- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:329.2-330.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐洛庞努斯在确立光与视觉光线皆非物体的基础上,阐明透明介质(空气)如何在自身不受动、不被着色的情况下传导颜色的现实活动,并说明光作为一种非物体的现实活动,如何通过依次相接的透明物体由发光体瞬时连锁传递,最终将光规定为透明物作为透明物本身的现实活动。
Ἐκ τούτων οὖν καὶ τῶν τοιούτων κινούμενοι ἀναγκαζόμεθα μήτε τὸ φῶς μήτε τὰς ὄψεις σῶμα λέγειν. τί οὖν; πῶς τὸ ὁρᾶν γίνεται; τίς δὲ καὶ ἡ τοῦ φωτὸς φύσις; λέγομεν οὖν πρῶτον περὶ τοῦ ὁρᾶν ἑπόμενοι Ἀριστοτέλει, ὅτι ἔχει τὸ διαφανές, ὁ ἀήρ, διαπορθμευτικὴν τῶν χρωμάτων δύναμιν αὐτὸς ἀχρωμάτιστος ὤν. εἰ γὰρ εἶχεν οἰκεῖόν τι χρῶμα, ἐνεπόδισεν ἂν αὐτῷ πρὸς τὸ διαπορθμεῦσαι τὰ ἄλλα χρώματα. ἀμέλει ἐὰν ᾖ ὕελος ἄχρους, πάντα διαπορθμεύει τὰ χρώματα· ἐὰν δὲ χρωσθῇ τινι χρώματι, οὔτε πάντα διαπορθμεύει (οὐδὲ γὰρ τὰ ἀμυδρότερα διαπορθμεύσει) οὔτε ἀκριβῶς. ἔχει οὖν ὁ ἀὴρ κατὰ πᾶν μόριον ἑαυτοῦ τὴν διαπορθμευτικὴν τῶν χρωμάτων δύναμιν· καὶ γὰρ ὅλος καθ’ ὅλον ἑαυτὸν διαφανής ἐστι· τὸ γὰρ ἐνθαδὶ κείμενον καὶ οἱ ἔμπροσθεν καὶ οἱ ὄπισθεν καὶ ἁπλῶς οἱ κατὰ πᾶν ὄντες μέρος ὁρῶσιν. ἐνέργειαι οὖν τινες ἐκ τῶν ὁρατῶν ἐγγίνονται ἀπαθῶς ἐν τῷ ἀέρι μὴ χρωννύουσαι αὐτόν,1 ἐπεὶ μηδὲ πέφυκε χρώννυσθαι. ὅθεν διὰ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος διάφοροι ὁρῶντες διάφορα χρώματα ὁρῶμεν, ὅπερ, εἰ αὐτὸς ἐχρώννυτο, οὐκ ἂν ἐγίνετο· οὐ γὰρ ἐδύνατο τοῖς ἐναντίοις ἅμα χρώννυσθαι. οἷον εἰ τὸ Ο ὁ ἀὴρ εἴη, τὸ Μ δὲ μέλαν, λευκὸν δὲ τὸ Λ, ὁρᾷ δὲ τὸ Α τὸ λευκόν, τὸ δὲ Β τὸ μέλαν, χωρήσουσιν αἱ ἐνέργειαι τοῦ λευκοῦ καὶ τοῦ μέλανος διὰ τοῦ Ο ἀέρος. εἰ δὲ χωροῦσι δι’ αὐτοῦ ἐναντίαι οὖσαι, δῆλον ὅτι οὐ χρωννύουσιν αὐτόν· ἀδύνατον γὰρ τὸ αὐτὸ μόριον ἅμα τὰ ἐναντία δέξασθαι χρώματα. ὅπερ δ’ ἐπὶ τῶν δύο, τοῦτο καὶ ἐπὶ πλειόνων χρωμάτων ἔστιν εἰπεῖν. πλειόνων γὰρ ὄντων τῶν ὁρώντων καὶ τῶν ὁρατῶν ἥξουσιν αἱ πλείους ἐνέργειαι τῶν χρωμάτων διὰ τοῦ αὐτοῦ ἀέρος συμπίπτουσαι ἀλλήλαις· εἰ δὲ ἐχρώννυτο ὁ ἀήρ, οὐκ ἄν ποτε τοῦτο ἐγένετο. διαβαίνουσιν οὖν διὰ τοῦ διαφανοῦς αἱ τῶν χρωμάτων ἐνέργειαι καὶ ἀπαγγέλλουσι τῇ ὄψει τὰ οἰκεῖα ὑποκείμενα, αὐτὰ λέγω τὰ χρώματα, εἰς μὲν τὴν αἴσθησιν αὐτὴν δρῶσαι ἢ τοιῶσδε ἢ τοιῶσδε, εἰς μέντοι τὸ διαφανὲς πάθος τι οὐκ ἐμποιοῦσαι. καὶ οὐ δεῖ ζητεῖν, πῶς ἡ ἐνέργεια τοῦ χρώματος χωρήσασα ἀπὸ τοῦ ἰδίου ὑποκειμένου ἀφικνεῖται πρὸς τὴν ὄψιν· ἐν ὑποκειμένῳ γὰρ γίνεται τῷ ἀέρι, καὶ οὕτω δι’ αὐτοῦ δρᾷ εἰς τὴν ὄψιν, ὥσπερ καὶ ἡ τοῦ τέκτονος ἐνέργεια χωρεῖ διὰ τοῦ σκεπάρνου εἰς τὸ ξύλον, καὶ εἰς μὲν τὸ ξύλον δρᾷ σχηματίζουσα αὐτὸ τοιῶσδε ἢ τοιῶσδε, εἰς δὲ τὸ σκέπαρνον οὐδὲν τοιοῦτον δρᾷ οἷον ἐν τῷ ξύλῳ. ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ φωτὸς λέγομεν ἐνέργειάν τινα ἀσώματον ἐκπέμπεσθαι ἐκ τοῦ φωτιστικοῦ σώματος εἰς τὰ διαφανῆ πεφυκότα ταύτην ὑποδέχεσθαι. καὶ ὥσπερ τὸ πῦρ καὶ πόρρω που κείμενον ἡμῶν θερμαίνει ἡμᾶς, οὐ τῷ αὐτὸ φοιτᾶν πρὸς ἡμᾶς, ἀλλὰ τῷ αὐτὸ μὲν τὸν προσεχῆ ἑαυτῷ ἀέρα θερμαίνειν πεφυκότα πάσχειν ὑπὸ πυρός, ἐκεῖνος δὲ θερμανθεὶς γίνεται τοιοῦτος ὡς δύνασθαι καὶ αὐτὸς τὰ παρακείμενα ἑαυτῷ θερμαίνειν, καὶ τοῦτο μέχρι παντὸς γίνεται, καὶ οὕτω καὶ τὰ πορρωτάτω τοῦ πυρὸς θερμαίνεται, καὶ πρώτως μὲν ἐκ τοῦ πυρός, προσεχῶς δὲ καὶ κατὰ δεύτερον λόγον ἐκ τῶν παρακειμένων, οὕτω δὴ καὶ τῶν διαφανῶν σωμάτων ἐφεξῆς κειμένων (αἵ τε γὰρ σφαῖραι ἅπτονται ἀλλήλων, καὶ ἐφεξῆς τῆς ἐσχάτης σφαίρας ἅπτεται ὁ περὶ ἡμᾶς ἅπας ἀήρ, καὶ ἐφεξῆς τούτου τὸ ὕδωρ) προσεχῶς οὖν ὁ ἥλιος εἰς τὸ παρακείμενον αὐτῷ σῶμα καὶ ἁπτόμενον αὐτοῦ δράσας ποιεῖ αὐτὸ ἐνεργείᾳ διαφανές, ἐκεῖνο δὲ τοιοῦτο γενόμενον ἴσχει δύναμιν, ὥστε καὶ αὐτὸ δρᾶν εἰς τὰ πλησίον καὶ ποιεῖν αὐτὰ τοιαῦτα, καὶ οὕτω μέχρι τῶν ἐσχάτων πρόεισιν ἡ φωτιστικὴ δύναμις, οὐ τῆς τοῦ ἡλίου ἐνεργείας ἀμέσως εἰς τὰ ἔσχατα φοιτώσης, ἀλλὰ τῶν πλησίον καὶ πρώτως πασχόντων δυναμένων καὶ αὐτῶν εἰς τὰ δεκτικὰ τὴν ὁμοίαν ἐνεργεῖν ἐνέργειαν.2 εἰ δ’ ἀθρόα γίνεται ἐν πᾶσιν ἡ ἐνέργεια, οὐ θαυμαστόν, ὁπότε ἀσώματός ἐστιν ἡ ἐνέργεια. καὶ ὥσπερ εἰ σχοίνου τις μακρᾶς καὶ διατεταμένης τὸ ἄκρον κινήσειε, πᾶσα ἡ σχοῖνος ἀχρόνως συγκινεῖται διὰ τὴν τῶν μορίων συνέχειαν, τοῦ προτέρου κινοῦντος τὸ ἐχόμενον,3 οὕτω δεῖ νοεῖν καὶ ἐπὶ τῆς τοῦ φωτὸς ἐνεργείας γίνεσθαι, διὰ τὸ πάντα ἐφεξῆς τὰ τοῦ κόσμου σώματα ἀλλήλων ἅπτεσθαι. ἔστιν οὖν τὸ φῶς οὐ σῶμα, ἀλλ’ ἡ τοῦ διαφανοῦς ἐνέργεια, ᾗ διαφανές ἐστιν, ἥτις γίνεται ὑπὸ τοῦ ποιητικοῦ.
因此,出于这些以及诸如此类的论据,我们被迫主张光和视觉光线都不是物体。那么究竟如何呢?看见是如何产生的?光的本性又是什么?因此我们遵循亚里士多德,首先谈论看见:透明物即空气,自身是未被着色的,具有传导颜色的能力。因为如果它具有某种属于它自身特有的颜色,就会阻碍它传导其他的颜色。毫无疑问,如果玻璃是无色的,它就能传导所有的颜色;但如果它被某种颜色所着色,它既不能传导所有的颜色(因为连较微弱的颜色它也不会传导),也不能精确地传导。因此,空气在它自身的每一个部分都具有传导颜色的能力;因为作为整体的它贯穿其自身整体都是透明的;因为位于此处的物体,前方的人、后方的人以及简言之处于每一个部分的人都能看见。因此,来自可见对象的某些现实活动以不受动的方式产生在空气中,而不对空气进行着色,因为空气甚至自然地不具有被着色的本性。由此,通过空气的同一个部分,我们作为不同的观看者看见不同的颜色,而如果空气本身被着色,这本不会发生;因为空气不可能同时被相反的颜色所着色。例如,如果Ο是空气,Μ是黑色,Λ是白色,而Α看见白色,Β看见黑色,白色和黑色的现实活动就将穿过空气Ο。既然它们虽是相反的却穿过它,显然它们并没有对着空气进行着色;因为同一部分不可能同时接纳相反的颜色。适用于两种颜色的情况,对于更多颜色也可以这样说。因为当观看者和可见对象更多时,颜色的更多现实活动将通过同一空气而来,彼此相遇;但如果空气被着色,这绝不会发生。因此,颜色的现实活动穿过透明物,并向视觉报告它们特有的基底层,我是指颜色本身;它们对感觉本身产生这样或那样的作用,然而并没有在透明物中引起任何受动状态。也没有必要探究,颜色的现实活动如何从它特有的基底出发而到达视觉;因为它是以空气作为基底层而产生的,并如此通过空气作用于视觉,正如木匠的现实活动通过手斧进入木材,并作用于木材、以这样或那样的方式形塑它,但作用于手斧的方式绝不像在木材中那样。因此,正如在这些情况下一样,关于光我们也主张,某种非物体的现实活动从发光的物体发射到自然适于接纳它的透明对象中。而且,正如火即使位于远离我们的某处也能加热我们,这不是通过火本身行进到我们这里,而是通过火自身加热与其相邻、自然适于受火影响的空气,而那个空气被加热后变成能够自身也加热与其相邻对象的存在,并且这一过程贯彻到底,从而甚至离火最远的对象也被加热,首要地确实是由于火,但直接地且按次要道理则是由于相邻的对象;正是在这种方式下,由于透明物体依次排布(因为诸天球彼此相接,紧接着最后一层天球,我们周围的所有空气与其相接,紧接着空气则是水),太阳直接地作用于与其相邻并相接的物体,使它现实地成为透明的,而那个物体变成了这样后便拥有了能力,从而它自身也能作用于邻近的对象并使它们变成这样,发光的能力便如此前进直到最末端,这不是因为太阳的现实活动不经中介直接行进到最末端,而是因为邻近且首要受动的对象自身也能够对可接纳的对象施展类似的现实活动。如果现实活动在一切之中一举产生,这并不奇怪,因为现实活动是非物体的。而且,正如有人若移动一根拉紧的长绳的一端,由于各部分的连续性,前一部分移动紧随其后的部分,整根绳子不经时间就一同运动,同样也必须设想在光的现实活动的情况下也是这样产生的,因为宇宙中所有的物体都依次彼此相接。因此,光不是物体,而是透明物作为透明物而言的现实活动,这种现实活动是由能生起它的原因所产生的。
- 2.128ἐνέργειαι οὖν τινες ἐκ τῶν ὁρατῶν ἐγγίνονται ἀπαθῶς ἐν τῷ ἀέρι μὴ χρωννύουσαι αὐτόν
副词 ἀπαθῶς(不受动地)与现在分词否定短语 μὴ χρωννύουσαι αὐτόν(不对其进行着色)并列修饰动词 ἐγγίνονται,从句法上明确说明颜色的现实活动在媒质(空气)中产生并不引起媒质本身的质变(受动着色)。
- 2.128οὐ τῆς τοῦ ἡλίου ἐνεργείας ἀμέσως εἰς τὰ ἔσχατα φοιτώσης, ἀλλὰ τῶν πλησίον καὶ πρώτως πασχόντων δυναμένων καὶ αὐτῶν εἰς τὰ δεκτικὰ τὴν ὁμοίαν ἐνεργεῖν ἐνέργειαν
由 οὐ ... ἀλλά ... 连接的两个对照性属格独立结构(οὐ τῆς ... ἐνεργείας ... φοιτώσης 与 ἀλλὰ τῶν ... δυναμένων ... ἐνεργεῖν)构成了此句的核心原因从句,说明光的传播并非太阳直接到达末端,而是邻近介质首要受动后向可接纳的相邻物施展同等现实活动的连锁传递。
- 2.128ὥσπερ εἰ σχοίνου τις μακρᾶς καὶ διατεταμένης τὸ ἄκρον κινήσειε, πᾶσα ἡ σχοῖνος ἀχρόνως συγκινεῖται διὰ τὴν τῶν μορίων συνέχειαν, τοῦ προτέρου κινοῦντος τὸ ἐχόμενον
比喻句中,条件从句 ὥσπερ εἰ ... κινήσειε(希求语气)与主句 πᾶσα ἡ σχοῖνος ... συγκινεῖται(直陈式)搭配,并由原因介词短语 διὰ τὴν ... συνέχειαν 以及作补充说明的独立属格 τοῦ προτέρου κινοῦντος τὸ ἐχόμενον 扩展,直接服务于主干结构 οὕτω δεῖ νοεῖν。
