- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:342.17-343.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论灵魂》418b11–418b13,阐明光并非严格意义上的颜色,而是使潜在的透明体现实化的“仿佛的颜色”,并论证透明体与光既非物体亦非火的流出物,而是发光体的非物体性临在与现实活动。
" Τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα." Ἀνωτέρω χρῶμα εἰπὼν τὸ φῶς (διαφανὲς γάρ, φησί, λέγω ὅ ἐστιν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ δι’ ἀλλότριον χρῶμα τὸ φῶς) ἄνω οὖν ἀπροσδιορίστως χρῶμα εἰπὼν τὸ φῶς, ἐνταῦθα προσδιαρθροῖ τὸν λόγον εἰπὼν ὅτι οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς τὸ φῶς·1 οὐ γὰρ χρῶμα, ἀλλ’ οἷον χρῶμα. ὅτι [οὐ] γὰρ μὴ ἁπλῶς χρῶμά ἐστι τοῦ διαφανοῦς τὸ φῶς, ἐδήλωσεν ἔτι προσθεὶς ὅταν ᾖ ἐντελεχείᾳ· ἀεὶ μὲν γάρ ἐστι διαφανές, οὐκ ἀεὶ δὲ φῶς ἔχει· ὥστε οὐκ ἐν τῇ φύσει αὐτοῦ ὡς χρῶμα τοῦ διαφανοῦς, ἀλλὰ κατ’ ἀναλογίαν οἷον χρῶμα. ὡς γὰρ τὰ ὁρατὰ διὰ τὸ ἔχειν χρῶμα ὁρατὰ γίνεται, οὕτω καὶ τὸ διαφανὲς ὅταν ἔχῃ φῶς, ὁρατὸν γίνεται. ἐπεὶ οὖν μὴ ἔχει οἰκεῖον χρῶμα τὸ διαφανὲς ἀλλὰ ἀλλότριον, εὐλόγως προστίθησι παρὰ τίνος τοῦτο ἔχει· τῇ γὰρ τοῦ πυρὸς παρουσίᾳ ἢ τοῦ ἄνω σώματος ἡλίου καὶ σελήνης καὶ ἀστέρων. καὶ γὰρ τούτῳ ὑπάρχει ἓν καὶ ταὐτόν. τῷ γὰρ πυρὶ καὶ τῷ ἄνω σώματι ἡλίου καὶ σελήνης ἓν καὶ ταὐτὸν ὑπάρχει τὸ φωτιστικόν, καθὸ εἰς ἐνέργειαν ἄγει καὶ τελειοῖ τὸ διαφανὲς ἑκάτερον αὐτῶν. ὥσπερ οὖν καὶ τὸ διαφανὲς ἓν καὶ ταὐτὸν ὂν ὑπῆρχε πλείοσι διαφόροις κατ’ οὐσίαν, οὕτω καὶ τὸ φῶς, εἰ καὶ διάφορα τὰ μέτρα καὶ τῆς διαφανείας καὶ τοῦ φωτός. καὶ γὰρ τὰ μὲν παρ’ ἡμῖν διαφανῆ ποτὲ μὲν δυνάμει, ποτὲ δ’ ἐνεργείᾳ εἰσὶ διαφανῆ, τὰ μέντοι οὐράνια ἀεὶ ἔχουσιν ἐνεργείᾳ τὸ διαφανές· ἀεὶ γὰρ ὑπὸ τοῦ ἡλίου φωτίζονται. δέδεικται γὰρ ὅτι ἡ τῆς γῆς σκιὰ εἰ καὶ φθάνει μέχρι τῆς σεληνιακῆς σφαίρας ἢ καὶ τῆς τοῦ Ἑρμοῦ, ἀλλ’ οὖν πάνυ μικρὸς τόπος ἐστὶν ὁ σκιαζόμενος· κατὰ γὰρ τὴν κορυφὴν ἑαυτοῦ ὁ κῶνος προσβάλλων τῇ σεληνιακῇ σφαίρᾳ ἢ καὶ τῇ τοῦ Ἑρμοῦ ἐλάχιστον πάνυ μόριον σκιάζει.
“光是透明体仿佛的颜色,每当[透明体]因火或诸如上方物体之类的东西而在现实态中成为透明时。” 他在前面把光称为颜色(因为他说:“我所说的透明体是指那种不是凭自身,而是通过一种外来的颜色即光而成为可见的东西”),那么,他在前面不加限定地把光称为颜色,而在这里则进一步明确其论述,说光是透明体“仿佛的颜色”;因为它不是颜色,而是仿佛颜色。因为他通过进一步补充“每当在现实态中时”而表明,光绝非径直是透明体的颜色;因为透明体始终是透明的,却并不始终具有光;因此光并不是作为透明体的颜色存在于其本性中,而是按类比仿佛是颜色。正如可见之物通过具有颜色而成为可见的一样,透明体每当具有光时,也就成为可见的。因此,既然透明体并不具有固有颜色而是具有外来的颜色,他合乎情理地补充了透明体从何处获得这种颜色:即因火的临在,或上方物体即太阳、月亮和诸星辰的临在。实际上,在这一点上也存在着一个且相同的东西。因为对于火以及太阳和月亮等上方物体来说,存在着一个且相同的发光因素,就它们各自将透明体引导至现实活动中并使之完全而言。因此,正如透明体虽为一个且相同者,却属于在实体上相异的多个事物,光同样也是如此,即使透明性与光的程度各不相同。因为我们身边的透明体有时在潜能中,有时在现实活动中是透明的,然而天体却始终在现实活动中保持透明;因为它们始终被太阳所照亮。实际上已被证明的是,即使大地的阴影抵达月球天球甚至赫耳墨斯天球,被遮蔽的地方也是极小的;因为圆锥体以自身的顶点触及月球天球甚至赫耳墨斯天球,所遮蔽的只是极微小的一部分。
"Τί μὲν οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται, ὅτι οὔτε πῦρ, οὔτε ὅλως σῶμα." Οὔτε γὰρ τὸ διαφανὲς σῶμα, διότι ἐν σώματι (ἐν ὕδατι γὰρ ἢ ἐν ἀέρι ἢ τινι τοιούτῳ, ἅπερ σώματά ἐστι), σῶμα δ’ ἐν σώματι εἶναι ἀδύνατον, ἀλλ’ οὐδὲ τὸ φῶς σῶμα, εἴ γε ἐντελέχεια καὶ εἶδός ἐστι τοῦ διαφανοῦς· εἴη γὰρ ἂν καὶ οὕτω σῶμα ἐν σώματι, εἴ γε τὸ μὲν διαφανὲς ἐν σώματι, τοῦ δὲ τελειότης καὶ εἶδος τὸ φῶς. εἰ δὲ μὴ σῶμα, οὐδὲ πῦρ οὐδὲ πυρὸς ἀπορροή, ὡς ἐν τῷ Τιμαίῳ δοκεῖ λέγειν ὁ Πλάτων, ὃν καὶ αἰνίττεται ἐν τούτοις· εἴη γὰρ ἂν καὶ οὕτω σῶμα· ἡ γὰρ τοῦ σώματος ἀπορροὴ σῶμά ἐστιν. ἄλλως τε εἰ μὴ μόνον φωτίζει τὸ πῦρ ἀλλὰ καὶ ἕτερα, οὐκ ἂν εἴη πυρὸς ἀπορροὴ τὸ φῶς. ἀπορροὴν δὲ ἐπὶ τῶν οὐρανίων φωστήρων ἐπινοεῖν εὔηθες· ἐν οἷς γὰρ ἡ ἀπορροή, ἐν τούτοις χρεία καὶ τῆς ἐπιρροῆς, αὔξησίς τε καὶ μείωσις ἐν τούτοις θεωρεῖται. εἰ δὲ μηδὲν τούτων ἐν τοῖς οὐρανίοις, ἀνάγκη μηδὲ κατὰ ἀπορροὴν σωμάτων τὸν φωτισμὸν αὐτὰ ποιεῖσθαι. εἰ δὲ μὴ ἀπορροὴ σώματος τὸ φῶς, οὐ σωμάτων ἀπορροὴν λέγει, ἀλλ’ ὅπερ ὁ Ἀριστοτέλης φησὶν ἐκπομπὰς καὶ ἐνεργείας, τοῦτο ἐκεῖνος ἀπορροὴν εἶπεν.2 ἀλλὰ πυρὸς ἢ [τι] τοιούτου τινὸς παρουσία ἐν τῷ διαφανεῖ, οὐχ ὡς ἐγγινομένου τοῦ πυρὸς ἐν τῷ διαφανεῖ (οὐ γὰρ τὸ διαφανὲς ἐν ἑαυτῷ δεξάμενον τὸ πῦρ οὕτω γίνεται ἐνεργείᾳ διαφανές) ἀλλὰ κατὰ κοινωνίαν δυνάμεως ἀσωμάτου. ὄντος γὰρ ἀπὸ διαστήματος τοῦ πυρὸς τὸ ἐπ’ εὐθείας ὂν αὐτῷ διαφανὲς φωτίζεται. παρουσίαν τὴν ἐκ τῆς συνόδου σχέσιν γενομένην τοῦ πυρὸς πρὸς τὸ διαφανὲς εἴρηκεν,3 ὡσανεὶ ἔλεγε τὸν δεξιὸν γίνεσθαι δεξιὸν ἀριστεροῦ παρουσίᾳ.
“因此,透明体是什么以及光是什么,已经说明了:即它既不是火,也根本不是物体。” 因为透明体不是物体,因为它存在于物体中(存在于水或空气或某种诸如此类的东西中,而这些都是物体),而物体存在于物体中是不可能的;光也不是物体,如果它确实是透明体的完全现实态和形式;因为这样一来也会出现物体存在于物体中,如果透明体确实存在于物体中,而光是这后者的完全态和形式。如果它不是物体,它也就既不是火,也不是火的流出物,正如柏拉图在《蒂迈欧篇》中似乎所说的那样——亚里士多德在这些话中也正是在暗指他;因为这样一来它也同样会是物体;因为物体的流出物就是物体。此外,如果不唯独火发光而且其他东西也发光,光就不会是火的流出物。而在天体发光体上设想流出是愚蠢的;因为凡有流出的地方,在这些地方也就需要流入,并且在其中可以观察到增多与减少。但如果在天体中这些全都不存在,它们也就必然不是依照物体的流出而产生照明。如果光不是物体的流出,他[柏拉图]所说的便不是物体的流出,而是亚里士多德所称的发射和现实活动,那个人将此称为流出。相反,[光是]火或某种诸如此类的东西在透明体中的临在,这并不是说火在透明体中生成(因为透明体并非由于将火接纳于自身中而如此在现实活动中成为透明),而是依照对非物体能力的共有。因为当火位于一定距离之外时,与其成直线的那部分透明体便被照亮。他把火与透明体的交合中所产生的关系称为“临在”,正如他如果说右边的东西是由于左边之物的临在而成为右边的一样。
- 2.129ὅτι [οὐ] γὰρ μὴ ἁπλῶς χρῶμά ἐστι τοῦ διαφανοῦς τὸ φῶς
文本校勘中放入方括号的 οὐ 被视作赘词或与后文 μή 重叠的传抄讹误;在句法上,ὅτι... μὴ ἁπλῶς... 构成主动词 ἐδήλωσεν 所支配的名词性宾语从句(“他表明光绝非径直是……”)。
- 2.130εἰ δὲ μὴ ἀπορροὴ σώματος τὸ φῶς, οὐ σωμάτων ἀπορροὴν λέγει, ἀλλ’ ὅπερ ὁ Ἀριστοτέλης φησὶν ἐκπομπὰς καὶ ἐνεργείας, τοῦτο ἐκεῖνος ἀπορροὴν εἶπεν
在条件从句 εἰ δὲ μὴ... 之后的归结句中,动词 λέγει 省略的主语是柏拉图,与后面的代词 ἐκεῖνος 相呼应。菲洛波诺斯在此对柏拉图的“流出”作了调和式解读,认为它并非物体的微粒散发,而是相当于亚里士多德所说的“发射与现实活动”。
- 2.130παρουσίαν τὴν ἐκ τῆς συνόδου σχέσιν γενομένην τοῦ πυρὸς πρὸς τὸ διαφανὲς εἴρηκεν
动词 εἴρηκεν 支配的双宾格结构:τὴν ἐκ τῆς συνόδου σχέσιν γενομένην... 为直接宾语宾格,παρουσίαν 为补足语谓词宾格,意为“[亚里士多德]把火与透明体交合中所产生的关系称为‘临在’”。
