← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§334.37-336.17

可见显相的传播与视觉疑难

斐洛庞诺斯批评了那位哲学家主张空气被可见之物的显相充满的观点(难以解释距离与直线传播),审视了以穿过有色透镜的阳光投射于固体来维护亚里士多德的论证及其反驳,并探讨了眼中体液为何被感知为存在于外部的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128#8

ἀλλ’ ἔφασκε πρὸς τοῦτο ὁ φιλόσοφος1 μὴ τὰς ἐνεργείας φοιτᾶν μέχρι τοῦ ὄμματος, ἀλλ’ ἁπλῶς τὸν ἀέρα πάντα πεπληρῶσθαι πάντων τῶν ὁρατῶν. τοῦτο δὲ ἔτι ἀπορώτερόν τε καὶ ἀτοπώτερον. πρῶτον μὲν γὰρ καὶ τὸ αὐτὸ ἔτι μένει ἄπορον.2 εἰ γὰρ κοινῶς ὁ ἀὴρ τῶν ἐμφάσεων τῶν ὁρατῶν πεπλήρωται, πόθεν τὰ ἀποστήματα γινώσκομεν; ἔδει γὰρ καὶ τὸ πάνυ πόρρω καὶ τὸ ἐγγὺς ὡσαύτως φαίνεσθαι. οὐκ ὤφειλε δὲ οὐδὲ τὰ πορρωτάτω διαφεύγειν τὴν αἴσθησιν, εἴ γε πᾶς ὁ ἀὴρ πασῶν τῶν ἐμφάσεων πεπλήρωται. ἀλλ’ ἴσως πρὸς τοῦτο μὲν φήσειεν ὅτι, ὥσπερ οἱ τὰς ὄψεις ὑποτιθέμενοι ἀσθενεῖν αὐτάς φασι πόρρω προϊούσας καὶ διὰ τοῦτο μὴ ὁρᾶν τὰ πόρρωθεν, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐνεργειῶν ἡμεῖς ὑποτιθέμεθα ἐπὶ πολὺ προϊούσας ἀσθενεῖν. ἀλλὰ πρὸς ἐκεῖνο τί ἂν φήσειεν; εἰ γὰρ ὁ πᾶς ἀὴρ τῶν ἐμφάσεων πεπλήρωται, τίς ἔτι χρεία τοῦ ὑποτίθεσθαι κατ’ εὐθεῖαν λέγειν ἰέναι τὰς ἐνεργείας; ἔδει γὰρ αὐτὰ τὰ μὴ πόρρω ἡμῶν καὶ ἁπλῶς ἅπερ ὁρᾶν δυνάμεθα, ὅπου ἂν ἀποβλέψωμεν, ὁρᾶν, ἅπαξ τοῦ ἀέρος πεπληρωμένου τῶν ἐμφάσεων. διὰ τί οὖν μὴ ὁρῶμεν τὸν οὐρανὸν καὶ ἕκαστον τῶν ὁρατῶν μὴ ἀτενίζοντες πρὸς αὐτά; ἔστι δὲ ὑπὲρ τῆς δόξης τῆς Ἀριστοτέλους συναγωνιζόμενον αὐτὴν τὴν ἐνάργειαν μαρτύρασθαι.3 ὁρῶμεν γὰρ ὅτι, ὅταν διὰ σφέκλου κεχρωσμένου πυρρῷ ἢ ἄλλῳ τινὶ τοιούτῳ χρώματι ἀκτὶς ἡλίου βάλλῃ, ἀπαθὴς ὁ ἀὴρ μένων τό τε χρῶμα τοῦ σφέκλου καὶ τὸ σχῆμα διαπορθμεύει, μέχρις ἂν στερεοῦ τινος προσψαύσῃ σώματος, καὶ λοιπὸν ἐν ἐκείνῳ ἐναπομάττεται τό τε χρῶμα τοῦ σφέκλου καὶ τὸ σχῆμα. καὶ ἔστι τῷ ὄντι θαυμαστὸν ἰδεῖν. ἐν μὲν γὰρ τῷ ἀέρι ἐνατενίζων τις, δι’ οὗ δίεισιν ἡ τοῦ ἡλίου ἀκτίς, ἀπαθῆ τοῦτον ὁρᾷ ὑπὸ τοῦ χρώματος καὶ τοῦ σχήματος τῆς ὑέλου· ἐν μέντοι τῷ στερεῷ σώματι, ἐν ᾧ γίνεται ἡ ἀποτελεύτησις τῆς ἀκτῖνος, ἐν ἐκείνῳ καὶ τὸ χρῶμα ὁρᾶται καὶ τὸ σχῆμα. καὶ οὐ δεῖ που ὄψεων ἐκεῖσε ἀνάκλασιν αἰτιάσασθαι. οὐδὲ γὰρ ἁπλῶς ἐν λείοις τὸ τοιοῦτον γίνεται σώμασιν, ἀλλὰ καὶ ἐν ἐρίῳ, εἰ ἐκεῖ προσπέσοι4 ἡ ἀκτίς, καὶ ἐν ἱματίῳ καὶ ἐν ψάμμῳ καὶ ἐν ὁτῳοῦν, καὶ τῆς ὄψεως ὡς ἄν ἔτυχεν οὔσης, ὥστε μηδὲ ἐκεῖθεν δύνασθαι ἐπὶ τὸ σφέκλον ἀνάκλασιν γενέσθαι.5 σαφὲς οὖν ἐντεῦθεν ὡς τῷ ὄντι ἐνέργειαι τῶν ὁρατῶν ἀπαθῶς διὰ τοῦ ἀέρος χωροῦσαι οὕτως ἐν τῷ αἰσθητηρίῳ γινόμεναι ἅτε δὴ ἐν στερεῷ σώματι ἐκεῖσε καὶ τὰ χρώματα καὶ τὰ σχήματα τῶν ὁρατῶν ἐντυποῦσι· καὶ οὕτως ὑπ’ αὐτῶν τοῦ αἰσθητηρίου παθόντος ἡ κρίσις ἐπὶ τὴν αἴσθησιν διαβαίνει. ἀλλ’ ἔστι πρὸς τοῦτο εἰπεῖν ὅτι οὐ τὸ αὐτὸ ὁρῶμεν γινόμενον ἐπὶ τῶν ὁρατῶν, ὅπερ συμβαίνει ἐπὶ τοῦ ὑποδείγματος. οὐδὲ γὰρ ἄλλως τὸ εἰρημένον γίνεται, εἰ μὴ ἀκτὶς διὰ τοῦ σφέκλου προσπέσοι, τὰ δὲ ὁρατὰ ὁρῶνται καὶ μὴ ἀκτῖνος αὐτοῖς κατ’ εὐθεῖαν ἀπὸ τοῦ ἡλίου προσβαλλούσης. ἄλλως τε ἐπὶ μὲν τοῦ σφέκλου, οἷς ἂν προσπέσῃ ἡ ἀκτίς, ἐν τούτοις φαντασία γίνεται τοῦ χρώματος· οὐδὲν δὲ τοιοῦτον ἐπὶ τῶν ὁρατῶν φαίνεται· οὐδὲ γὰρ δρῶντα φαίνεται εἰς τὰ λοιπὰ σώματα, κἂν δι’ αὐτῶν ἡ ἀκτὶς φέρηται· ἄλλο ἄρα ἐστὶ τὸ γινόμενον ἐπὶ τοῦ ὑποδείγματος παρὰ τὴν τῶν ὁρατῶν ἐνέργειαν ἢ ἁπλῶς λῆψιν. καὶ τοῦτο δὲ πρὸς τὸν περὶ τῶν ἐνεργειῶν ἀποροῦσι λόγον· τί δήποτε, φασίν, ὅταν χυμός τις ἐπιρρεύσῃ ἐν τῷ ὄμματι, τοῦτον μὴ ὁρῶμεν ἐντὸς ὄντα; εἰ γὰρ ὅλως αἱ τῶν αἰσθητῶν ἐνέργειαι ἐν αὐτῷ τῷ ὄμματι γενόμεναι δρῶσι, καὶ μὴ αἱ ὄψεις αἱ ἡμέτεραι ἀφικνοῦνται πρὸς αὐτά, ἔδει τὸν συστάντα χυμὸν ἐν τῷ ὄμματι ἔσω ἡμᾶς ὁρᾶν· νῦν δ’ οὐ τοῦτο γίνεται, ἀλλ’ ἔξω αὐτοῦ ἀντιλαμβανόμεθα. καὶ γὰρ εἰ συμβῇ κεχρωσμένον εἶναι τὸν χυμὸν ἐκεῖνον, ἔξω ἐν τῷ ἀέρι τοῦ χρώματος ἀντιλαμβανόμεθα, κἂν ἐσχηματισμένος εἴη, καὶ τοῦ σχήματος ἔξω πάλιν αἰσθανόμεθα. καὶ οὐκ ἄν εἴποι τις ὅτι ἡ τούτου ἐνέργεια ἐξελθοῦσα ἔξω ἐν τῷ ἀέρι πάλιν ἀπὸ τούτου ἀνεκλάσθη εἰς τὸ ὄμμα· οὐ γὰρ ἁπλῶς ἀπὸ τοῦ ἀέρος, καὶ ταῦτα ἐνίοτε λεπτομερεστάτου ὄντος, ἀνακλᾶσθαι πεφύκασιν αἱ ὄψεις καὶ ἐνέργειαι. ἄλλως τε, εἰ τοῦτο ἦν, διὰ τί μὴ καὶ τὸ τοῦ ῥαγοειδοῦς χρῶμα τὸ αὐτὸ τοῦτο ἐποίει; ἔδει γὰρ καὶ τούτου τὴν ἐνέργειαν ἐξελθοῦσαν καὶ ἀνακλασθεῖσαν πρὸς ἡμᾶς ἀντιληπτὴν ἡμῖν εἶναι· νῦν δὲ οὐκ ἔστιν.

然而针对这一点,那位哲学家曾声称,并非诸现实活动来到眼睛,而是所有的空气完全被所有可见之物所充满。但这甚至更为可疑,且更为荒谬。因为首先,同一个疑难依然存在:如果空气普遍地被可见之物的诸显相所充满,我们又从何得知诸间隔呢?因为极远之物与近处之物本应以同样的方式显现。如果确实全部的空气被所有的显相所充满,那么最远的事物也不应当逃避感觉。但或许针对这一点他可以说:正如那些假定视线的人声称视线在行进至远处时变弱并因此看不见远处的事物一样,我们在现实活动的情形中也同样假定它们在行进相当距离后会变弱。但针对那另一点他又会说什么呢?因为如果全部的空气被诸显相所充满,那么为何还需要假定并声称诸现实活动沿直线前进呢?因为既然空气一旦被诸显相充满,凡是不远离我们之物、简言之凡是我们所能看见之物,无论我们看向何处,本应都能够看见。那么,为何我们若不凝神注视天空及各可见之物,便看不见它们呢? 然而,为了支持亚里士多德的见解,亦可援引直观的事实本身作为见证。因为我们看到,当太阳光线穿过着有红色或某种其他类似色彩的透镜投射时,空气保持不受影响,将透镜的色彩和形状两者都传送过去,直至接触到某种固体,此后透镜的色彩和形状便印入那物体之中。而这实在是一件奇妙可观之事:因为注视太阳光线所穿过的空气的人,看到它完全不受玻璃的色彩和形状的影响;然而在光线终止的固体之中,在其上色彩和形状两者都显现出来。人们绝无必要将此归咎于视线向那里的反射:因为此类事情不仅在光滑物体中发生,而且如果光线落在羊毛上、外衣上、沙子上以及任何物体上都会发生,且视线处于随意的状态,以至于绝不可能从那里向透镜产生反射。因此显而易见,实际上可见之物的诸现实活动不受影响地穿过空气,如此进入感觉器官之中,正如同在一个固体之中那样,在其中将可见之物的诸色彩与诸形状铭刻下来;而在感觉器官由此受到它们的作用之后,判定便传递到了感觉。 然而针对这一点可以说:我们所见到的在可见之物身上发生的事情,与在这个范例中所发生的并非同一回事。因为上述现象若非光线穿过透镜投射便不会发生,而可见之物即便没有光线从太阳直接沿直线投射在其上,亦能被看见。此外,在透镜的情形中,光线无论落在何物上,在这些物体中都会产生色彩的表象;但在可见之物的情形中却看不到任何类似现象。因为即使光线穿过它们,它们也未被观察到作用于其余物体。因此,在这个范例中发生的事情,有别于可见之物的现实活动或单纯的接受。 他们还针对关于现实活动的论说提出了下述疑难:他们说,究竟为何当某种体液流入眼中时,我们并不看到它存在于内部呢?因为如果感觉对象的诸现实活动完全是通过在眼睛自身之中产生而施加作用,而非我们的视线到达它们那里,那么我们理应在内部看到聚集在眼中的体液;但事实并非如此,我们反而在外部察觉到它。因为即使那体液恰好着有颜色,我们也是在外部的空气中察觉到该颜色,即使它具有某种形状,我们同样也是在外部感知到其形状。人们总不能说,这体液的现实活动外出至外面的空气中,又从空气反射回眼睛之中;因为视线与诸现实活动并非本性上适于单纯从空气中反射,更何况空气有时是极细微的。此外,如果这是事实,为何葡萄膜的颜色不也做这同一回事呢?因为它的现实活动也本应外出并向我们反射,从而被我们所察觉;但事实并非如此。

语法注5 条
  1. 2.128ὁ φιλόσοφος

    名词短语 ὁ φιλόσοφος 是未完成体动词 ἔφασκε 的主语。在斐洛庞诺斯的注疏中,这一头衔通常指代其师阿摩尼奥斯,此处指针对前述疑难提出该解答的哲学家。

  2. 2.128τὸ αὐτὸ ἔτι μένει ἄπορον

    句式骨架由作为主语的 τὸ αὐτό 和作为表语或名词性用法的 ἄπορον 构成:“同一个疑难依然存在”。

  3. 2.128ἔστι δὲ ὑπὲρ τῆς δόξης τῆς Ἀριστοτέλους συναγωνιζόμενον αὐτὴν τὴν ἐνάργειαν μαρτύρασθαι

    非人称动词 ἔστι(相当于 ἔξεστι,“可以/可能”)带不定式 μαρτύρασθαι。分词 συναγωνιζόμενον 为宾格,与不定式隐含的逻辑主语(不特定的人)保持一致。

  4. 2.128οὐδὲ γὰρ ἄλλως τὸ εἰρημένον γίνεται, εἰ μὴ ἀκτὶς διὰ τοῦ σφέκλου προσπέσοι

    相关结构 οὐδὲ ... ἄλλως ... εἰ μή 是表达排他性条件的惯用句型(“除非……否则不发生”)。希求法 προσπέσοι 表示一般性或潜在的前提条件。

  5. 2.128καὶ τῆς ὄψεως ὡς ἄν ἔτυχεν οὔσης, ὥστε μηδὲ ἐκεῖθεν δύνασθαι ἐπὶ τὸ σφέκλον ἀνάκλασιν γενέσθαι

    独立属格结构 τῆς ὄψεως ... οὔσης 内嵌了方式副词从句 ὡς ἂν ἔτυχεν(“随意地/无论如何”)。随后的 ὥστε 从句表示逻辑结果(“以至于绝不可能产生反射……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:334.37-336.17