← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§324.23-326.6

光的定义与对外发说的反驳

斐洛庞奴斯阐释了亚里士多德将光定义为透明体之现实的观点,并结合天文学距离与视觉的连续性,反驳了将光或视线视为物体的外发说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.128#1

" Φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, ᾗ διαφανές." Εἰπὼν τί ποτέ ἐστιν τὸ διαφανές, ὅτι τὸ ὁρατὸν μέν, οὐ δι’ οἰκεῖον δὲ χρῶμα ὁρατὸν ἀλλὰ δι’ ἀλλότριον, μετῆλθεν εἰς τὸν περὶ φωτὸς λόγον, καί φησι φῶς εἶναι τὴν τοῦ διαφανοῦς ἐνέργειαν, καθό ἐστι διαφανές, ἀντὶ τοῦ τὸ εἶδος καὶ ἡ τελειότης αὐτοῦ.1 δυνάμει γὰρ ὄντος τοῦ διαφανοῦς ἐπιγενόμενον τὸ φῶς καὶ εἰδοποιῆσάν τε καὶ τελειῶσαν αὐτὸ ἐποίησεν αὐτὸ ἐνεργείᾳ διαφανές. ἔστι γὰρ ἐν ἀέρι καὶ ὕδατι καὶ τοῖς τοιούτοις ἡ τοῦ διαφανοῦς φύσις, ἥτις φωτὸς μὴ ὄντος οὐκ ἔστιν ἐνεργείᾳ διαφανής (οὐ γὰρ ἂν ὀψόμεθά τι 〈δι’〉 αὐτοῦ τῶν χρωμάτων), τοῦ δὲ φωτὸς παρόντος ἴσχει τὸ οἰκεῖον εἶδος καὶ τὴν τελειότητα. διὸ φωτὸς παρόντος δι’ ἀέρος μὲν ἢ δι’ ὕδατος ὁρῶμεν, διὰ γῆς δὲ οὐκέτι, μὴ ἐχούσης ἐν ἑαυτῇ δηλονότι δυνάμει τὴν τοῦ διαφανοῦς φύσιν. τῶν δὲ περὶ φωτὸς εἰπόντων οἱ μὲν εἰρήκασι σῶμα αὐτὸ εἶναι, οἱ δὲ ἀσώματον. ὅτι δὲ οὐκ ἔστι σῶμα τὸ φῶς, ἔτι δὲ οὐδὲ ἐκ τῶν ὄψεων κατὰ ἐκπομπήν τινων σωμάτων τὸ ὁρᾶν γίνεται, δεῖ πρότερον ἐλέγξαντας αὐτὸ τοῦτο ὅτι ἀδύνατον ἢ τὸ φῶς ἢ τὰς ὄψεις σῶμα εἶναι οὕτω τὴν Ἀριστοτέλει δοκοῦσαν περὶ τούτων ἐκθέσθαι δόξαν,2 καὶ ἐπὶ τούτοις τὰς φερομένας εἰς αὐτὴν ἀπορίας ἐπισκέψασθαι. εἰ τοίνυν κατὰ ἐκπομπὴν σωμάτων τινῶν τὸ ὁρᾶν ἐγγίνεται, πῶς οἷόν τε ἦν ἅμα ἀναβλέψαντας ἡμᾶς ἀθρόον τοῦ οὐρανοῦ ἀντιλαμβάνεσθαι; πῶς γὰρ οἷόν τέ ἐστιν ἀχρόνως σῶμά τι τοσαύτην κινηθῆναι διάστασιν; δέδεικται γὰρ δύο ζῳδίων διάστημα εἶναι τὸ ἀπὸ τῆς γῆς μέχρι τοῦ οὐρανοῦ. ἡ γὰρ ἀπὸ τοῦ κέντρου ἴση ἐστὶ τῇ τοῦ ἑξαγώνου πλευρᾷ † τῶν δύο ζῳδίων τὸ διάστημα εἶναι. καὶ τριπλασιεφέβδομός ἐστιν ἡ περίμετρος τῆς διαμέτρου·3 ἔστι δὲ τὸ ἀπὸ τοῦ κέντρου τὸ ἥμισυ τῆς διαμέτρου. δῆλον οὖν ὡς τῆς ὅλης διαμέτρου τέσσαρα ἐχούσης ζῴδια καὶ πρός, ἐπειδὴ ἡ περίμετρος δώδεκα ἔχει, τὸ ἥμισυ τῆς διαμέτρου δύο ἂν ἔχοι ζῴδια καὶ πρός. πῶς οὖν οἷόν τε σῶμα ἀχρόνως τοσοῦτον κινηθῆναι διάστημα; αὐτὴ γοῦν ἡ ὀξυτάτη τῶν κινήσεων, λέγω δὴ ἡ τῆς ἀπλανοῦς, ἐν δύο ὥραις τὸ ἑκτημόριον τοῦ παντός, λέγω δὴ τὰ δύο ζῴδια, κινεῖται. πῶς οὖν οὐκ ἄλογον τὰ ἐκπεμπόμενα σώματα ἐκ τῶν ὄψεων καὶ τῆς ἀπλανοῦς ὀξυκινητότερα ὑποτίθεσθαι; πάλιν εἰ δι’ ἀκτίνων σωμάτων οὐσῶν ὁρῶμεν, ἐπειδὴ ἀναβλέψαντες τὸ τεταρτημόριον ὁρῶμεν τοῦ οὐρανοῦ, ἀνάγκη πᾶσα τὰς ὄψεις διιούσας διὰ τοῦ ἀέρος ἢ δι’ αὐτοῦ χωρεῖν, καὶ οὕτως ἂν χωρήσοι σῶμα διὰ σώματος, ὅπερ ἀδύνατον, ἢ τέμνειν αὐτόν.4 καὶ εἰ τέμνει, οὐκ ἔδει ἡμᾶς κατὰ συνέχειαν ὁρᾶν τὸν οὐρανὸν οὔτε τὰ ἄλλα ὁρατά, εἴ γε μὴ δι’ ὅλου χωροῦσι τοῦ ἀέρος, ἀλλὰ τέμνουσιν αὐτόν. δῆλον οὖν ὅτι τὰ μόρια τῶν ὁρατῶν τὰ ὑπὸ τὰ μόρια τοῦ ἀέρος τοῦ μὴ τμηθέντος ὄντα οὐκ ἂν ὤφθη· καὶ οὕτως οὐδὲν τῶν ὁρωμένων συνεχὲς ὁρῶμεν, ἀλλὰ διῃρημένον κατὰ μόρια. ἔπειτα ἐπειδὴ ἀναβλέποντες τὸ τέταρτον μόριον ὁρῶμεν τοῦ οὐρανοῦ, εἰ κατὰ ἐκπομπὴν ἀκτίνων τινῶν σωματοειδῶν τὸ ὁρᾶν γίνεται, ἀνάγκη πᾶσα τηλικαῦτα σώματα ὑποτιθέναι τὰς ὄψεις ὡς διήκειν ἀφ’ ἡμῶν ἕως τοῦ οὐρανοῦ καὶ περιλαμβάνειν αὐτοῦ τὸ τεταρτημόριον· ὅπερ ἄλογον ἐκ μικροῦ μορίου, τοῦ ὀφθαλμοῦ, μᾶλλον δὲ οὐδὲ ὅλου, ἀλλὰ τῆς κόρης τηλικαῦτα σώματα λέγειν ἐκπέμπεσθαι, ὡς τοῦ παντὸς τὸ τεταρτημόριον περιλαμβάνειν. ἀλλὰ πρὸς ταῦτά φασιν ὅτι ἀπάντησίς τις γίνεται τῶν ὁρατῶν πρὸς τὰς ὄψεις· φῶτα γάρ τινα ἐκπέμπονται ἐκ τῶν οὐρανίων, ἅτινα προαπαντῶντα ταῖς ὄψεσι τὴν ἀντίληψιν ἑαυτῶν παρέχεται. πρὸς δὲ τοῦτό φαμεν, ὅτι εἰ μὴ αὐτοῖς τοῖς οὐρανίοις προσβάλλει ἡ ὄψις, ἀλλὰ τοῖς φώτοις τοῖς ἐξ αὐτῶν ἐξιοῦσι, πόθεν ἴσασιν οἱ ἀστρονόμοι τὰ μεγέθη τῶν ἄστρων; πόθεν τὰς κινήσεις; πόθεν τὰ ἀποστήματα, τὰς συνόδους τε καὶ ἀποστάσεις, καὶ ὅσα ἄλλα περὶ τῶν οὐρανίων ἀποδεικνύουσιν; ὡς γὰρ αὐτῶν ἀντιλαμβανόμενοι τῶν σφαιρῶν οὕτω τὰς περὶ αὐτῶν ἀποδείξεις ποιοῦνται. ἔπειτα τὰ φῶτα ταῦτα ἐξ αὐτῶν ἐξιόντα ἀνάγκη ἢ σώματα εἶναι ἢ ἀσώματα. εἰ μὲν οὖν σώματα εἶεν, τοῖς αὐτοῖς λόγοις ἐλεγχθήσονται οἷσπερ ἐφεξῆς τοὺς σῶμα εἶναι λέγοντας τὸ φῶς ἐλέγξομεν· εἰ δὲ ἀσώματον, τίς χρεία τῆς ἐκπομπῆς τῶν ὄψεων καὶ τῆς προαπαντήσεως;

“而光就是这透明体就其为透明体而言的现实。” 在说明了透明体究竟是什么——即它是可见的,但不是凭借自身固有的颜色,而是凭借外来的颜色可见的——之后,他进而转入关于光的论述,并说光是透明体就其为透明体而言的现实,也就是说,是它的形式与圆满。因为当透明体在潜能中存在时,光在后随产生并既赋予其形式又使其圆满之后,便使它在现实中成为透明体。事实上,在空气、水以及诸如此类的东西中存在着透明体的本性,当光不存在时,这种本性在现实中并不是透明的(因为我们将无法透过它看见任何颜色),而当光在场时,它就获得了其固有的形式和圆满。因此,在光在场时,我们能够透过空气或水来看,但不能再透过土来看,显然是因为土自身并没有潜在地具有透明体的本性。在论及光的人当中,有些人说光是物体,另一些人则说是非物体。但为了表明光不是物体,进而观看也不是从视线中由于某些物体的放射而产生的,必须首先驳倒这一点,即无论光还是视线都不可能是物体,然后再阐明亚里士多德就这些问题所持的见解,并在此之后考察针对该见解所提出的疑难。那么,如果观看是由于某些物体的放射而产生的,我们一仰望怎能立刻同时把握整个天空呢?因为任何物体又怎能不经时间就运动过如此巨大的距离呢?事实上,已经证明从大地到天空的间距是两个黄道星座的距离。因为从中心出发的[线段,即半径]等于六边形的边,亦即两个星座的间距。而且圆周是直径的三又七分之一倍;从中心出发的[线段]是直径的一半。因此显而易见,既然圆周有十二个星座,那么如果整个直径有四个多星座,直径的一半就会有两个多星座。那么,物体怎能不经时间就运动过如此巨大的间距呢?事实上,运动中最迅速的运动本身,我指的是恒星天的运动,在两小时内运动全宇宙的六分之一,即两个星座。那么,假设从视线中发射出的物体比恒星天运动得还要迅速,这难道不是不合情理的吗?再次,如果我们是通过作为物体的光线来看,那么由于我们仰望时看到了天空的四分之一,穿行过空气的视线就完全必然地要么穿过空气本身——这样一来一个物体就会穿过另一个物体,而这是不可能的——要么剖分空气。如果剖分空气,倘若它们并非穿过整个空气而是剖分它,我们本不应当连续地看到天空或其他可见之物。显而易见,处于未被剖分的空气部分后面的可见物部分,就不会被看到;这样一来,我们所见之物没有一样是连续地被看到的,而是被分割成各个部分。其次,由于我们仰望时看到了天空的四分之一,如果观看是通过某些物体性的光线的放射而产生的,就完全必然假设视线是如此巨大的物体,以至于从我们这里一直延伸到天空并包揽其四分之一;但若说从一个微小的部分即眼睛,甚至不是整个眼睛,而是瞳孔,竟能发射出如此巨大的物体以包揽全宇宙的四分之一,这是极不合理的。然而面对这些反驳,他们说可见物与视线之间发生了某种相遇;因为从天体发射出某些光,它们在半途与视线相遇,从而提供了对它们自身的把握。但对此我们说:如果视线并非接触到天体自身,而是接触到从它们发出的光,那么天文学家又是从何得知星辰的大小的?又从何得知它们的运动?从何得知它们的距离、合相与离角,以及他们所证明的关于天体的一切其他事情?因为他们正是作为把握诸天球自身来进行关于它们的证明的。其次,这些从它们发出的光必然要么是物体,要么是非物体。如果它们是物体,它们将被我们在下文反驳那些说光是物体的人所用的同样论证所驳倒;但如果是非物体,又何须视线的发射与半途的相遇呢?

语法注4 条
  1. 2.128ἀντὶ τοῦ τὸ εἶδος καὶ ἡ τελειότης αὐτοῦ

    ἀντὶ τοῦ 在注疏文献中常用于引出释义性同位语,意为“即……”或“意指……”,用来换言之解释前文的 ἐνέργεια。名词短语 τὸ εἶδος καὶ ἡ τελειότης αὐτοῦ 明确指出了“现实”在此即等于“形式与圆满”。

  2. 2.128δεῖ πρότερον ἐλέγξαντας αὐτὸ τοῦτο ὅτι ἀδύνατον ἢ τὸ φῶς ἢ τὰς ὄψεις σῶμα εἶναι οὕτω τὴν Ἀριστοτέλει δοκοῦσαν περὶ τούτων ἐκθέσθαι δόξαν

    非人称动词 δεῖ 支配主要不定式 ἐκθέσθαι(应当阐明)与后续的 ἐπισκέψασθαι(应当考察),阳性复数宾格分词 ἐλέγξαντας 则作不定式逻辑主语(即“我们”或泛指人称)的同位修饰。整个句式骨架为:“必须在首先驳倒……之后(ἐλέγξαντας),再如此阐明(ἐκθέσθαι)……见解,并考察(ἐπισκέψασθαι)……”。

  3. 2.128τριπλασιεφέβδομός ἐστιν ἡ περίμετρος τῆς διαμέτρου

    复合形容词 τριπλασιεφέβδομος 意为“三又七分之一倍”(即 22/7,阿基米德以来的标准圆周率近似值)。属格 τῆς διαμέτρου 作为比较属格表示比例的基准(“直径的三又七分之一倍”)。

  4. 2.128καὶ εἰ τέμνει, οὐκ ἔδει ἡμᾶς κατὰ συνέχειαν ὁρᾶν τὸν οὐρανὸν οὔτε τὰ ἄλλα ὁρατά, εἴ γε μὴ δι’ ὅλου χωροῦσι τοῦ ἀέρος, ἀλλὰ τέμνουσιν αὐτόν.

    未完成过去时非人称形式 οὐκ ἔδει 搭配不定式 ὁρᾶν 构成与事实相反的虚拟表达(“我们本不应当看到[然而事实上我们看到了]”)。随后的 εἴ γε 条件从句(“倘若它们确实没有穿过整个……”)进一步确认并限制了该反实设定的前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:324.23-326.6