- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:327.22-329.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯反驳了光是物体的观点,指出光既不作沿直线的自然运动也不作圆周运动,物体的穿透或排挤会破坏呼吸和空气的本性,并驳斥了非物质物体说以及附着于太阳的光线转移说。
ὥστε εἰ μὴ κατ’ εὐθεῖαν κινεῖται, ὡς τὰ σώματα, ἢ τὴν ἐπὶ τὸ ἄνω μόνον ἢ τὴν ἐπὶ τὸ κάτω μόνον, μήτε κατὰ κύκλον, πᾶν δὲ σῶμα μίαν τῶν εἰρημένων κινήσεων κινεῖται, ἔοικε μὴ εἶναι σῶμα τὸ φῶς. // πάλιν εἰ σῶμα τὸ φῶς, ἀνάγκη πᾶσα, εἰ μὲν δι’ ὅλου τοῦ ἀέρος χωρεῖ, σῶμα ἐν σώματι εἶναι, εἰ δὲ μὴ δι’ ὅλου, ἀλλ’ ἢ τέμνει αὐτὸν ἢ διὰ τῶν πόρων αὐτοῦ χωρεῖ, ἀνάγκη μὴ ἐν παντὶ μέρει τοῦ ἀέρος φῶς εἶναι, ἀλλ’ εἶναί τινα μὲν αὐτοῦ μόρια πεφωτισμένα, τινὰ δὲ ἐσκοτισμένα· ὥστε οὐ πᾶς ἔσται πεφωτισμένος. οὐδὲ πανταχοῦ ἀὴρ ἔσται, ἀλλ’ ἔνθα ἂν ᾖ φῶς, μὴ εἶναι ἀέρα, καὶ ἔνθα ἀήρ, μὴ εἶναι φῶς. καὶ οὕτω συμβήσεται ἡμᾶς φῶς καὶ ἀέρα ἀναπνεῖν· ἔστι δ’ ὅτε καὶ φῶς μόνον, οὐκέτι δὲ καὶ ἀέρα, ὅταν κατ’ αὐτὸ τὸ πεφωτισμένον τύχωμεν ἀναπνέοντες. ταῦτα δὲ προφανῶς ἄτοπα καὶ παρ’ αὐτὴν τὴν ἐνάργειαν. ἔδει δὲ καὶ ἐν τῷ τὸν ἄνεμον κινεῖσθαι1 ἀθρόον ὄντα καὶ συνεχῆ ἢ πάντῃ σκοτίζειν τὸν τόπον, ἔνθα ἂν προσπέσῃ, ἐξωθοῦντα τὸ τοῦ φωτὸς σῶμα, ἤγουν κἂν σκοτεινότερον τὸν τόπον ποιεῖν, ἅτε τὸ τοῦ φωτὸς σῶμα ἤγουν μόρια αὐτοῦ ἐξωθήσαντα καὶ ἐν τοῖς ἐκείνων τόποις γενόμενον. νῦν δὲ τοῦτο οὐ συμβαίνει. ὁρῶμεν δὲ ὅτι καὶ τοῦ ἀέρος φωτισθέντος αἱ αὐταὶ τοῦ ἀέρος ἐνέργειαι γίνονται· ἀναπνέοντες γὰρ ὁμοίως καὶ ἐμψυχόμεθα· καίτοι θερμαίνειν πέφυκεν ἡ τοῦ φωτὸς φύσις καὶ αὐτὸν τὸν ἀέρα, οὐκ ἐμψύχειν. πρὸς δὲ τούτοις ἐπειδὴ οἱ λέγοντες τὸ φῶς σῶμα εἶναι λέγουσι σφαῖράν τινα φωτὸς προϊέναι ἐκ τοῦ ἡλίου, ἐπειδὴ καὶ ὁ ἥλιος σφαιρικός, ἔστι δὲ σφαιρικὸς καὶ ὁ ἀήρ, ἀνάγκη πᾶσα τὴν τοῦ φωτὸς σφαῖραν προϊοῦσαν πρὸς ἡμᾶς ἢ ὠθεῖν τὴν σφαῖραν τοῦ ἀέρος καὶ οὕτω τὸν τόπον αὐτῆς καταλαβοῦσαν φωτίζειν τὸν περὶ ἡμᾶς τόπον, ἢ μὴ ὠθεῖν ἀλλὰ δι’ αὐτῆς χωρεῖν. εἰ μὲν οὖν ὠθεῖ τὸν ἀέρα καὶ τὸν αὐτοῦ τόπον καταλαμβάνει, ἔσται κενὸν ἀέρος τὸ πεφωτισμένον ἡμισφαίριον, ὅπερ ἀδύνατον· ὡς γὰρ εἶπον, πάντα τὰ ἀέρος ἔργα γίνεται καὶ πεφωτισμένου τοῦ περὶ ἡμᾶς παντός· εἰ δὲ μὴ ὠθήσει, οὐδὲ φωτίσει ἅτε μὴ ἀφικνούμενον εἰς ἡμᾶς. εἰ δὲ χωρήσει δι’ αὐτῆς, ἔσται σῶμα διὰ σώματος κεχωρηκός, ὅπερ ἀδύνατον. // εἰ δὲ λέξουσιν ὅτι ὡς ἄυλον σῶμα δύναται χωρῆσαι διὰ σώματος, μάλιστα μὲν ἀδύνατος ὁ λόγος· οὕτω γὰρ ἤμελλεν ὁ οὐρανὸς ἐν κέγχρῳ δύνασθαι γενέσθαι.2 ἔπειτα εἰ διὰ τὸ ἄυλον εἶναι δύναται χωρῆσαι διὰ σώματος, ἐχώρησεν ἂν οὐ μόνον διὰ ἀέρος ἀλλὰ καὶ δι’ ἄλλου ὁτουοῦν. τίς γὰρ ἡ ἀποκλήρωσις, εἰ ᾗ ἄυλον δύναται σῶμα διὰ σώματος χωρεῖν, μὴ καὶ διὰ παντὸς χωρεῖν; ὥστε ἔδει καὶ διὰ τῶν στερεῶν σωμάτων χωρῆσαι τὸ φῶς, διὰ γῆς λέγω καὶ τῶν ὁμοίων. διὰ τί οὖν μὴ καὶ ὑπὸ γῆν3 ὄντος τοῦ ἡλίου ὁρῶμεν ὑπὲρ γῆν, τοῦ φωτὸς καὶ διὰ τῆς γῆς χωροῦντος; ἔπειτα εἰ σῶμα ὂν τὸ φῶς χωρεῖ διὰ σώματος τοῦ ἀέρος, ἔδει τὸ ὅλον πυκνότερον καὶ παχύτερον γενέσθαι· νῦν δὲ τὸ ἐναντίον λεπτομερέστερος ὁ ἀὴρ γίνεται δεξάμενος τὸ φῶς, ὅπερ οὐκ ἂν συνέβη, εἴπερ ἦν σῶμα. ὥσπερ εἰ ἐν γῇ χωρήσῃ ὕδωρ καὶ μὴ μείζων ὁ ἐξ ἀμφοῖν γένηται τόπος, ἀνάγκη πᾶσα τὸ ἐξ ἀμφοῖν σῶμα παχύτερον γεγονέναι, οὕτω δὲ καὶ τὸν ἀέρα ἀνάγκη ἦν παχύτερον γενέσθαι ἐγγινομένου τοῦ φωτός· νῦν δὲ τοὐναντίον λεπτότερος γίνεται φωτισθείς. // εἰ δέ τις λέγοι πρὸς τὸν περὶ τῆς κινήσεως τοῦ φωτὸς ἐνιστάμενος λόγον, ὅτι ἀκτῖνές τινές εἰσιν ἠρτημέναι τοῦ ἡλίου καὶ τῇ μεταβάσει τῆς κινήσεως φωτίζουσιν οὐ δεόμεναι τῆς ἄνωθεν κινήσεως (ἀεὶ γὰρ ἠρτημέναι εἰσὶ τοῦ ἡλίου) ἐπὶ τὴν γῆν, μάλιστα μὲν παρὰ τὰ φαινόμενα λέγει· ὁμοίως γὰρ ὅ τε ἥλιος φωτίζει καὶ ἡ σελήνη καὶ τὸ πῦρ καὶ τὰ ἄλλα πάντα, οὐχ ἕξει δὲ τοῦτο λέγειν καὶ ἐπὶ τοῦ πυρὸς ἤ τινος τῶν ἄλλων. καὶ ὅταν ἐν σκότῳ ἀπὸ παρατρίψεως τῶν πυρείων ἐξάψω πῦρ ἐν πάνυ μεγίστῳ οἴκῳ, ἀχρόνως ὅλον τὸν οἶκον τὸ φῶς καταλαμβάνει. καὶ τοῦ ἀέρος δὲ πυκνωθέντος ὁ μὲν ἥλιος ἀφανής ἐστιν, ἅπας δὲ ὁ περὶ ἡμᾶς καταλάμπεται τόπος. ἔπειτα ἐρήσομαι περὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν, πότερον σῶμά εἰσιν ἢ ἀσώματοι, καὶ πότερον δι’ ὅλου τοῦ ἀέρος ἀκτῖνες φέρονται, ἢ οὐ δι’ ὅλου, καὶ πάλιν τὰ αὐτὰ ἄπορα ἐμπεσοῦνται.
因此,如果它不像物体那样,要么仅向上要么仅向下沿直线运动,也不沿圆周运动,而一切物体都作上述运动之一,那么光似乎就不是物体。 // 再次,如果光是物体,那么完全必然的是,如果它穿过整个空气,就会是物体存在于物体之中;如果不是穿过整个空气,而是要么切开空气,要么穿过空气的孔隙,那么必然并非在空气的每个部分中都有光,而是它的某些部分被照亮,某些部分则处于黑暗中;从而空气并非全部被照亮。也不会处处都有空气,而是在有光的地方没有空气,在有空气的地方没有光。这样就会出现我们既吸入光又吸入空气的结果,有时甚至只吸入光而不再吸入空气(当我们恰好在被照亮的那个部分呼吸时)。但这些显然是荒谬的,并且违背了明明白白的事实本身。而且,当风作为整体而连续地运动时,本应要么通过推开光的物体而使它所吹袭的地方完全变暗,要么至少使该处变得更暗,因为它推开了光的物体或其各部分而占据了它们的位置。但现在这种情况并未发生。而且我们看到,即便空气被照亮,空气的同样功能依然发生;因为通过呼吸我们同样得到冷却,尽管光的本性自然是使空气本身变热而不是冷却。除这些之外,既然主张光是物体的人说,由于太阳也是球形的,因而某种光的球体从太阳发出,而且空气也是球形的,那么朝我们发出的光的球体就完全必然要么推开空气的球体从而占据它的位置并照亮我们周围的地方,要么不推开而是穿过它。如果它推开空气并占据其位置,被照亮的半球就会缺少空气,这是不可能的;因为正如我说过的,即便我们周围的一切都被照亮,空气的所有功能依然在发生;如果它不推开,它甚至也不会照亮,因为它未能到达我们这里。如果它穿过空气,就会是一个物体穿过了另一个物体,而这是不可能的。 // 但是,如果他们说作为非物质的物体它能够穿过物体,首先这个论点是不可能的;因为那样的话,天本该能够存在于一颗粟粒之中。其次,如果由于是非物质的就能够穿过物体,它本不仅会穿过空气,而且会穿过任何别的东西。因为如果物体作为非物质的能够穿过物体,有什么理由它不也穿过一切呢?从而光也本应穿过坚硬的物体,我是指穿过大地和类似的东西。那么,为什么即便当太阳在地底下时,我们不随着光也穿过大地而在大地之上看见呢?其次,如果光作为物体穿过作为物体的空气,整体本应变得更致密和更浓厚;但现在相反,空气在接纳了光之后变得更由微细粒子组成,如果光确实是物体,这本不会发生。正如水若渗入土中而两者所占的场所并不变大,由两者构成的物体就完全必然变得更浓厚,同样,光在空气中产生时空气也必然变得更浓厚;但现在相反,它在被照亮时变得更稀薄。 // 如果有人反对关于光的运动的论证而主张,有某些光线依附于太阳,并且通过运动的转移而照亮,不需要从上方(因为它们始终依附于太阳)到大地的运动,那么首先他所说的违背了现象;因为太阳、月亮、火和所有其他东西都同样起照亮作用,而在火或任何其他东西的情况下,他是无法这样说的。而且当我在黑暗中通过摩擦取火棒在一间极大的房屋中点燃火时,光不经时间就占满了整个房屋。此外,当空气变致密时,太阳虽然不可见,我们周围的整个场所却被照亮。接着我将询问关于太阳光线的问题:它们究竟是物体还是非物体的,以及光线是穿过整个空气被运送还是不穿过整个空气,这样同样的困境将再次出现。
- 2.128ἔδει δὲ καὶ ἐν τῷ τὸν ἄνεμον κινεῖσθαι
非人称未完成过去时 ἔδει 引出与过去事实相反的必然性(“本应……”)。它支配不定词从句 ἢ πάντῃ σκοτίζειν ... ἤγουν κἂν σκοτεινότερον τὸν τόπον ποιεῖν,并在后文中被事实性语句 νῦν δὲ τοῦτο οὐ συμβαίνει(“但现在这种情况并未发生”)所否定。
- 2.128οὕτω γὰρ ἤμελλεν ὁ οὐρανὸς ἐν κέγχρῳ δύνασθαι γενέσθαι
ἤμελλεν 加上不定词(δύνασθαι)表示从荒谬前提推导出的反事实荒谬后果(“因为那样的话,天本该能够……”)。未完成过去时在此不带 ἄν,确定地表达了假定若成立则必然导致的荒唐后果。
- 2.128οὐ δεόμεναι τῆς ἄνωθεν κινήσεως (ἀεὶ γὰρ ἠρτημέναι εἰσὶ τοῦ ἡλίου) ἐπὶ τὴν γῆν
超序结构(hyperbaton):τῆς ἄνωθεν κινήσεως 与其介词补足语 ἐπὶ τὴν γῆν(“从上方到大地的运动”)被插入的解释从句(ἀεὶ γὰρ ἠρτημέναι εἰσὶ τοῦ ἡλίου)所隔开;ἐπὶ τὴν γῆν 修饰 κινήσεως。
