← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§324.1-324.22

透明性的普遍性及其在多种底层中的分有

菲洛波庞阐述了透明性不仅为水与空气所拥有,也为多种固体及诸天球所分有,以此论证透明体的本性是一项生成于多种底层之中的独立性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.127

" Τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν." Οὐ γὰρ διὰ μόνου ἀέρος καὶ ὕδατος ὁρῶμεν ὡς ἐχόντων τὸ διαφανές, ἀλλὰ καὶ διὰ πολλῶν στερεῶν σωμάτων. πολλὰ δέ ἐστι τοιαῦτα, οἷον φεγγῖται, λίθοι, κέρατα, ὕελος, γύψος διαφανὴς καὶ πολλὰ ἄλλα. ὥστε εἰ ἐν πλείοσι σώμασι τὸ διαφανές, δῆλον ὅτι οὐ καθὸ ὕδωρ ἢ ἀὴρ ἤ τι τῶν ἄλλων διαφανῶν τὸ διαφανὲς ἔχει.1 εἰ γὰρ κατά τι τούτων ἦν τὸ διαφανές, οἷον εἰ ἀὴρ ἦν, οὐκ ἂν ὃ μὴ ἦν ἀὴρ διαφανὲς ἦν· νῦν δέ ἐστι διαφανῆ καὶ μὴ ἀέρια ὄντα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ὥστε ἔστι τις τοῦ διαφανοῦς φύσις, ἥτις ἐν πλείοσιν οὐσίαις καὶ ὑποκειμένοις ἔχει τὸ εἶναι. ὥσπερ γάρ ἐστιν ὑγρότητος φύσις ἢ θερμότητος ἢ ἁπλῶς πάσης ποιότητος, αὗται δὲ αἱ ποιότητες ἕτεραι οὖσαι παρὰ τὰ ὑποκείμενα πλείοσιν ἐγγίνονται σώμασιν, οὕτως ἐστὶ καὶ ἡ τοῦ διαφανοῦς φύσις ἐν πλείοσι γινομένη ὑποκειμένοις ἑτέρα αὐτῶν οὖσα. ἐν τούτοις δὲ ἀμφοτέροις εἶπεν, τουτέστιν ἐν ἀέρι καὶ ὕδατι, ἐπειδὴ αὐτῶν προσεχῶς ἐμνήσθη ἄλλως τε καὶ ὡς μάλιστα διαφανῶν. μετέχειν δέ φησι τῆς διαφανείας καὶ τὸ ἀΐδιον τὸ ἄνω σῶμα· λέγει δὲ αὐτὸ τὸ χύμα τῶν σφαιρῶν· διαφανεῖς γὰρ πᾶσαι. ὁρῶμεν γὰρ τὰ ἐν τῇ ἀπλανεῖ ἄστρα διὰ τῶν ἄλλων. αὐταὶ μὲν οὖν αἱ σφαῖραι διαφανεῖς εἰσι, τὰ δ’ ἄστρα οὐκέτι, ὅθεν καὶ ἐπιπροσθοῦσιν ἀλλήλοις. ἐντεῦθεν γοῦν ἡ τοῦ ἡλίου ἔκλειψις ἐπιπροσθουμένου ὑπὸ τῆς σελήνης· εἰ δὲ ἦν διαφανής, οὐκ ἂν ὑποτρέχουσα αὐτὸν ἐπιπροσθεῖ αὐτῷ.2 καὶ ἀστέρες δὲ ὑποτρέχοντες ἄλλους ἀφανεῖς ποιοῦσι τῇ ἐπιπροσθήσει, ὅθεν δῆλον ὡς οὐκ ἔστιν ἡ τοῦ διαφανοῦς φύσις ἐν τοῖς ἄστροις.

“而这样的东西就是空气、水以及许多固体。” 因为我们并不是仅仅通过空气和水(把它们当作拥有透明体者)来看,而是也通过许多固体来看。这样的东西有许多,例如透石膏、[各种]石头、角质、玻璃、透明石膏以及许多其他东西。因此,如果透明体存在于多种物体之中,显而易见,[某物体]具有透明性并不是就其为水、为空气或为其他某种透明物而言的。因为如果透明体是依于这些之中的某一种,例如依于空气,那么凡不是空气的就不会是透明的;但事实上存在着并非空气却又是透明的东西;对于其他事物也是同样。因此,存在着某种透明体的本性,它在多种实体和底层中拥有其存在。正如存在着湿的本性、热的本性,或者简言之所有性质的本性,而这些性质虽然与底层有别,却生成于多种物体之中,透明体的本性也是如此,它虽然与各个底层有别,却生成于多种底层之中。而他说“在这两者之中”,即在空气和水之中,是因为他刚才就提到了它们,尤其还因为它们是最具有透明性的。他说永恒的上界物体也分有透明性;他指的是诸天球的体量本身;因为诸天球全都是透明的。事实上,我们正是通过其他诸球看到恒星天中的诸星辰。因此,天球本身是透明的,但星辰却不再是透明的,因而它们也会相互掩食。日食至少正是源于此,即太阳被月亮所掩食;但如果月亮是透明的,它在穿入太阳下方时就不会掩食太阳。而且星辰穿入其他星辰下方时,也会通过掩食使它们隐没不见,由此显然可见,透明体的本性并不存在于星辰之中。

语法注2 条
  1. 2.127οὐ καθὸ ὕδωρ ἢ ἀὴρ ἤ τι τῶν ἄλλων διαφανῶν τὸ διαφανὲς ἔχει

    动词 ἔχει 的主语是语境中承前省略的各物体(ἕκαστον τῶν σωμάτων),宾语为 τὸ διαφανές(透明性/透明体)。由 καθό(就……而言)引导的从句整体处于否定词 οὐ 的管辖之下,意为某物体并不是凭借其作为水或空气的本质而具有透明性。

  2. 2.127εἰ δὲ ἦν διαφανής, οὐκ ἂν ὑποτρέχουσα αὐτὸν ἐπιπροσθεῖ αὐτῷ

    在这一与事实相反的条件句中,归结句中的动词 ἐπιπροσθεῖ 结合 ἄν 作未完成过去时使用,表达反事实设想:“(若月亮是透明的,)即便穿入太阳下方也不会遮蔽它”。分词 ὑποτρέχουσα 起到时间或伴随状况的修饰作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:324.1-324.22