← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§339.17-340.37

瞳孔散大与复视的疑难以及外射说与活动说

讨论在瞳孔散大时为何失明以及在斜视时为何视物成双等难题下外射说与现实活动说的解释力,并通过与听觉传播的类比来解答关于距离与大小感知的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128#11

οἱ μὲν γὰρ τὰς ὄψεις αἰτιώμενοι εὔλογον αἰτίαν ἔχουσι διὰ τὸ σκεδάννυσθαι εὐθὺς τὰς ὄψεις ἐξιούσας καὶ χεῖσθαι καὶ μὴ σώζειν ἐν τῇ ἐκπομπῇ τὸ σχῆμα ὅπερ ἔσωζον καὶ τῆς κόρης κατὰ φύσιν ἐχούσης· τί δ’ ἂν εἴποις ἐπὶ τῶν ἐνεργειῶν; εὐρυτέρας γὰρ οὔσης τῆς κόρης ἔδει ῥᾷον εἰσιουσῶν τῶν ἐνεργειῶν μᾶλλον ὁρᾶν.1 πάλιν οὖν ἔστι καὶ πρὸς τοῦτο ἐκ τῶν αὐτῶν ὑποθέσεων ὑπαντῆσαι ὅτι, ὡς πολλάκις εἴρηται, δεῖ τὰ αἰσθητὰ κατ’ εὐθεῖαν κεῖσθαι τῷ αἰσθητηρίῳ. ἐρεῖ τις οὖν χεῖσθαι τὰς ἐνεργείας πλατείας οὔσης τῆς κόρης καὶ μὴ φέρεσθαι κατ’ αὐτοῦ τοῦ κέντρου, ἔνθα ἡ κρίσις γίνεται· ἀλλὰ τοῦτο γελοῖον.2 εἰ μὲν γὰρ σώματα ἦσαν, εἶχεν ἂν τὸ λεγόμενον πιθανότητα· νῦν δὲ πῶς οἷόν τέ ἐστι χεῖσθαι ἐνεργείας ἀσωμάτους; πάντως γὰρ καθ’ ὁποιανοῦν θέσιν τὰ κέντρα ἔσονταί τινα ὁρατὰ κατ’ εὐθεῖαν τῷ αἰσθητηρίῳ ἐν ᾧ γίνεται ἡ κρίσις· τί οὖν κωλύει ἀκριβῆ ἐκείνων τὴν ἀντίληψιν ἔσεσθαι; τίς δὲ καὶ ἡ αἰτία ἐν τῷ παρεστράφθαι τὰς κόρας καὶ μὴ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐθεῖαν εἶναι ἤτοι ἐκ φυσικῆς ἁμαρτίας ἤτοι ἐξ ἐπιτηδεύσεως, ὡς ὅταν πηγνύντες τὸν δάκτυλον εἰς τὸ κάτω βλέφαρον παρακινῶμεν ἀνωτέρω τὴν τοῦ ὀφθαλμοῦ τοῦ ἑτέρου θέσιν διατιθέντες, τοιαύταις διαθέσεσι διπλᾶ τὰ πράγματα ὁρῶμεν; ἐγὼ μὲν οὖν τὴν αἰτίαν τούτου ποτὲ ἐρωτηθεὶς καὶ τῇ τῶν ὄψεων ὑποθέσει χρησάμενος, οὕτως ἀποδέδωκα τοῦ γινομένου τὸν λόγον, ὅτι εἴ φαμεν δύο κώνους ἐκ τῶν ὀμμάτων ἐξιέναι ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς εὐθείας ἀπαρεγκλίτου τῆς διὰ τῶν κέντρων φερομένης τῶν κρυσταλλοειδῶν ὑγρῶν, προσβάλλουσι δὲ αἱ ὄψεις τοῖς ὁρατοῖς καὶ ποιοῦσι τρίγωνα βάσιν μὲν ἔχοντα τὸ αἰσθητόν, πλευρὰς δὲ τὰς τοῦ ἄξονος τοῦ κώνου ἐξ ἴσου παρ’ ἑκάτερα ἀφεστώσας ὄψεις, καθ’ ἃς καὶ αἱ τῶν ὁρατῶν κρίσεις γίνονται,3 ἄξονες δὲ δύο εἰσὶν ἑκάστου κώνου, περὶ ὃν αἱ λοιπαὶ ὄψεις εἰσίν, δῆλον δήπου ὅτι, εἰ μὲν ἀπαρέγκλιτος εἴη ἡ διὰ τῶν κέντρων τῶν κρυσταλλοειδῶν ἀγομένη εὐθεῖα, ἐκ τῶν δύο κώνων αἱ ἴσον τῶν ἀξόνων ἀφεστηκυῖαι ὄψεις κατὰ τὰ αὐτὰ σημεῖα τῶν ὁρατῶν προσβάλλουσιν, ὡς ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα τῶν ὄψεων καὶ ἴσας ποιεῖν τὰς γωνίας, ἐπεὶ ἐκκρίνονται μὲν τὰ αἰσθητὰ κατὰ τὰς γωνίας τὰς γινομένας ἐκ τῶν ὄψεων τῶν ἴσον παρ’ ἑκάτερα τῶν ἀξόνων ἀφεστηκυιῶν, ἐπειδὰν δὲ ἀπαρέγκλιτοι ὦσιν οἱ κῶνοι, αἱ ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ἑκατέρου κώνου τοῖς αὐτοῖς σημείοις προσβάλλουσιν, εἰκότως ὡς ἑνὸς τοῦ ἑνὸς ἀντιλαμβάνονται. ὥσπερ οὖν, κἂν δύο ᾖ τὰ αἰσθητά, διὰ τὸ ἄλλας καὶ ἄλλας αὐτοῖς προσπίπτειν ὄψεις κατὰ μηδὲν συμβαλλούσας ἀλλήλαις καὶ γωνίας διαφόρους ποιούσας, διὰ τοῦτο καὶ δύο φαίνεται τὰ ὁρώμενα ἢ πλείονα, οὕτως εἰ παραστραφείη ἡ τῶν ὄψεων θέσις, συμβαίνει εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεστηκυίας· καὶ ἐπεὶ διάφοροι ἀπὸ τῶν αὐτῶν σημείων τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο αἱ κρίσεις, καὶ διὰ τοῦτο δύο εἶναι τὸ ἓν αἰσθητὸν δοκεῖ. οὕτω μὲν οὖν ἐκ τῆς κατὰ τὰς ὄψεις ὑποθέσεως ἔστι πιθανῶς τοῦ γινομένου τὴν αἰτίαν ἀποδιδόναι· τίνα δ’ ἄν τις εἴποι τούτου αἰτίαν τῇ ὑποθέσει τῇ τῶν ἐνεργειῶν χρώμενος; πρὸς δὲ τὴν πρὸς τὰ διαστήματα ἀπορίαν, φημὶ δὴ τὴν λέγουσαν ὅτι ‘εἰ πρὸς ἡμᾶς αἱ ἐνέργειαι φοιτῶσι καὶ μὴ ἐκ τῶν ὄψεων πρὸς τὰ αἰσθητὰ ἐκπέμπεταί τι, πόθεν τῶν διαστημάτων καὶ τῶν μεγεθῶν αἴσθησιν λαμβάνομεν; οὐδὲν γὰρ ἄλλο ἄλλου ἔδοξεν ἂν ἡμῖν ἐγγυτέρω ἢ πορρωτέρω εἶναι, πάντων ὁμοίως τῶν αἰσθητῶν πρὸς τὸ αἰσθητήριον φοιτώντων· πῶς δ’ ἂν μείζονα ἢ ἐλάττονα ἐφαίνετο εἰς ἓν σημεῖον πάντα ἀποτελευτῶντα;’ τοῦτο οὖν ἐπιλυόμενοί φασιν ὅτι εἰ ἐπὶ ἀκοῆς προφανῶς αἰσθανόμεθα, εἴτε πόρρω τὸ ψοφοῦν ἐστιν εἴτε μή, καίτοι προφανῶς τοῦ αἰσθητοῦ παρὰ τὸ αἰσθητήριον φοιτῶντος, καὶ οὐκ ἐκ τοῦ αἰσθητικοῦ τινος ἐξιόντος, τί θαυμαστόν, εἰ καὶ ἐπὶ τῆς ὄψεως τοῦτο συμβαίνει, τῆς τῶν ὁρατῶν ἐνεργείας προσπιπτούσης ταῖς ὄψεσιν; ὅτι γὰρ οὐκ αὐτὸς ὁ πεπληγμένος ἀὴρ καὶ ψοφῶν προσπελάζει τῇ ἀκοῇ, ἀλλὰ κατὰ τὴν διηχῆ ἑαυτοῦ δύναμιν ὁ ἀὴρ διαβιβάζει τοὺς ψόφους, ὥσπερ καὶ τὰς τῶν χρωμάτων ἐνεργείας, δῆλον ἐξ ὧν καὶ ἐν ὕδατι ὄντες αἰσθανόμεθα τῶν ἐν τῷ ἀέρι γινομένων ψόφων, οὐ δήπου τοῦ ψοφοῦντος ἀέρος διὰ τοῦ ὕδατος χωροῦντος, ἀλλὰ τῆς ἐν τῷ ὕδατι διηχοῦς δυνάμεως (καὶ γὰρ καὶ ἐν ὕδατί ἐστι τὸ διηχές) ἀπαγγελτικῆς τῶν ψόφων οὔσης.4

因为那些归咎于视线的人有一个合理的理由,因为视线一射出就立即散开并弥散,在发射中不再保持瞳孔处于自然状态时所保持的形状;但是对于现实活动,人们又能说什么呢?因为既然瞳孔更宽,现实活动更容易进入,本应当看得更好才是。因此,人们可以再次基于相同的假定对此作出回应:正如屡次所说的那样,可感之物必须与感觉器官处于同一直线上。于是有人会说,当瞳孔散大时,现实活动弥散开来,而不朝向发生判定的中心本身行进;但这十分可笑。因为如果它们是物体,所说的话还具有说服力;但如今,非物体的现实活动怎么可能弥散呢?因为无论中心处于何种位置,总会有某些可见之物与发生判定的感觉器官处于同一直线上;那么,究竟是什么妨碍了对那些事物产生精确的感知呢?而且,当瞳孔歪斜而不在同一条直线上时——无论是出于先天的缺陷,还是出于人为的摆弄,例如当我们用手指压住下眼睑而将另一只眼的位置向上推移,造成这种状态时——,我们看到事物成双的原因又是什么呢?我自己在曾经被问及这一现象的原因时,曾借助视线的假定,对发生的事情给出了如下解释:如果我们说,两条视锥从穿过晶状体液中心的同一条无偏斜的直线出发射出双眼,视线投射到可见之物上并构成三角形,其底边为可感之物,其两边为从锥体轴线两侧等距离开的视线——对可见之物的判定也正是依据这些视线做出的——,并且轴线有两条——每个锥体〔各有一条〕,其余的视线分布在其周围,那么显而易见,如果穿过晶状体液中心的直线没有偏斜,来自两个锥体的、与轴线等距离开的视线就会投射在可见之物的相同点上,从而使视线的末端彼此重合并形成相等的角。既然可感之物是根据从轴线两侧等距离开的视线所构成的角来判定的,而每当视锥无偏斜时,来自每个视锥与轴线等距离开的视线都会投射在相同的点上,因此它们自然把一个物体感知为一个。因此,正如即便有两个可感之物,由于不同的视线投射在它们之上,彼此绝不相遇且形成不同的角,正因如此所见之物看起来也是两个或更多;同样,如果视线的位置发生歪斜,来自每个锥体的与轴线不等距的视线就会投射在同一个可感之物上;既然从可感之物的相同点形成了不同的角,判定自然也就是两个,正因如此一个可感之物看起来便是两个。由此可见,根据基于视线的假定,能够令人信服地给出所发生之事的理由;但若有人使用现实活动的假定,又能说出这一现象的何种原因呢?而针对关于距离的疑难——我指的是那种说法:“如果现实活动走向我们,而没有任何东西从视线射向可感之物,那么我们从何处获得关于距离和大小的感觉呢?因为既然一切可感之物都同样走向感觉器官,在我们看来便不会有任何事物比另一事物更近或更远;如果一切都最终归结为一个点,它们又如何显得更大或更小呢?”——解决这一疑难的人便说:如果在听觉上我们清楚地感知到发声之物是在远处还是不在远处,尽管可感之物清楚地走向感觉器官,且没有任何东西从感觉能力射出,那么如果当可见之物的现实活动投射到视觉器官上时在视觉上也发生这种情况,又有什么值得奇怪的呢?因为并不是被撞击并发出声音的空气本身靠近听觉,而是空气根据其自身的传音能力传递声音,就像它传递颜色的现实活动一样,这一点从我们即便身在水中也能感知到在空气中产生的声音这一事实中可以清楚地看出,这绝非因为发声的空气穿过了水,而是因为水中的传音能力(因为水中也存在传音性)传递了声音。

语法注4 条
  1. 2.128εὐρυτέρας γὰρ οὔσης τῆς κόρης ἔδει ῥᾷον εἰσιουσῶν τῶν ἐνεργειῶν μᾶλλον ὁρᾶν

    未完成过去时 ἔδει 与不定式(此处为 ὁρᾶν)连用,表达与事实相反的推论或理应如此的期待(“按照现实活动说本应当看得更好[但实际上却不能]”),以此提出疑难。εὐρυτέρας... τῆς κόρης 与 εἰσιουσῶν τῶν ἐνεργειῶν 均为属格绝对结构。

  2. 2.128ἐρεῖ τις οὖν χεῖσθαι τὰς ἐνεργείας... ἀλλὰ τοῦτο γελοῖον

    ἐρεῖ τις 引入假想的辩解或反驳(提问修辞)。随后的宾格带不定式结构(χεῖσθαι τὰς ἐνεργείας... καὶ μὴ φέρεσθαι)为其主张内容,作者紧接着用 ἀλλὰ τοῦτο γελοῖον 予以驳斥,并在后文中以现实活动具有非物体性(ἀσωμάτους)为由展开论证。

  3. 2.128πλευρὰς δὲ τὰς τοῦ ἄξονος τοῦ κώνου ἐξ ἴσου παρ’ ἑκάτερα ἀφεστώσας ὄψεις, καθ’ ἃς καὶ αἱ τῶν ὁρατῶν κρίσεις γίνονται

    在依附于 ποιοῦσι τρίγωνα 的结构中,βάσιν 为述语宾格(“以可感之物为底边”),πλευρὰς 同样是述语宾格,而 τὰς... ἀφεστώσας ὄψεις 作承前省略的 ἔχοντα 的直接宾语(“以……视线为两边”)。关系代词 καθ’ ἃς 的先行词是阴性复数的 ὄψεις,意为“依据这些[与轴线等距张开的]视线作出判定”。

  4. 2.128ἀλλὰ τῆς ἐν τῷ ὕδατι διηχοῦς δυνάμεως... ἀπαγγελτικῆς τῶν ψόφων οὔσης

    由 οὐ δήπου... ἀλλὰ... 构成对比的属格绝对结构:否定了前一个属格绝对(τοῦ ψοφοῦντος ἀέρος... χωροῦντος),肯定了后一个(τῆς... δυνάμεως... οὔσης)作为实际原因。ἀπαγγελτικῆς 作表语形容词,支配宾格性属格 τῶν ψόφων,意为“因为水中的传音能力传递了声音”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:339.17-340.37