- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:32.26-33.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出探求灵魂的定义首先必须确定其所属之属及其本质这一论断,菲洛波诺斯梳理了前人的诸种观点(实体、数量、性质、关系),列举了确认其为实体后所接踵而至的一系列下位疑难,并论证了从一开始错认本原的严重危险。
" Πρῶτον δὲ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι.1" Πληρώσας τὰ κοινῶς περὶ τῶν ὁρισμῶν ἀπορούμενα, ἅπερ δῆλον ὅτι καὶ ἐπὶ ψυχῆς ἀπορεῖται, ἐντεῦθεν ἄρχεται καὶ τῶν ἐπὶ ψυχῆς πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ ἀπορουμένων. δεῖ οὖν, φησί, καὶ ἐπὶ ψυχῆς ζητῆσαι ὑπὸ ποῖον γένος αὐτὴν ἀνάξομεν. πολλὴ γὰρ περὶ τούτου ἡ ἀμφιβολία· οἱ μὲν γὰρ αὐτὴν ὑπὸ τὴν οὐσίαν ἀνάγουσιν, οἱ δὲ ὑπὸ τὸ ποσόν, ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ, φησί, κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή, ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν, εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος, καὶ μὴ ἄλλο τι διὰ τούτου ᾐνίττετο. οἱ δὲ ὑπὸ τὸ ποιόν, ὧν εἰσιν καὶ οἱ ἰατροὶ κρᾶσιν εἶναι λέγοντες· τοιοῦτοι δ’ ἂν εἶεν καὶ οἱ ἐντελέχειαν λέγοντες τοιαύτην· μαθησόμεθα γάρ, πῶς φησιν αὐτὴν ἐντελέχειαν ὁ Ἀριστοτέλης. οἱ δὲ λόγον λέγοντες τῶν στοιχείων δόξαιεν ἂν ὑπὸ τὸ πρός τι ἀνάγειν· τὸ γὰρ διπλάσιον ἢ ἡμιόλιον ὑπὸ τὸ πρός τι· τινὸς γὰρ διπλάσιον. ἀμφίβολον οὖν τέως τὸ γένος· ἀλλ’ ἐπειδὰν εὕρωμεν ὅτι οὐσία ἐστί, πάλιν ζητοῦμεν πότερον σῶμα ἢ ἀσώματον, καὶ εἰ σῶμα, ἁπλοῦν ἢ σύνθετον, καὶ εἰ ἀσώματον, χωριστὸν ἢ ἀχώριστον· καὶ πότερον μία ἐν ἑκάστῳ ψυχὴ ἢ πολλαί, καὶ εἰ μία, μονοειδὴς ἢ πολυδύναμος, καὶ τίς ἡ τῶν δυνάμεων διαφορά· καὶ εἰ πολλαί, πότερον τῷ ἀριθμῷ πολλαὶ ἢ καὶ τῷ εἴδει, καὶ εἰ τῷ εἴδει, πότερον καὶ τῷ γένει ἢ οὔ· τὰ γὰρ τῷ εἴδει διαφέροντα οὐ πάντως καὶ τῷ γένει, ὡς ἄνθρωπος καὶ ἵππος, τὰ μέντοι τῷ γένει διαφέροντα ἐξ ἀνάγκης καὶ τῷ εἴδει, ὡς λίθος καὶ ζῷον. ταῦτα τοίνυν καὶ τούτων πλείονα πρὸς τὸ λαβεῖν τὸν ὁρισμὸν τῆς ψυχῆς ζητητέον. πρῶτον δ’ ἴσως ἀναγκαῖον διελεῖν ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι· τουτέστιν ἐκ διαιρέσεως δεῖ λαβεῖν αὐτῆς τὸ γένος, ὅπερ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. ἐμάθομεν δὲ τοῦτο ἐν Εἰσαγωγαῖς, ὅτι τὰ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται· τί γάρ ἐστιν ἄνθρωπος ἐρωτηθέντες λέγομεν ζῷον, καὶ τί ποτέ ἐστι φοῖνιξ εἴ τις ἀγνοῶν ἐρωτοίη, λέγομεν ὅτι δένδρον. δεῖ οὖν πρῶτον πάντων τί ἐστιν ἡ ψυχὴ γνῶναι. ὡς γάρ φησιν ὁ θεῖος Πλάτων ἐν Φαίδρῳ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ ὅτου ἄν ᾖ ἡ βουλή, ἢ τοῦ παντὸς διαμαρτάνειν ἀνάγκη. περὶ ψυχῆς τοιγαροῦν ζητοῦντες, εἰ μὴ πρότερον τί ποτέ ἐστιν αὐτὴ μάθοιμεν, πότερον οὐσία ἢ ποσόν, ἀλλ’ ἀντὶ τῆς οὐσίας, εἰ οὐσία εἴη, ὥσπερ ἔστι, ποσὸν αὐτὴν εἴποιμεν ἢ ποιὸν ἢ τινα τῶν ἄλλων κατηγοριῶν, ἐξ ἀνάγκης ἀκολούθως τῇ ἀρχῇ τὰ ἐφεξῆς συμπεραίνοντες τοῦ παντὸς διαμαρτησόμεθα,2 ἕτερα ἀνθ’ ἑτέρων ζητοῦντες. καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τῇ Φυσικῇ φησιν “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γινώσκειν”· εἰ τοίνυν πρὸς τὴν γνῶσιν τὴν τῶν πραγμάτων χρεία τοῦ εἰδέναι τὰς ἀρχάς, ἄλλαι δὲ ἄλλων ἀρχαί, ζητητέον τίς ἡ ἀρχὴ τῆς ψυχῆς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ ἀπορωτέρα τῶν ἄλλων ἐπὶ τῆς ψυχῆς ἡ τῆς ἀρχῆς ζήτησις.
“然而或许首先有必要区分,它属于诸属中的哪一个以及它是什么。” 在完成了关于定义普遍产生的疑难——这些疑难显然在灵魂的问题上也同样存在——之后,他从这里开始进而探讨关于灵魂为了把握其定义而产生的诸疑难。他说,因此在灵魂的情形中,我们也必须探求应当把它归入哪一个属之下。因为关于这一点存在很大分歧:有些人把它归入实体之下,而另一些人则归入数量之下,芝诺克拉底也是其中之一;他说,灵魂是自我运动的数,而数属于数量——如果那个人确实是这个意思,而不是通过这句话隐喻别的什么。另一些人则将其归入性质之下,其中也包括那些主张灵魂是调和的医生们;而那些主张灵魂是如此这般的一种实现的人大概也属于此类;因为我们将会学到亚里士多德究竟以何种方式称其为实现。而那些主张灵魂是诸元素的比例的人,似乎会把它归入关系之下;因为两倍或一又二分之一属于关系(因为它是某物的两倍)。因此属在目前尚存疑问;但是当我们发现它是实体时,我们又再次探求它是物体还是非物体,如果是物体,是单一的还是复合的,如果是非物体,是可分离的还是不可分离的;以及在每一事物中灵魂是一个还是多个,如果是一个,是单一形式的还是具有多种能力的,各种能力之间的差异是什么;如果是多个,是数目上多数还是在种上也多数,如果是在种上,是在属上也多数还是不是。因为在种上有差异的并不必然在属上也差异,如人和马,然而在属上有差异的必然在种上也差异,如石头和动物。因此,为了把握灵魂的定义,必须探求这些问题以及比这些更多的问题。 “然而或许首先有必要区分,它属于诸属中的哪一个以及它是什么”,这就是说,必须通过划分来把握它的属,而这个属正是在“是什么”中被述说的。我们在《导论》中已经学过这一点,即诸属是在“是什么”中被述说的;因为当被问及人是什么时,我们回答说是“动物”,如果有人不知而问海枣树究竟是什么,我们便回答说是“树”。因此,首先必须认识灵魂是什么。正如神圣的柏拉图在《斐德罗篇》中所说,善于谋划的本原只有一个:必须知道谋划是针对什么而发,否则必然会全盘失误。因此,在探求灵魂时,如果我们不预先弄明白它究竟是什么——究竟是实体还是数量——反而不说是实体(如果它是实体的话,正如它确实是那样),却把它说成是数量、性质或其他范畴中的某一个,那么我们必然顺着这一本原推导随后的结论,探求着一物以代另一物,从而全盘失误。亚里士多德在《物理学》中也说:“既然认识和理解对于一切具有本原、原因或元素的研究方法而言,都是从认识这些而来的”;那么,如果为了认识诸事物需要认识其本原,而不同的事物有不同的本原,就必须探求灵魂的本原是什么,并且灵魂本原的探求比起其他事物的探求越是困难,就越发需要如此探求。
- 1.16ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι
注释家并未将 καὶ τί ἐστι(“以及它是什么”)理解为一个独立的并列问题,而是将其理解为一种解释性的补充,说明属是在“是什么”(本质)的范畴内被述说的(即“这就是说,必须通过划分来把握它的属,而这个属正是在‘是什么’中被述说的”)。
- 1.16εἰ μὴ πρότερον τί ποτέ ἐστιν αὐτὴ μάθοιμεν ... τοῦ παντὸς διαμαρτησόμεθα
该条件句在从属节(条件从句)中使用希求法(εἰ μὴ ... μάθοιμεν, ἀλλ’ ... εἴποιμεν),而在主节(结论从句)中使用了直陈式将来时(διαμαρτησόμεθα)。这种结构将错误的预设作为纯粹的假设提出,同时强调该假设下一旦发生错误,其必然导致的后果是确凿无疑的将来事实。中间插入的 εἰ οὐσία εἴη, ὥσπερ ἔστι(“正如它确实是实体那样,如果它是实体的话”)是对实际事实的补充说明。
