὶ οὕτως ἀφικνούμενον πρὸς ἡμᾶς, καὶ τὸ ἀνεπαίσθητον λέγειν τὴν κίνησιν ἐν μικρῷ μὲν διαστήματι κἂν δοίη τις, τὸ δὲ ἀπ’ ἀνατολῆς ἐπὶ δυσμὰς κινεῖσθαι ἀνεπαισθήτως τῷ ὄντι μέγα λίαν αἴτημα. δι’ ὧν δὲ ἀντιλέγει πρὸς Ἐμπεδοκλέα δείκνυσι πάλιν ὅτι οὐκ ἔστι σῶμα τὸ φῶς. εἰ γὰρ ἦν σῶμα, κινήσεως αὐτῷ ἔδει, ἵνα ἔλθῃ πρὸς ἡμᾶς· εἰ δὲ κινήσεως, καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. νῦν δ’ ἅμα φωτίζεται καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζοντος ὄντα. παράλογον γάρ, ὡς ἤδη εἶπον, τὸ λέγειν ὅτι τοσαύτη κίνησις ἀνεπαίσθητος γίνεται. τὸ δὲ καὶ εἴ τις ἄλλος εἴρηκεν οὕτως τείνοι ἂν πρὸς Πλάτωνα· δοκεῖ γὰρ καὶ αὐτὸς ἐν τῷ Τιμαίῳ καὶ σῶμα αὐτὸ λέγειν καὶ κατὰ ἀπόρροιαν πρὸς ἡμᾶς ἰέναι.

“恩培多克勒或任何其他这样说过的人都是不正确的,即仿佛光在运移并在某一时刻生成于大地与包围物之间,却避开了我们的注意。” 在表明了光不是物体之后,他谴责了那些如此设想的人,其中就包括恩培多克勒,后者曾说:光作为从发光物体中流出的物体,首先生成于大地与天宇之间的处所,然后抵达我们这里,但它的这种运动因其快速而避开了我们的注意。他说,但这既违背理性,又违背显现的事实。因为既看不见它在运动并如此抵达我们这里,而且把运动说成不可察觉,在微小的距离中或许有人会承认,但要说它不可察觉地从东方运动到西方,这实在是过分巨大的要求。而且,通过反驳恩培多克勒的这些论据,他再次表明光不是物体。因为如果它是物体,它就需要运动才能到达我们这里;而如果需要运动,也就需要时间;因为一切运动都在时间中。但实际上,靠近发光物者与远离发光物者是同时被照亮的。因为正如我已经说过的,说如此巨大的运动变得不可察觉是悖理的。至于“以及任何其他这样说过的人”这句话,可以指向柏拉图;因为他自己似乎在《蒂迈欧篇》中既称光为物体,又说它是依照流出而走向我们这里的。

语法注3 条
  1. 2.131ὁ αὐτὸς τόπος τοῦ ἑνὸς ἐχώρησε

    动词 χωρέω 虽常作不及物动词表示“行进、穿过”,在此处则作及物动词表示“容纳、包含”,主语是 ὁ αὐτὸς τόπος,宾语是 δύο σώματα。属格 τοῦ ἑνὸς 依附于 τόπος,意为“一个[物体]的处所”。

  2. 2.132πᾶσα ἀνάγκη μὴ εἶναι αὐτὸ σῶμα, ἐπειδὴ τῇ οὐσίᾳ οὐδὲν ἐναντίον

    在带不定式的宾格结构 μὴ εἶναι αὐτὸ σῶμα 中,代词 αὐτό 是作为主语宾格,指涉争论的主题“光”(或包含黑暗在内的对立项)。从属原因从句“因为实体没有任何相反者”以《范畴篇》的基本命题为前提,直接奠定了主句“不可能是物体”的结论。

  3. 2.133ὡς φερομένου τοῦ φωτὸς καὶ γιγνομένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος

    这是由连词 ὡς 引导的属格绝对结构(分词 φερομένου、γιγνομένου、λανθάνοντος 与主语 τοῦ φωτὸς 一致),用以引出前面 εἴρηκεν 所指的恩培多克勒等人的主张内容。其中的 δέ 连接了与前两个分词相对照的状况(“却避开我们的注意”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:343.30-345.13