← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§326.6-327.22

视线放射说的不可行性与光的非物体性

斐洛庞奴斯指出从眼睛发出的东西无论是物体、线条还是非物体的现实活动都无法成立,从而反驳了视线放射说;接着他通过表明若光是物体便会与瞬间传播以及直线运动的特征相矛盾,否定了光是物体的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128#2

εἰ γὰρ ὅλως ἀσώματοί εἰσιν ἐνέργειαι, καὶ μὴ προαπαντήσεως γινομένης ἥξουσι μέχρι τῶν ὄψεων, καὶ οὕτω τὰ αὐτὰ τῷ Ἀριστοτέλει λέξουσι περὶ τῶν ὄψεων καὶ τοῦ φωτός, ὡς μικρὸν ὕστερον εἰσόμεθα. καθόλου δὲ εἰ τὸ ὁρᾶν κατὰ ἐκπομπὴν τὴν ἀπὸ τῶν ὄψεων γίνεται, ἤτοι σώματα ἀνάγκη εἶναι τὰ ἐκπεμπόμενα ἢ γραμμάς, ὡς δοκοῦσι λέγειν οἱ μαθηματικοί. ἀλλ’ εἰ μὲν γραμμαὶ εἶεν αἱ ἐξιοῦσαι ὄψεις, δῆλον ὅτι κατὰ σημεῖα ἐφάψονται τῶν ὁρατῶν. τὸ δὲ ὁρᾶν φασι γίνεσθαι τῷ θιγγάνειν τὰς ὄψεις τῶν ὁρατῶν· κατὰ σημεῖα δὲ θιγγάνουσι· κατὰ σημεῖα ἄρα καὶ ἀντιλήψονται τῶν ὁρατῶν. οὐκ ἄρα τῶν μεγεθῶν ἀντιλήψονται, ὅπερ ἄτοπον. εἰ δὲ σώματα, ἢ τετρῆσθαι τὸ περὶ τὴν κόρην τοῦ κερατοειδοῦς μόριον ἀνάγκη, ὅπερ ἐστὶ ψεῦδος (συνεχὴς γάρ ἐστι, καὶ ἐπὰν τρηθῇ, εὐθὺς καὶ τὰ ὑγρὰ ἐκχέονται), ἢ σῶμα διὰ σώματος χωρεῖν, ὅπερ καὶ αὐτὸ ἀδύνατον, ἢ διά τινων πόρων ἀνάγκη ἐξιέναι τὰς ὄψεις. ἀλλ’ ὅτι μὲν οὐκ ἔστι πεποροποιημένα τὰ σώματα, δέδεικται ἐν τῷ Περὶ γενέσεως· ἄλλως τε ἀνάγκη πάντως ὄγκους τινὰς εἶναι καὶ σώματα ἐν τοῖς χιτῶσιν, οἷς οἱ πόροι διαλαμβάνονται. δι’ ἐκείνων οὖν ἀδύνατον ὄψεις χωρεῖν, ὥστε οὐκ ἔδει τὸ ἔδαφος ἤ τι ἄλλο κατὰ συνέχειαν ὁρᾶν, ἀλλὰ τινὰ μὲν ὁρᾶν μόρια, τινὰ δὲ μή· τὰ γὰρ τοῦ ὁρατοῦ μόρια, ὧν κατ’ εὐθεῖαν κεῖνται οἱ ὄγκοι οἱ διαλαμβάνοντες τοὺς πόρους, ταῦτα ὁρᾶν ἀδύνατον.1 οὐδὲν ἄρα κατὰ συνέχειαν ὁρᾶται, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. ἀλλ’ οὐδὲ ἀσώματον ἐνέργειαν ἐκ τῶν ὄψεων ἐξιέναι δυνατόν· ἤτοι γὰρ μετὰ τοῦ οἰκείου ὀχήματος ἔξεισιν ἢ οὔ. εἰ μὲν μετὰ τοῦ οἰκείου ὀχήματος, πάλιν σώματα ἔξεισι, καὶ οἱ αὐτοὶ ἥξουσι λόγοι· εἰ δὲ χωρισθεῖσα τοῦ οἰκείου ὀχήματος,2 ἀνάγκη δήπου πάντως ἐν ἑτέρῳ γενέσθαι ὑποκειμένῳ. ἐπεὶ οὖν ἡ αἰσθητικὴ δύναμις ζωή τίς ἐστιν (οὐ γὰρ οἷόν τε τὸ μὴ ζωῆς μετέχον αἰσθήσεως μετέχειν), ἡ δὲ ζωὴ ᾧ ἂν ἐγγένηται, ζῆν ἐκεῖνο ποιεῖ, καὶ ἡ αἰσθητικὴ ἄρα δύναμις ἐξιοῦσα τοῦ ὄμματος καὶ γινομένη ἐν ἀέρι ἢ ἐν ὕδατι ἢ ἁπλῶς ἔν τινι τῶν διαφανῶν ζῆν ἐκεῖνο ποιήσει, ὥστε καὶ ἔμψυχον, ὅπερ ἐστὶ γελοῖον, ἢ εἰ μὴ τοῦτο, ἔσται ζωὴ ἐν τῷ μὴ ζῶντι, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε εἰ ἡ ὀπτικὴ δύναμις ἐνεργείᾳ ἐξιοῦσα τοῦ ὄμματος ἐν τῷ ἀέρι γίνεται ἢ τῷ ὕδατι ἢ τινι τοιούτῳ, ἐκεῖνος ἔσται ὁ ὁρῶν καὶ αἰσθητικὸς γινόμενος. Ὅτι μὲν οὖν οὐδὲν ἐκ τῶν ὀμμάτων πρόεισιν, οὔτε σῶμα οὔτε ἀσώματον, καὶ ἐξ ἄλλων μὲν πολλῶν δυνατὸν δεῖξαι, ὅμως ἱκανὰ καὶ τὰ εἰρημένα· ὅτι δὲ οὐδὲ τὸ φῶς σῶμά ἐστι, δῆλον ἐντεῦθεν. εἰ γὰρ σῶμα ἦν, πῶς πάλιν οἷόν τε ἦν σώματος οὕτως ἀθρόαν γενέσθαι τὴν κίνησιν; ἅμα γὰρ ὑπὲρ τὸν ὁρίζοντα γέγονεν ὁ ἥλιος, καὶ ἐξαίφνης ἀχρόνως ὅλον τὸ ὑπὲρ γῆν ἡμισφαίριον καταπεφώτισται. / καὶ εἰ λύχνον καλύψας εἰσαγάγω εἰς οἶκον, εἶτα ἐξαγάγω τοῦ καλύμματος, ἀθρόον ὅλος ὁ οἶκος φωτίζεται. πῶς οὖν οἷόν τε ἦν σῶμα οὕτως ἀχρόνως κινεῖσθαι; ἔπειτα εἰ σῶμα τὸ φῶς, ἁπλοῦν ὂν δῆλον ὅτι ἁπλῆν κίνησιν κινηθήσεται. ἁπλαῖ δὲ κινήσεις δύο, ἡ κατ’ εὐθεῖαν καὶ ἡ κατὰ κύκλον. εἰ μὲν οὖν ἐπ’ εὐθείας κινεῖται τὸ φῶς, ἢ ἄνω κινούμενον οὐ κινηθήσεται ἐπὶ τὸ κάτω, ἢ κάτω κινούμενον ἐπὶ τὸ ἄνω οὐ κινηθήσεται· νῦν δὲ καὶ ἄνω καὶ κάτω καὶ δεξιᾷ καὶ ἀριστερᾷ ὁρᾶται κινούμενον· πᾶν δὲ σῶμα εὐθυφορικὸν ἢ τὴν ἐπὶ τὸ ἄνω μόνον ἢ τὴν ἐπὶ τὸ κάτω κινεῖται κίνησιν. ὅτι δὲ οὐ κύκλῳ κινεῖται, προφανὲς ἐκ τῆς ἐναργείας. εἰ γὰρ εἰς στενὸν οἰκημάτιον ἑτερόμηκες εἰσαγάγω λύχνον, κατὰ τὴν ἀρχὴν τοῦ οἰκηματίου εὐθέως ἐπ’ εὐθείας τὸ ὅλον κατεφώτισε, καὶ κάτω τεθεὶς καὶ τὰ ἄνω ἐφώτισε καὶ ἄνω ὁμοίως τὰ κάτω. // δεικνύουσι δὲ καὶ οἱ τὰ ὀπτικὰ μετιόντες ἐναργῶς ὅτι κατ’ εὐθεῖαν τὸ φῶς πρόεισιν, καὶ οὐ κατὰ κύκλον. εἰ γὰρ σανίδα τρήσῃς ἢ ἐντομήν τινα ἐν αὐτῇ ποιήσῃς, καὶ εἰς μὲν τὸ ἕτερον μέρος τῆς σανίδος κατὰ τὴν ἐντομὴν ὑφάψῃς λύχνον, ἐν δὲ τῷ ἑτέρῳ μέρει ἄλλην σανίδα στήσῃς, γενήσεται τὸ διὰ τῆς ἐντομῆς εἰσιὸν φῶς τοῦ λύχνου εἰς τὴν ἑτέραν σανίδα. ἐὰν οὖν ἀπὸ τοῦ φωτὸς τοῦ γενομένου ἐν τῇ σανίδι ἀποτείνῃς εὐθεῖαν, διαβιβασθήσεται διὰ τῆς ἐντομῆς ἐπὶ τὸν λύχνον, ὥστε κατ’ εὐθεῖαν δηλονότι ἡ τοῦ φωτὸς γίνεται κίνησις.

因为如果它们完全是非物体的现实活动,那么即便不发生半途的相遇,它们也会到达视觉器官,这样一来他们关于视觉器官和光所说的就会与亚里士多德相同,正如我们稍后将会知道的那样。一般而言,如果观看是由于从视觉器官的放射而产生的,那么发射出的东西必然要么是物体,要么是线条,正如数学家们似乎主张的那样。但是,如果发出的视线是线条,显然它们将与可见之物在点上相接触。而他们主张,观看是通过视线触碰可见之物而产生的;它们是在点上触碰;因此它们也将在点上把握可见之物。由此它们将无法把握大小,这是荒谬的。另一方面,如果是物体,就必然要么是角膜围绕瞳孔的部分被穿孔——这是不符合事实的(因为它是连续的,一旦被穿孔,液体立刻就会流出)——要么是一个物体穿过另一个物体——这本身也是不可能的——要么视线必然通过某些孔隙发出。但是,物体并非具有孔隙,这在《生灭论》中已被证明;此外,在眼膜中必然无论如何都存在着某些块体和物体,孔隙被它们分隔开。那么,视线不可能穿过那些块体,以至于我们本不该连续地看到地面或其他任何东西,而是看到某些部分却看不到另一些部分;因为可见物中凡是与分隔孔隙的块体处于同一直线上的部分,要看到这些是不可能的。因此没有任何东西会被连续地看到,而这是违反明明白白的事实的。但是,非物体的现实活动从视觉器官中发出也是不可能的;因为它要么带有自身固有的载具发出,要么不带有。如果带有固有的载具,那就又是物体发出了,同样的论证又将适用;但如果脱离了固有的载具,它无论如何都必然要在另一个基质中产生。那么,既然感觉能力是某种生命(因为不分有生命的东西不可能分有感觉),而生命无论在何物中产生都会使该物活着,那么感觉能力离开眼睛而在空气中或水中或简言之在任何一种透明体中产生,也会使该物活着,从而有灵魂,这是荒谬可笑的;或者若非如此,生命将存在于不活着的东西之中,这是不可能的。此外,如果视觉能力作为现实活动离开眼睛而在空气、水或诸如此类的东西中产生,那么正是这介质将成为看者并具有感觉。 因此,无论物体还是非物体,绝没有任何东西从眼睛中发出,虽然从许多其他方面也能证明这一点,但所说的这些已经足够了。另一方面,光也不是物体,从下述情况显而易见。因为如果它是物体,物体的运动又怎能如此一举产生呢?因为太阳刚一升到地平线之上,突然之间在大地之上的整个半球便不经时间就被照亮了。 / 如果我把一盏遮盖着的灯带进屋里,然后从遮盖物中取出,整座房屋立刻被照亮。那么,物体怎能这样不经时间就运动呢?其次,如果光是物体,既然它是单纯的,显然它就会以单纯的运动来运动。而单纯的运动有两种:沿直线的运动和沿圆周的运动。那么,如果光沿直线运动,它要么向上运动而不会向下运动,要么向下运动而不会向上运动;但现在看到它既向上又向下、既向右又向左运动;然而一切沿直线运动的物体,要么仅作向上的运动,要么仅作向下的运动。至于它不是作圆周运动,这从显明的事实来看是昭然若揭的。因为如果我把一盏灯带进一间狭长的小房间,在房间入口处它立刻就沿直线照亮了整个房间,放在下面它照亮了上面的东西,同样放在上面它照亮了下面的东西。 // 从事光学研究的人也清楚地表明光是沿直线发出而不是沿圆周。因为如果你在木板上打孔或在其中切出一个缝隙,并在木板的一侧对准缝隙点亮一盏灯,在另一侧立起另一块木板,通过缝隙进入的灯光就会落在另一块木板上。那么,如果从落在木板上的光处延伸出一条直线,它将穿过缝隙通向灯,因此显而易见,光的运动是沿直线发生的。

语法注2 条
  1. 2.128ὧν κατ’ εὐθεῖαν κεῖνται οἱ ὄγκοι οἱ διαλαμβάνοντες τοὺς πόρους, ταῦτα ὁρᾶν ἀδύνατον

    此句为倒装结构,介词短语 κατ’ εὐθεῖαν ὧν(“与它们处于同一直线上”)中的关系代词 ὧν 先于其先行词 ταῦτα(承接句首作为话题提出的 τὰ γὰρ τοῦ ὁρατοῦ μόρια)出现。整个关系节修饰 ταῦτα,而 ταῦτα 则充当非人称谓语 ἀδύνατον 支配的不定词 ὁρᾶν 的直接宾语。

  2. 2.128εἰ δὲ χωρισθεῖσα τοῦ οἰκείου ὀχήματος

    阴性单数主格分词 χωρισθεῖσα 与前句对格加不定词结构中出现的对格主语(意义上的主语)ἀσώματον ἐνέργειαν 在性数上保持一致。在第一种选择分支(εἰ μὲν μετὰ τοῦ οἰκείου ὀχήματος)中,主语暂时转换为中性复数 σώματα,而第二种选择分支则回归至原先的阴性单数名词(ἐνέργεια 或 δύναμις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:326.6-327.22