← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§336.17-337.36

眼睛解剖结构与对视线发射说的反驳

斐洛庞诺斯引述了对手通过视觉精气的外出来解释眼内体液何以在外部被感知的观点,随后基于眼睛的解剖结构(晶状体样体、视觉精气及葡萄膜上的瞳孔),论证了视觉仅通过瞳孔产生,从而驳斥了视线发射说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128#9

εὔδηλον οὖν, φασίν, ὅτι τὸ ὀπτικὸν πνεῦμα πεπονθὸς ἐκ τοῦ ἔνδον χυμοῦ, εἶτα προελθὸν ἔξω καὶ ὥσπερ ὀχήματι τῷ πεφωτισμένῳ ἀέρι χρησάμενον, οὕτω τοῦ ἐγγενομένου ἐν αὐτῷ πάθους ὑπὸ τοῦ ἐντὸς χυμοῦ ἀντιλαμβάνεται. συνεχὲς γὰρ ὂν ἐν ἑαυτῷ τὸ πνεῦμα τοῦ μορίου ἐκείνου τοῦ προσβάλλοντος τῷ χυμῷ πεπονθότος ἅπαξ καὶ ἀλλοιωθέντος1 κατὰ συνέχειαν ἐφεξῆς τὴν ἀλλοίωσιν ἴσχει· καὶ ἐπειδὴ μὴ ἄλλως ἡ ἀντίληψις τῶν ὁρατῶν γίνεται ἢ διὰ τοῦ πεφωτισμένου ἀέρος, εἰκότως ἔξω γενόμενον τοῦ πάθους ἀντιλαμβάνεται. πρὸς ταῦτα οὖν ἐκεῖνό φαμεν, ὅτι τὸ μὲν ἐξιέναι ἐκ τῶν ὀμμάτων ὄψεις οὐ πρότερον παραδεξόμεθα, πρὶν δὴ τὰ πρὸς τὴν ὑπόθεσιν ταύτην ἀκολουθήσαντα ἄτοπα διαλύσωσιν. εἰ γὰρ ὅλως τὸ ἐξιέναι ἐκ τῶν ὀμμάτων ὄψεις ἀνῄρηται, οὐ δήπου ὡς ἀληθοῦς οὔσης τῆς ὑποθέσεως ἀνεξόμεθα αὐτῶν ταύτῃ χρωμένων τῶν προκειμένων τοὺς λόγους ἀποδιδόναι. φαμὲν οὖν ἡμεῖς ταῖς εἰρημέναις ὑποθέσεσιν ἑπόμενοι, ὅτι ὁ χυμὸς οὗτος συνιστάμενος ἐν τῷ ὄμματι οὐκ ἀλλαχοῦ ἔχει τὴν σύστασιν ἢ περὶ αὐτὸ τοῦ ῥαγοειδοῦς τὸ τρῆμα ἔξω τῶν ὑγρῶν· εἰ γὰρ ἐνδοτέρω συστῇ, ἢ ἐν τοῖς ὑγροῖς ἢ ἐν τῷ ὀπτικῷ νεύρῳ, παντάπασιν ἐμποδίσει τῇ ὄψει. φαμὲν οὖν τῷ ὄντι πνεῦμα ὀπτικὸν κατιέναι ἀπὸ τοῦ ἐγκεφάλου διὰ τῶν ὀπτικῶν νεύρων, τοῦτο δὲ μέχρι τοῦ κρυσταλλοειδοῦς ἀφικνεῖσθαι, καὶ ἐν αὐτῷ εἶναι αὐτοῦ τὰς ἀποτελευτήσεις. διὸ καὶ αἱ τῶν ὁρατῶν κρίσεις ἐκεῖσε· διὸ καὶ αὐτὸ διαφανές, ἵνα διαπορθμεύοιντο δι’ αὐτοῦ αἱ ἐνέργειαι τῶν ὁρατῶν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα· διόπερ καὶ τέτρηται τὸ μεταξὺ τοῦ ῥαγοειδοῦς. ἐπειδὴ γὰρ ὁ ῥαγοειδὴς κέχρωσται καὶ διὰ τοῦτο ἔμελλεν ἐμποδίζειν διαπορθμεύεσθαι τὰς τῶν χρωμάτων ἐνεργείας, τέτρηται τὸ πρὸς τῷ κρυσταλλοειδεῖ μέρος, ἵν’ ἀνεμποδίστως φοιτῶσιν αἱ τῶν ὁρατῶν διὰ τοῦ κερατοειδοῦς καὶ τῶν ὑγρῶν διαφανῶν ὄντων καὶ ἀχρωματίστων. ἔξω οὖν τῶν ὑγρῶν τοῦ χυμοῦ συνισταμένου καὶ τῶν ὑγρῶν διαφανῶν ὄντων ἀφικνεῖται δι’ αὐτῶν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα ἡ τοῦ συστάντος χρώματος ἢ σχήματος ἐνέργεια. καὶ ἐπειδή, εἰ καὶ διαφανῆ ἐστι τὰ ὑγρά, ἀλλ’ οὖν τὸ διαφανὲς αὐτῶν φωτὸς παρουσίᾳ τελειοῦται καὶ γίνεται ἐνεργείᾳ διαφανὲς πρότερον δυνάμει ὄν, διὰ τοῦτο μύοντες οὐχ ὁρῶμεν καὶ οὐκ ἀντικείσεται ἡμῖν. διὰ τί οὖν οὐχ ὁρῶμεν καὶ τὸ τοῦ ῥαγοειδοῦς χρῶμα δεικνυμένης αὐτοῦ τῆς ἐνεργείας διὰ τῶν ὑγρῶν; εἴπομεν γὰρ ἤδη ὅτι τὸ πρὸς τῷ κρυσταλλοειδεῖ μέρος αὐτοῦ τέτρηται· μὴ οὔσης οὖν αὐτοῦ κατ’ ἐκεῖνο τὸ μέρος τῆς οὐσίας, ἐν ᾧ αἱ τῶν ὁρατῶν κρίσεις γίνονται διὰ τὸ ἐκεῖσε τὰς ἀποτελευτήσεις εἶναι τοῦ ὀπτικοῦ πνεύματος, εἰκότως οὐδὲ ἀντίληψις αὐτοῦ γίνεται. τί οὖν; φησί· τὸ ὀπτικὸν πνεῦμα τοσοῦτον μόνον ἐπέχει τόπον, ὅσον ἐστὶ τὸ τῆς κόρης διάστημα; ἔπειτα εἰ καὶ τοσοῦτον ἐπεῖχε καὶ ἀκίνητον ἐν ἐκείνῳ ἕστηκε τῷ μέρει, οὐκ εὔλογον αὐτὸ καὶ παρ’ ἑκάτερα χεῖσθαι· οὐχὶ δὲ ἡ τούτου αὔξησις καὶ μείωσις ὅλον τὸν ὀφθαλμὸν ἢ κοιλότερον ποιεῖ ἢ προέχοντα; φημὶ οὖν πρὸς ταῦτα συντόμως ὅτι, εἰ καὶ παρ’ ἑκάτερα συμβαίνει τοῦ πνεύματος χύσιν γενέσθαι, ἀλλ’ οὖν ἡ ἀντίληψις τῶν ὁρατῶν κατὰ μόνου τοῦ μορίου ἐκείνου γίνεται ἐν ᾧ ἡ κόρη συνέστηκε. καὶ τοῦτο σαφὲς καὶ ἐξ αὐτῆς τῆς ἐναργείας καὶ ἐκ τοῦ λόγου. ὁρῶμεν γὰρ ὅτι, εἰ μὲν ἐν αὐτῇ τῇ κόρῃ πάθος τι γένηται, λέγω δὴ ἢ χυμοῦ σύστασις, ἢ ῥύπος τις καὶ πάχυνσις τοῦ κερατοειδοῦς, εὐθὺς τοῦ ὁρᾶν ἐμποδιζόμεθα· εἰ μέντοι αὐτὴ μὲν καὶ τὰ περὶ ταύτην μέρη κατὰ φύσιν ἔχοι, τὰ παρ’ ἑκάτερα δὲ αὐτῆς πάντα πάθοιέν τι, ἢ σκίρρον ἢ ἐπίρροιαν χυμοῦ ἤ τι τοιοῦτον, ἀνεμπόδιστος ἡ ὄψις γίνεται, ὡς δηλονότι δι’ αὐτῆς μόνης τῆς ἀντιλήψεως γινομένης. καὶ ἡ αἰτία δήλη. εἰ γὰρ διὰ τοῦτο τέτρηται ἐκεῖσε ὁ ῥαγοειδής, ἵνα μὴ τῷ οἰκείῳ χρώματι ἐμποδίσῃ τῇ ἀντιλήψει τῶν ὁρατῶν, ἔνθα ἂν μὴ τοῦτο πεπονθὼς ᾖ, ἐμποδίσει δηλονότι. ὥστε κἂν ἐν ὅλῳ τῷ ὀφθαλμῷ κεχυμένον ᾖ τὸ πνεῦμα, ἀδύνατον δι’ ὅλου ἀντιλαβέσθαι. καὶ ὥσπερ εἴ τις οἶκος εἴη μίαν μόνην ὀπὴν ἔχων, εἴη δ’ ἐν ἐκείνῃ τῇ ὀπῇ ὕελος κατακόρως μέλαινα, ἅτε δὴ μὴ δυναμένου τοῦ φωτὸς δι’ αὐτῆς καταφωτίσαι τὸν οἶκον, οὔτε αὐτῆς οὔτε ἄλλου τινὸς γινομένη τοῖς ἔνδον ἀντίληψις,2 οὕτω δὴ καὶ ἐπὶ τοῦ ῥαγοειδοῦς συμβαίνει.

因此他们说,显而易见的是,视觉精气受到内部体液的作用,随后行进至外部,并宛如将受光照的空气用作载体一样,如此察觉到内部体液在它自身中所产生的作用。因为精气在自身内部是连续的,触及体液的那一部分一旦受到作用并发生变异,便依照连续性相继接受该变异;而且既然可见之物的感知若非通过受光照的空气便无法产生,它在来到外部之后察觉到这一作用便是理所当然的。那么,针对这些观点我们说:我们决不会接纳视线从眼中射出这一说法,除非他们先化解随此假定而来的种种荒谬推论。因为如果视线从眼中射出一说已被彻底驳倒,我们绝不会容忍他们把这一假定当作真实的那样来解释摆在面前的问题。因此,我们遵循前述诸假定而主张:形成于眼中的这种体液,除了在葡萄膜本身的孔洞周围、诸液体之外,别无其他形成之处;因为如果它形成于更内部,即形成于诸液体之中或视神经之中,它将彻底妨碍视觉。因此我们主张,视觉精气确实从脑部通过视神经下行,并且到达晶状体样体,其终结之处就在晶状体样体之中。因此对可见之物的判定就在那里;因此这晶状体样体自身也是透明的,以便可见之物的诸现实活动能通过它被传送到视觉精气;正是为此,葡萄膜的中部也被穿孔。因为葡萄膜是着有颜色的,且因此原本会妨碍诸色彩现实活动的传送,所以朝向晶状体样体的那部分被穿孔,以便可见之物的诸活动能够畅通无阻地穿过角膜和透明且无色的诸液体。因此,既然体液形成于诸液体之外,且诸液体是透明的,所形成之色彩或形状的现实活动便通过它们到达视觉精气。而且,即便诸液体是透明的,但它们的透明性唯在光的临在下才得以完满,并在现实活动中变为透明(此前仅是潜能上的),因此我们在闭眼时看不见,而这并不会对我们构成反驳。那么,既然葡萄膜的现实活动通过诸液体显现出来,我们为何不也看到它的颜色呢?因为我们已经说过,它朝向晶状体样体的那部分被穿孔了;因此,在因视觉精气的终结位于那里而作出对可见之物判定的那个部分中,既然不存在葡萄膜的实体,理所当然也不会产生对它的感知。“那么怎样呢?”他说,“难道视觉精气只占据瞳孔大小的区间吗?再者,即使它占据了这么大的空间并且静止地立在那一部分中,难道它向两侧扩散是不合理的吗?难道它的增减不会使整个眼睛变得更凹陷或更突出吗?”因此针对这些,我简要地回答说:即使精气向两侧的扩散确实会发生,但对可见之物的感知仅在瞳孔形成于其中的那个部分产生。而这一点无论是从直观的事实本身还是从论理来看都是清晰的。因为我们看到,如果在瞳孔本身之中产生某种病变,我是指体液的形成,或者角膜的某种污垢和增厚,我们便立即被妨碍观看;然而,如果瞳孔本身及其周围各部分处于自然状态,但其两侧的一切部分都遭受某种病变,无论是硬化、体液的涌入还是某种诸如此类的情况,视觉都不受妨碍,这显然表明感知仅是通过瞳孔产生的。其原因也是明显的:因为如果在那里葡萄膜被穿孔是为了不以其固有的颜色妨碍对可见之物的感知,那么在它未被如此穿孔的地方,显然就会构成妨碍。因此,即使精气弥散在整个眼中,也不可能通过整个眼睛进行感知。这就好比有一所房屋只开有一个孔穴,而在那个孔穴中嵌有深黑色的玻璃,以至于由于光线无法通过它照亮房屋,屋内的居住者既无法察觉到这玻璃也无法察觉到任何其他事物,在葡萄膜的情形中也正是如此。

语法注2 条
  1. 2.128τοῦ μορίου ἐκείνου τοῦ προσβάλλοντος τῷ χυμῷ πεπονθότος ἅπαξ καὶ ἀλλοιωθέντος

    此处为独立属格结构,其逻辑主语为精气的特定部分,有别于主句的语法主语(τὸ πνεῦμα)。它表示时间或原因,解释为“当触及体液的那一部分一旦受到作用并发生变异时”。

  2. 2.128οὔτε αὐτῆς οὔτε ἄλλου τινὸς γινομένη τοῖς ἔνδον ἀντίληψις

    在末尾的比喻句中,阴性主格分词 γινομένη 与主语 ἀντίληψις 一致,但省略了限定动词(如 ἐστί)。这是在相关对应句(ὥσπερ ... οὕτω δὴ καί)中的一种轻微破格句或分词表语结构,表达了“屋内的居住者既无法察觉到它也无法察觉到任何其他事物”这一推论骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:336.17-337.36