← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§340.37-342.16

听觉类比与作为光之缺失的黑暗

菲洛波庞借助听觉的类比结束了对亚里士多德在距离疑难上立场的辩护,继而阐释了关于潜在透明体中存在黑暗的引文,论证了黑暗是光的缺失或相反者,并由此证明了光是非物体的形式或现实活动而非物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128#12

καίτοι εἰ καὶ αὐτὸς ὁ ψοφῶν ἀὴρ παρὰ τὸ αἰσθητήριον παρεγένετο, ἔτι μᾶλλον 〈ἂν〉 συνηγωνίζετο τῷ προκειμένῳ.1 πόθεν γὰρ τοῦ ψοφοῦντος φοιτῶντος παρὰ τὸ αἰσθητήριον αἰσθανόμεθα, εἴτε πόρρω ἐστὶ τὸ ψοφοῦν; ὥστε εἰ καὶ τὴν αἰτίαν τοῦ τοιούτου ἀποδοῦναι μὴ δύναταί τις, ἀλλ’ οὖν ὅτι οὐκ ἐκ τούτου ἐλέγχεται ἡ Ἀριστοτέλους περὶ τῶν ὁρατῶν ὑπόθεσις, ἱκανῶς τὸ κατὰ τοὺς ψόφους δείκνυσί γε· καὶ ἐπὶ τούτων ἡ διηχὴς τοῦ ἀέρος δύναμις ἀπαγγέλλει τῷ αἰσθητηρίῳ τοὺς ψόφους, μηδενὸς ἐκ τοῦ αἰσθητηρίου ἐξιόντος, καὶ ὅμως εἴτε πόρρω ἐστὶ τὸ ψοφοῦν εἴτε ἐγγὺς αἰσθανόμεθα, εἴτε ἔμπροσθεν εἴτε ὄπισθεν. Δυνάμει δὲ ἐν οἷς τοῦτό ἐστι, καὶ τὸ σκότος. ἐπειδὴ γὰρ οὐκ ἀεὶ τὸ διαφανὲς ἐνεργείᾳ ἐστὶ διαφανές (διαφανὲς δὲ λέγω τὸ παρ’ ἡμῖν· τὸ γὰρ οὐράνιον ἀεὶ ἐστι διαφανές), ἐν οἷς ἐστι τὸ δυνάμει διαφανές, ἐν τούτοις ἐξ ἀνάγκης [εἶναι] καὶ τὸ σκότος· πρὸ γὰρ τοῦ ἐνεργείᾳ γενέσθαι διαφανὲς σκότος ἐστί. τὸ γὰρ δυνάμει ὂν ἔτι κατὰ τὴν τοιαύτην δύναμιν, λέγω δὴ τὴν πρώτην, ἐν στερήσει ἐστὶ τοῦ οὗ δύναται· στέρησις δὲ φωτὸς σκότος ἐστίν. ὧν οὖν ἡ παρουσία τὸ φῶς ποιεῖ ἐν τῷ δυνάμει διαφανεῖ, τούτων ἡ ἀπουσία στέρησιν τοῦ φωτὸς ποιεῖ ἐν τῷ αὐτῷ τούτῳ· στέρησις δὲ φωτὸς σκότος ἐστίν. ὥσπερ οὖν ἡ μὲν ὄψις εἶδός τί ἐστιν, ἡ δὲ τούτου ἀπουσία οὐκ εἶδός τι ἄλλο ἐπιφέρει, ἀλλὰ στέρησιν μόνον τῆς ὄψεως, καὶ τοῦτό ἐστιν ἡ τυφλότης, καὶ ὥσπερ ἡ ἀπουσία τοῦ κυβερνήτου καταδύει τὴν ναῦν μηδενὸς ἄλλου εἴδους ἐπιγενομένου ἐν τῇ νηί, ἀλλὰ στερήσεως μόνον τοῦ κυβερνήτου, οὕτω καὶ ἡ ἀπουσία τοῦ φωτὸς ἐξ ἀνάγκης σκότος ἐστί. εἰ δὲ τὸ μὲν φῶς ἀντίκειται τῷ σκότῳ, ἔστι δὲ τὸ σκότος στέρησις, τὸ φῶς ἐξ ἀνάγκης εἶδός ἐστι· τῇ γὰρ στερήσει τὸ εἶδος ἀντίκειται κατὰ τὰ ἐν τῇ Φυσικῇ εἰρημένα. εἰ δὲ εἶδος τὸ φῶς, τὰ δὲ εἴδη ἀσώματα (σῶμα γὰρ τὸ ἐξ εἴδους καὶ ὕλης), δῆλον ἄρα ὅτι οὐ σῶμα τὸ φῶς. εἰ δέ τις καὶ μὴ βούληται τὸ φῶς ἀντικεῖσθαι τῷ σκότῳ ὡς ἕξιν καὶ στέρησιν, ἀλλ’ ὡς ἐναντία, διότι ἡ μὲν ἕξις μεταβάλλει εἰς τὴν στέρησιν, οὐκέτι δὲ ἡ στέρησις μεταβάλλει εἰς τὴν ἕξιν, φῶς δὲ καὶ σκότος εἰς ἄλληλα μεταβάλλει, καὶ εἶναι αὐτὰ διὰ τοῦτο βούλεται ἐναντία, ἐπειδὴ τὰ ἐναντία μεταβάλλει εἰς ἄλληλα, καὶ οὕτως οὐδὲν ἧττον ἀσώματον δειχθήσεται τὸ φῶς. εἰ γὰρ ἐναντίον μὲν τὸ φῶς τῷ σκότῳ, ἐν δὲ τοῖς συνθέτοις οὐσίαις οὐδεμία οὐσία οὐσίᾳ τινί ἐστιν ἐναντία, ὡς δέδεικται ἐν Κατηγορίαις, τὰ δὲ σώματα σύνθετοι οὐσίαι, οὐκ ἄρα σῶμά ἐστι τὸ φῶς· τῷ γὰρ σώματι οὐδέν ἐστιν ἐναντίον, ἐπειδὴ μηδὲ τῇ συνθέτῳ. εἰ γὰρ ἀντίκειται τὸ πῦρ τῷ ὕδατι, οὐχ ᾗ σῶμά ἐστιν, ἀλλ’ ᾗ πεποίωται κατὰ τὰς ἐναντίας ποιότητας. ὥστε τὸ σκότος κατά τι μὲν ἐναντίον ἐστί, κατά τι δὲ οὐκ ἐναντίον, ὁμοίως κατά τι μὲν στέρησις, κατά τι δὲ οὔ. εἰ μὲν γάρ τις στέρησιν εἶναι λέγει τὴν μὴ ἀνακάμπτουσαν εἰς τὸ εἶδος,2 οὐ στέρησις τὸ σκότος, ἀλλὰ ἐναντίον. εἰ δὲ στέρησιν λέγοι, ὡς ἐν ταῖς Φυσικαῖς εἴρηται, μόνην τὴν τοῦ εἴδους ἀπουσίαν, ἥτις καὶ ἀνακάμπτει εἰς τὸ εἶδος, στέρησις ἂν εἴη τὸ σκότος. πάλιν εἰ μὲν ἐναντία λέγοι τις τὰ εἰδοπεποιημένα καὶ δύναμιν ἰδίαν ἔχοντα καὶ ἐνέργειαν, οὐκ ἐναντίον τὸ σκότος τῷ φωτί· οὐδὲν γὰρ εἶδος ἔχει οὐδὲ δύναμιν ἰδίαν οὐδὲ ἐνέργειαν· εἰ δ’ ἐναντία λέγοι τις ἁπλῶς πάντα τὰ μεταβάλλοντα εἰς ἄλληλα, ἐναντίον τῷ φωτὶ τὸ σκότος. ὅτι δὲ οὐκ ἔστι τὸ σκότος εἶδος, δῆλον κἂν ἐντεῦθεν· τοῦ μὲν φωτός ἐστι τὸ αἴτιον ὁ ἥλιος ἢ τὸ πῦρ ἢ ἡ σελήνη ἢ τοιοῦτόν τι ἕτερον, τοῦ δὲ σκότους οὐδὲν ὁρῶμεν αἴτιον, ἀλλ’ ἀρκεῖ μόνον εἰς τὸ εἶναι σκότος ἡ τοῦ φωτιστικοῦ ἀπουσία. ἀλλ’ οὐδὲ ποιότης τίς ἐστι τοῦ ἀέρος, ὡς ἄν τις ὑπολάβοι, τὸ σκότος· εἰ γὰρ ποιότης ἐστὶ τοῦ ἀέρος, διὰ τί μὴ ἐν φωτὶ ὁρᾶται; πῶς δὲ καὶ ἀθρόον ἀφανίζεται ἀχρόνως τῇ τοῦ φωτὸς παρουσίᾳ; οὐδεμία γὰρ ποιότης ἀχρόνως ἀφίσταται τοῦ ὑποκειμένου. εἰ δὲ στέρησίς ἐστι τῆς τοῦ φωτιστικοῦ ἐνεργείας τὸ σκότος, τὸ ἄρα φῶς ἐνέργειά ἐστιν. οὐδεμία δὲ ἐνέργεια σῶμά ἐστιν· οὐκ ἄρα σῶμά ἐστι τὸ φῶς.

然而,即使发声的空气本身来到了感觉器官身旁,它也只会更加支持当前的论点。因为当发声之物来到感觉器官身旁时,我们又从何感知发声之物是在远处呢?因此,即使有人无法说明这种现象的原因,但无论如何,关于声音的事实已经充分表明,亚里士多德关于可见之物的假定并未因此而被驳倒;因为在声音的情况下,空气的传音能力将声音报告给感觉器官,没有任何东西从感觉器官射出,而我们却同样能感知发声之物是在远处还是在近处,是在前方还是在后方。 “而在此物潜在地所在的事物中,黑暗也存在。” 因为既然透明体并非总是在现实活动中是透明的(我所说的透明体是指我们身边的透明体;因为天体永远是透明的),那么在潜在的透明体所在的事物中,必然也有黑暗存在;因为在现实活动中变成透明的之前,它是黑暗。因为依这种潜能——我指的是第一潜能——仍处于潜能状态的事物,处于对其有潜能之物的缺失之中;而光的缺失就是黑暗。因此,凡其临在能在潜在的透明体中产生光的事物,其不在便在这一相同的事物中产生光的缺失;而光的缺失就是黑暗。正如视觉是一种形式,而视觉的不在并不引入任何其他形式,而只引入视觉的缺失,这就是盲目,又正如舵手的不在使船沉没,船中并没有产生任何其他形式,而仅仅产生了舵手的缺失,光的缺失同样也必然是黑暗。如果光与黑暗相对立,而黑暗是缺失,那么光必然是形式;因为根据在《物理学》中所说的,形式与缺失相对立。如果光是形式,而诸形式是非物体的(因为物体是由形式与质料构成的),那么显而易见,光不是物体。即使有人不愿让光作为状态与缺失与黑暗相对立,而是作为相反者相对立——因为状态会转变为缺失,而缺失不再转变为状态,但光与黑暗却互相转变,并且由于这一缘故而希望它们是相反者,因为相反者互相转变——,即便如此,光也同样会被证明是非物体的。因为如果光是黑暗的相反者,而在复合实体中,正如在《范畴篇》中所证明的那样,没有任何实体与某种实体是相反的,而诸物体是复合实体,那么光便不是物体;因为没有任何东西与物体相反,既然没有任何东西与复合实体相反。因为如果火与水相对立,并非就其为物体而言,而是就其由相反的性质所规定而言。因此,黑暗在某种意义上是相反者,在某种意义上不是相反者,同样,在某种意义上是缺失,在某种意义上则不是。因为如果有人说缺失是指不再回复到形式之物,那么黑暗就不是缺失,而是相反者。但如果有人像在《物理学》中所说的那样,把仅仅是形式的不在、即亦能回复到形式者称为缺失,那么黑暗就是缺失。再次,如果有人把具有形式且拥有其固有能力与现实活动的事物称为相反者,那么黑暗对于光而言就不是相反者;因为它没有任何形式,也没有其固有的能力或现实活动;但如果有人把一切互相转变的事物统称为相反者,那么黑暗对于光而言就是相反者。而黑暗不是形式,从以下方面也能明白:光的原因是太阳、火、月亮或某种诸如此类的其他事物,而对于黑暗我们看不到任何原因,发光体的不在就足以构成黑暗的存在。但是,黑暗也并非如人们可能猜想的那样是空气的某种性质;因为如果它是空气的性质,为什么在光中看不到它呢?它又如何能因光的临在而瞬间毫无时间间隙地消失呢?因为没有任何性质能在无时间间隙中脱离其基质。如果黑暗是发光体的现实活动的缺失,那么光就是现实活动。而任何现实活动都不是物体;因此光不是物体。

语法注2 条
  1. 2.128ἔτι μᾶλλον 〈ἂν〉 συνηγωνίζετο τῷ προκειμένῳ

    在条件句的归结节中,未完成过去直陈式 συνηγωνίζετο 与补充的 ἄν 连用,构成与现在或过去事实相反的虚拟表达(“只会更加支持当前的论点”)。与格 τῷ προκειμένῳ 作复合动词 συναγωνίζομαι(支持、助阵)的间接宾语,指代当前所主张的论题。

  2. 2.128τὴν μὴ ἀνακάμπτουσαν εἰς τὸ εἶδος

    带有否定词 μή 的限制性分词短语,表示一种属类概念或假定性的普遍特征,即“不回复到形式的那类缺失”,而非某种特定的事实性缺失,故此处使用 μή 而非 οὐ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:340.37-342.16