- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:337.36-339.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯借助眩晕、味觉、有色镜片以及黄疸的类比,论证了眼内体液与病变被感知为外部对象无需依赖视线发射说,并随后引入关于瞳孔散大的反驳。
εἰ γὰρ καὶ τὰ ἔνδον αὐτοῦ πάντα διαφανῆ ἦν, ἅτε δὴ μὴ δυναμένου τοῦ φωτὸς διὰ τὸ τοῦ ῥαγοειδοῦς χρῶμα τὸ ἐν αὐτοῖς διαφανὲς εἰς ἐνέργειαν ἀγαγεῖν, οὐκ ἀντιλήψεται ἡ ἐνδοτέρω ἐκείνων δύναμις οὐδὲ αὐτοῦ τοῦ ῥαγοειδοῦς· ὃ καὶ ὅλως εἰ μὴ ὁρῶμεν δι’ ὅλου τοῦ ῥαγοειδοῦς,1 ἀλλὰ καὶ διὰ μόνης τῆς κόρης, μάταιον τὸ ζητεῖν διὰ τί μὴ καὶ τοῦ ῥαγοειδοῦς ἀντιλαμβάνεται ἡ ὄψις. ναί, φησί, καὶ εἰ τὸν ἐντὸς χυμὸν ὁρῶμεν τῶν ὄψεων μὴ προϊουσῶν εἰς τὸ ἔξω, διὰ τί μὴ ἔσω ὄντος τοῦ πάθους αἰσθανόμεθα, ἀλλ’ ἔξω εἶναι νομίζομεν τὸ ἔνδον πάθος; φημὶ οὖν πρὸς τοῦτο ὅτι πᾶσαι σχεδὸν αἱ παρὰ φύσιν διαθέσεις τὸ τοιοῦτο πεφύκασιν ὑπομένειν. καὶ γὰρ οἱ σκοτοδινιῶντες τὸ ἑαυτῶν πάθος τοῖς ἔξω περιάπτουσι, καὶ οὐ δήπου διὰ τὸ πνεῦμά τι ἐξιέναι ἐκ τοῦ ἐγκεφάλου εἰς τὸ ἔξω· ἀλλὰ καὶ οἱ ἐν τῷ στόματι παρὰ φύσιν τινὰ χυμὸν ἔχοντες, τοῦτον τοῖς σιτίοις καὶ τοῖς ποτοῖς ὑπάρχειν νομίζουσιν. ὅθεν καὶ εἴρηται καὶ πάλιν ῥηθήσεται ὅτι δεῖ τὸ ἀντιληπτικόν τινων ἐσόμενον μηδενὶ τούτων πεποιῶσθαι ὧν μέλλει τὴν ἀντίληψιν ἴσχειν, ὁμοίως καὶ τὸ τούτων διαπορθμευτικὸν μηδεμιᾷ τούτων προκατέχεσθαι ποιότητι. καὶ διὰ τοῦτο ἐπειδὴ διαπορθμευτικός ἐστιν ὁ ἀὴρ καὶ χρωμάτων καὶ ψόφων καὶ ὀσμῶν, καὶ ἄχρους ἐστὶ καθ’ αὑτὸν καὶ ἄψοφος καὶ ἄοσμος. εἰ γὰρ προκατέσχοιτό τινι χρώματι, ἐνεπόδισεν ἂν τοῦτο τῇ διαπορθμεύσει τῶν λοιπῶν. καὶ διὰ τοῦτο, ὡς ἤδη εἶπον, τὰ κεχρωσμένα τῶν σφέκλων διαπορθμεύειν πάντα τὰ χρώματα οὐ δύναται. ὥσπερ οὖν τὰ κεχρωσμένα ἐρυθρῷ ἢ κυανῷ βάμματι σφέκλα πάντα τὰ δι’ αὐτῶν ὁρώμενα ὁμόχροα ἑαυτοῖς δεικνύουσιν, οὕτω δὴ καὶ ὅταν φθάσῃ ἕκαστον τῶν αἰσθητηρίων, ὧνπερ ἐστὶ κριτικὸν ποιοτήτων, μιᾷ τούτων ὑπό τινος νόσου προκατεσχῆσθαι, πᾶσι τοῖς ἄλλοις αἰσθητοῖς ταύτην περιτίθησι τὴν ποιότητα. οὕτως οὖν καὶ ἡ γλῶσσα ὅταν ποιωθῇ, πᾶσι τοῖς γευστοῖς ταύτην ὑπάρχειν νομίζει τὴν ποιότητα, ἥνπερ αὐτὴ φθάσασα ἔσχε. τοῦ γὰρ γευστοῦ γευομένη, ἐπειδὴ δραστικώτερον ἔχει τὸν ἐν ἑαυτῇ χυμόν, ἐκείνου πρότερον αἰσθανομένη τῷ προσελθόντι νομίζει τοῦτο περικεῖσθαι. διὸ οἱ οὕτως ἔχοντες προσφέρονται δραστικωτέρους χυμούς, ἢ ὄξος τυχὸν ἤ τι τοιοῦτον, ἵνα ἐπικρατέστερος οὗτος γενόμενος τοῦ ἐνυπάρχοντος παρὰ φύσιν ἐν τῇ γλώττῃ ἀντίληπτος γένηται τῇ αἰσθητικῇ δυνάμει. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τῆς ὄψεως συμβαίνει· τῷ γὰρ παρὰ φύσιν ἐγγενομένῳ χρώματι ἐν ἡμῖν κεχρῶσθαι τὰ ἔξω νομίζομεν, ὡς ἐπὶ τῶν ἰκτεριώντων· ὠχρὰ γὰρ πάντα νομίζουσιν. ἐπειδὴ 〈γὰρ〉 τὰ διαφανῆ τοῦ ὄμματος μόρια, δι’ ὧν τῶν ὁρατῶν ἀντιλαμβανόμεθα, οἷον τὰ ὑγρὰ καὶ ὁ κερατοειδής, ὠχρὰ γέγονε, νομίζομεν τὰ δι’ αὐτῶν ὁρώμενα πάντα τοιαῦτα εἶναι, ὥσπερ καὶ τὰ διὰ σφέκλων ὁρώμενα τὸ αὐτὸ χρῶμα τοῖς σφέκλοις ἔχειν δοκεῖ. οὕτω δὲ καὶ ἐν τῷ συνισταμένῳ χυμῷ ἐν τῷ ὄμματι τὸ χρῶμα αὐτοῦ καὶ τὸ σχῆμα τῷ ἀέρι περιάπτομεν. καὶ ὅπερ ἤδη εἶπον, εἰ ὥσπερ ἐπὶ τῶν λοιπῶν αἰσθητηρίων, ὅταν παρὰ φύσιν ἔχωσι, τὸ αὐτῶν πάθος τοῖς αἰσθητοῖς ὑπάρχειν δοκεῖ, καίτοι μὴ γενομένου ἐπὶ ἐκείνων κατὰ ἐκπομπὴν τοῦ αἰσθάνεσθαι, εὔλογον καὶ ἐπὶ τῆς ὄψεως τὸ αὐτὸ συμβαίνειν, οὐκ ἄρα διὰ τὸ ἔξω τοῦ ἰδίου πάθους ἀντιλαμβάνεσθαι τὸ αἰσθητήριον πνεύματα ἐξιέναι ἐκ τοῦ ὄμματος παρεδεξάμεθα.2 συμβαίνει δὲ καὶ πρὸς τὸ σχῆμα τοῦ ἐναποσκήψαντος χυμοῦ τοιαῦτα καὶ ἔξωθεν ὁρᾶσθαι διὰ ταύτην τὴν αἰτίαν. εἰ μὲν γὰρ ὁ ἐνσκήψας χυμὸς πᾶσαν ἀπολάβῃ τὴν κόρην, πᾶσα ἡ ἐνέργεια βλάπτεται· ὅταν δὲ κατά τι μόριον τῆς κόρης ἐπιπροσθῇ τῇ ὁρατικῇ δυνάμει, πανταχόθεν εἰσιόντων τῶν ὁρατῶν καὶ τοῦ φωτός, κατ’ ἐκεῖνο δὲ τὸ μέρος ἀορασίας οὔσης, διὰ τὴν ἐπιπρόσθησιν τοῦ χυμοῦ πλάνη τις γίνεται, καὶ δοκεῖ τὸ μόριον ἐκεῖνο καθ’ ὃ οὐχ ὁρᾷ σῶμά τι εἶναι ἔξω δῆλον καὶ ὁμοίως ἐσχηματισμένον. διὸ κἂν συμβῇ μὴ ἵστασθαι, ἀλλὰ κινεῖσθαι τὸν χυμόν, δοκεῖ καὶ ἔξω σῶμά τι ὂν κινεῖσθαι ἀεί, κατ’ ἄλλο μέρος τῆς ἀορασίας γινομένης. τί δὲ θαυμαστόν, εἰ κάτοπτρά ἐστιν ἔξω τὴν ἔμφασιν τῶν εἰδώλων παρέχοντα; καίτοι τίς ἂν ὑπονοήσοι τὸ εἴδωλον τὸ φαινόμενον ἔξω περιφέρεσθαι τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν παρὰ φύσιν τοῦ ὀφθαλμοῦ διαθέσεων γίνεσθαι;3 Διὰ τί οὖν, φασί, πλατυκοριάσεως γενομένης οὐκέτι ὁρῶμεν;
因为即使它内部的一切都是透明的,由于光无法因葡萄膜的颜色而将它们之中的透明性带入现实活动,所以比它们更内部的能力甚至也不会感知到葡萄膜本身;而且总的来说,如果我们并非通过整个葡萄膜观看,而仅仅是通过瞳孔观看,那么追问视力为何不同样感知到葡萄膜就是徒劳的。“是的,”他说,“而且,如果在视线不向外部前行的情况下我们看到了内部的体液,为什么我们未能察觉该状态处于内部,反而认为内部的状态处于外部呢?”因此我针对这一点说,几乎所有违反自然的状态都生来承受诸如此类的情形。因为实际上眩晕的人也将他们自身的病变归咎于外部的事物,这绝非因为有某种精气从脑部外行;不仅如此,口中带有某种反常体液的人,也认为这种[味道]存在于食物和饮品之中。因此已经说过,且还将再说:将要感知某些事物者,绝不能已被它将要获得感知的那些性质中的任何一种所规定;同样,传达这些性质的媒介物也不能预先被这些性质中的任何一种所占据。正因如此,既然空气传达颜色、声音和气味,它本身就是无色的、无声的和无味的。因为如果它预先被某种颜色所占据,这就会妨碍其他颜色的传达。正因如此,正如我已经说过的,着色的镜片无法传达所有的颜色。因此,正如用红色或蓝色染料着色的镜片会使通过它们所看到的一切事物都呈现出与它们自身相同的颜色一样,每当各个感觉器官因某种疾病而预先被它们本应判定的那些性质中的一种所占据时,它就会把这一性质附加在所有其他可感之物上。因此,舌头在被某种性质所规定时,也同样认为自己先前已经获得的正是那种性质存在于一切可尝之物中。因为在品尝可尝之物时,由于它自身内部带有的体液作用更为强烈,它先感觉到了那一种,便认为这附着在呈送上来的物体之上。所以处于这种状态的人会摄入作用更强烈的味道,例如醋或某种诸如此类的东西,以便这种味道在胜过反常地内在存在于舌中的味道之后,能被感觉能力所感知。因此,同样的事情也发生在视觉上:因为我们认为外部事物染上了反常地产生于我们内部的颜色,正如黄疸患者那样;因为他们认为一切都是黄色的。因为既然我们赖以感知可见之物的眼部透明部分(如诸液体和角膜)变成了黄色,我们便认为通过它们所看到的一切事物都是那样的,就像通过镜片看到的事物看起来具有与镜片相同的颜色一样。同样,在眼内形成的体液中,我们也将其颜色和形状归于空气。而且正如我已经说过的,如果在其余的感觉器官中,当它们处于反常状态时,它们自身的病变看起来属于可感之物,尽管在那些器官中感知并不是通过发射而产生的,那么在视觉上也同样发生这种事情是合乎情理的,因此我们绝不接纳因感觉器官将其自身的病变感知为在外部而认定精气从眼中射出。根据沉降下来的体液的形状,出于这一原因也会在外部看到类似的情形。因为如果沉降下来的体液占据了整个瞳孔,整个现实活动就会受损;但当它在瞳孔的某一部分遮蔽了视力时,由于可见之物和光线从各处进入,而在那一部分因体液的遮蔽而处于不可见状态,某种错觉便产生了,以至于未能看见的那个部分看起来像是外部某个明显的、具有类似形状的物体。因此,即使发生体液不停留而是移动的情况,由于不可见的状态出现在另一部分,看起来也似乎始终有某个外部物体在移动。然而,如果外部有镜子提供影像的显现,又有什么值得奇怪的呢?又有谁会怀疑,在外部显现并环绕移动的影像,这同一现象在眼睛的反常状态中也会发生呢?“那么为什么,”他们说,“在发生瞳孔散大时,我们便不再能看见了呢?”
- 2.128ὃ καὶ ὅλως εἰ μὴ ὁρῶμεν δι’ ὅλου τοῦ ῥαγοειδοῦς
关系代词 ὃ 充当连接性关系词,指涉前文(葡萄膜未被看见的原因)或作“为此”解,引出整个句子结构,其条件从句为 εἰ μὴ ὁρῶμεν,主句为 μάταιον τὸ ζητεῖν。
- 2.128οὐκ ἄρα διὰ τὸ ἔξω τοῦ ἰδίου πάθους ἀντιλαμβάνεσθαι τὸ αἰσθητήριον πνεύματα ἐξιέναι ἐκ τοῦ ὄμματος παρεδεξάμεθα
长条件句(以 εἰ ὥσπερ ἐπὶ τῶν λοιπῶν... εὔλογον... 开始)的归结主句。否定词 οὐκ 修饰主动词 παρεδεξάμεθα(直陈式不定过去时),意为“我们绝不因为感觉器官感知其自身病变为在外部,就接纳精气从眼中射出这一结论”(οὐκ ἄρα... διὰ τὸ...)。
- 2.128καίτοι τίς ἂν ὑπονοήσοι τὸ εἴδωλον τὸ φαινόμενον ἔξω περιφέρεσθαι τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν παρὰ φύσιν τοῦ ὀφθαλμοῦ διαθέσεων γίνεσθαι;
带有 ἄν 的祈愿语气构成的修辞疑问句(τίς ἂν ὑπονοήσοι),意为“谁能怀疑呢(即无人怀疑)”。动词 ὑπονοέω 在此带有“怀疑/猜疑”之意,统领宾格不定式短语 τὸ αὐτὸ τοῦτο... γίνεσθαι,意为“谁会怀疑这同一现象在眼睛反常状态下也会发生呢”。
- 2.1287 kr
底本印刷文本中的“7 kr”属于排印附注或排版杂质,在希腊语句法上没有任何功能;句意在 δοκεῖ 之后直接接续 καίτοι μὴ γενομένου...
未在正文中定位
