- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:322.24-323.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》418b4中将透明体定义为“由于外来颜色而可见者”,菲洛波庞提出了关于被照亮的空气是自身可见还是仅因固体阻挡反射而可见的疑难,并通过人类与动物对昼夜的视觉辨别,确证了被照亮的透明空气自身的可见性。
" Ἔστι δή τι διαφανές. διαφανὲς δὲ λέγω ὃ ἔστι μὲν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ὁρατόν, ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα." Εἶπον ἤδη, ὡς πρόκειται μὲν αὐτῷ περὶ ὁρατῶν εἰπεῖν, εἰς δὲ τὸν περὶ ὁρατῶν λόγον ἀναγκαῖος ὁ περὶ φωτός, εἰς δὲ τὸν περὶ φωτὸς ὁ περὶ τοῦ διαφανοῦς * * διαλέγεται.1 τὴν διαφορὰν οὖν τοῦ διαφανοῦς καὶ πρὸς τὰ ἄλλα ὁρατά, λέγω δὴ τὰ χρώματα, παραδέδωκεν εἰπὼν ὁρατὸν εἶναι τὸ διαφανὲς οὐ δι’ οἰκεῖον ἀλλὰ δι’ ἀλλότριον χρῶμα. χρῶμα δὲ λέγει τὸ φῶς· οἷον γὰρ χρῶμά ἐστι τοῦ διαφανοῦς. καὶ νῦν μὲν χρῶμα αὐτὸ λέγει, προϊὼν δ’ ἀκριβέστερον ἐρεῖ οἷον χρῶμα· οὐ γάρ ἐστι χρῶμα τὸ φῶς. τὸ οὖν διαφανές, φησί, καθ’ αὑτὸ οὐκ ὂν ὁρατὸν δεχόμενον τὸ φῶς ἀλλότριον ὂν χρῶμα οὕτω γίνεται ὁρατόν· φῶς δὲ ἢ τὸ πυρὸς ἢ τὸ ἐκ τῶν οὐρανίων, ἡλίου, σελήνης καὶ τῶν ἄστρων. ἄπορος δέ μοι δοκεῖ ὁ λόγος εἶναι· δόξειε γὰρ ἂν καὶ ὁρατὸν εἶναι τὸ διαφανὲς καὶ οὐχ ὁρατόν. εἰ γὰρ ἐν χύτρᾳ ἤ τινι τοιούτῳ σκεύει ἀποθοῖο λύχνον, τοῦ φωτὸς διὰ τῆς ὀπῆς ἀνιόντος ἐπὶ τὸ ἄνω, εἰ ἀποβλέψοις εἰς τὸν ἀέρα τὸν ὑπὲρ τὴν ὀπὴν δι’ οὗ τὸ φῶς ἄνεισιν, οὐκ ὄψει αὐτὸν πεφωτισμένον, εἰ μὴ τύχοι ἐπάνω ὀροφὴν εἶναι ἢ ἄλλο τι στερεὸν σῶμα. τότε γὰρ τοῦ στερεοῦ σώματος ἀντιβαίνοντος τῷ φωτὶ φαίνεται ἡμῖν ὁ ἀὴρ πεφωτισμένος· εἰ δὲ μὴ εἴη πεφωτισμένον σῶμα ἀντιβαῖνον τῷ φωτί, οὐκ ὄψει πεφωτισμένον τὸν ἀέρα· ὥστε ταύτῃ δόξειεν ἂν δι’ ἑαυτὸν μὴ εἶναι ὁρατὸς ὁ πεφωτισμένος ἀήρ, ἀλλὰ διὰ τὸ ἀντιβαίνειν αὐτῷ στερεὸν σῶμα, ἐπεὶ ὅσον ἐφ’ ἑαυτῷ οὐχ ἑωράθη ἄν. μήποτε οὖν τῷ τὰ χρώματα ἐν αὐτῷ φαίνεσθαι κατὰ συμβεβηκός ἐστιν ὁρατός. ὅπερ δ’ ἐπὶ τοῦ μερικοῦ τούτου παραδείγματος εἴπομεν, τοῦτο ἔστιν εἰπεῖν καὶ ἐπὶ τοῦ ἡλιακοῦ φωτός. μήποτε γὰρ διὰ τὸ τῷ ἡλιακῷ φωτὶ πανταχόθεν ἀντιβαίνειν στερεὰ σώματα, διὰ τοῦτο ὁρατὸς ἡμῖν γίνεται ὁ περὶ ἡμᾶς ἀήρ. δῆλον γὰρ ὅτι ὅπου δἂν ἀποβλέψωμεν, κἂν ἄνω κἂν κάτω κἂν εἰς τὰ πλάγια, ἢ γῆν ἢ οὐρανὸν ἢ ὕδωρ ὁρῶμεν. ὡς εἴ γε ὥσπερ ἐπὶ τοῦ παραδείγματος τοῦ εἰρημένου ἠδυνάμεθα ἀποβλέψαι εἰς τὸν ἄνω τόπον, ἐν ᾧ τῷ ἡλιακῷ φωτὶ οὐκ ἀντιβαίνει στερεὸν σῶμα, ἴσως ἂν οὐκ εἴδομεν κατ’ ἐκεῖνο τὸ μέρος τὸν ἀέρα πεφωτισμένον. οὕτω μὲν οὖν δόξει ὁ πεφωτισμένος ἀὴρ ὅσον τὸ ἐπ’ αὐτῷ μὴ ὁρατὸς εἶναι. ἀλλ’ ἐπειδὴ ἐναργῶς ἴσμεν, πότε μέν ἐστιν ἡμέρα, πότε δὲ νύξ, οὐκ ἄλλῳ αἰσθητηρίῳ διακρίνοντες ἢ τῇ ὄψει, καὶ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ τὰ ἄλογα (ἐμφωλεύουσι γὰρ καὶ τῶν φωλεῶν ἐξέρχονται νύκτα διακρίνοντα καὶ ἡμέραν), δῆλον ὅτι ταύτῃ ὁρατὸς ἂν εἴη ὁ πεφωτισμένος ἀήρ. καὶ ὥσπερ, ἐπεὶ ἄνευ φωτὸς οὐκ ἔστιν ὁρατός, διὰ τοῦτο οὐδὲ ὁρατὸν αὐτὸν φήσομεν,2 ἐπειδὴ μηδὲ ἄλλο τι ἄνευ φωτὸς ὀφθῆναι δύναται, καὶ οὐ μόνον ἄνευ φωτός, ἀλλὰ καὶ τοῦ μεταξὺ καὶ τοῦ διαφανοῦς χρεία εἰς τὸ ὁρατὰ γενέσθαι (διὸ καὶ πολυτελεστάτην τῶν αἰσθήσεων τὴν ὄψιν φησὶν ὁ Τίμαιος εἶναι διὰ τὸ πολλῶν δεῖσθαι εἰς τὸ ἐνεργῆσαι τὰς οἰκείας ἐνεργείας, ἤπερ αἱ ἄλλαι), οὕτω κἂν ὁ πεφωτισμένος ἀὴρ οὐδ’ ἐν φωτὶ ὁρᾶται μὴ προσπίπτοντος τοῦ φωτὸς στερεῷ σώματι, διὰ τοῦτο οὐδ’ ὁρατὸς ἂν εἴη. εἰ γὰρ τὸ φῶς οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια καὶ τελειότης τοῦ δυνάμει διαφανοῦς, τὸ δὲ φῶς οὐδενὶ ἄλλῳ κρίνεται ἢ τῇ ὄψει, δῆλον ὅτι καὶ ὁ πεφωτισμένος ἀὴρ ὁρατός ἐστιν, ᾗ πεφώτισται, κἂν δεῖται ἑτέρων. τὸ δὲ φῶς οὐκ ἔστι τοῦ ἀέρος οὐσιώδης ποιότης· ὥστε οὐ δι’ οἰκείαν ποιότητα ὁρατός ἐστιν, ἀλλὰ δι’ ἀλλοτρίαν, λέγω δὴ τὸ φῶς, ὅπερ χρῶμα καταχρώμενος ὠνόμασεν, διότι τὸ μάλιστα ὁρατὸν χρῶμά ἐστι.
“确实存在着某种透明体。而我所说的透明体,是指那种虽是可见的,但简要地说,并非由于自身可见,而是由于外来颜色的可见者。” 我先前已经说过,摆在他面前的任务是论述可见者,而对于论述可见者而言,关于光的论述是不可或缺的,而对于关于光的论述而言,关于透明体的论述[是不可或缺的;因此他现在就此]展开论述。因此,他通过指出透明体并非由于固有颜色而是由于外来颜色成为可见的,传达了透明体与其他可见者(我指的是诸颜色)的区别。他把光称为“颜色”;因为光可以说是透明体的颜色。目前他确实称其为“颜色”,但进一步深入后他会更严密地说“可以说是颜色”;因为光并不是颜色。他说,因此透明体自身不是可见的,而是通过接纳作为外来颜色的光,才这样成为可见的;而光要么是火的光,要么是来自天体的光,即太阳、月亮和诸星辰的光。但在我看来,这个论点似乎包含疑难;因为透明体似乎既可以是可见的,又可以是非可见的。因为如果你把一盏灯放进一个陶罐或某种类似的器皿中,让光通过孔洞向上升起,即使你注视着孔洞上方光线穿过的空气,你也不会看到它是被照亮的,除非上方碰巧有天花板或其他某种固体。因为正是在那时,由于固体阻挡了光线,空气在我们看来才是被照亮的;但如果没有任何被照亮的物体阻挡光线,你就不会看到空气被照亮。所以在这一方面,被照亮的空气似乎并不是由于自身成为可见的,而是由于有固体阻挡它,因为就其自身而言它本不会被看见。那么,难道它不是由于诸颜色在其中显现而偶性地成为可见的吗?而我们在这一具体例子中所说的,也可以用在太阳光上。因为难道不正是由于固体从各个方向阻挡太阳光,我们周围的空气才因此对我们成为可见的吗?因为显而易见,无论我们朝哪里看,无论向上、向下还是向两侧,我们所看到的要么是大地、天空,要么是水。因此,如果就像在上述例子中那样,我们能够注视没有固体阻挡太阳光的上方区域,也许我们在那一部分就不会看到空气是被照亮的。这样一来,被照亮的空气就其自身而言就似乎是不可见的。但是,既然我们清清楚楚地知道何时是白天、何时是夜晚,并且除了视觉之外不用任何其他感官来辨别,不仅我们如此,无理性的动物也是如此(因为它们辨别黑夜和白天,从而潜入洞穴或走出洞穴),显而易见,在这一方面被照亮的空气应当是可见的。正如因为没有光它是不可见的,我们绝不会因此就说它甚至不是可见的——因为没有光任何其他东西也都不能被看见,而且不仅没有光不能,甚至为了成为可见者还需要介质和透明体(因此《蒂迈欧篇》也说视觉是诸感觉中最奢华的,因为它比起其他感觉需要更多的条件来实现其固有的现实活动)——同样,即使被照亮的空气在没有光射向固体时甚至在光中也看不见,也不会因此就甚至不是可见的。因为如果光无非是潜在透明体的现实活动和完善,并且光除了视觉之外不被任何其他事物所判定,那么显而易见,被照亮的空气只要它是被照亮的,也是可见的,即便它还需要其他条件。而光并不是空气的本质属性;所以它并非由于固有的属性成为可见的,而是由于外来的属性,我指的是光,他借喻性地将其命名为“颜色”,因为最严格意义上的可见者正是颜色。
- 2.126εἰς δὲ τὸν περὶ φωτὸς ὁ περὶ τοῦ διαφανοῦς * * διαλέγεται
传抄文本中标记有脱文(lacuna)之处。根据紧接在前的句式平行结构(εἰς τὸν περὶ ὁρατῶν λόγον ἀναγκαῖος ὁ περὶ φωτός),所缺失的应当是谓语成分,如[λόγος ἀναγκαῖος, διὸ περὶ τούτου],据此补充为“而对于关于光的论述而言,关于透明体的论述[是不可或缺的;因此他现在就此]展开论述”。
- 2.126καὶ ὥσπερ, ἐπεὶ ἄνευ φωτὸς οὐκ ἔστιν ὁρατός, διὰ τοῦτο οὐδὲ ὁρατὸν αὐτὸν φήσομεν
这是一个由 ὥσπερ 引导的从句与后文的 οὕτω 引导的分句(οὕτω κἂν ὁ πεφωτισμένος ἀὴρ... διὰ τοῦτο οὐδ’ ὁρατὸς ἂν εἴη)相呼应的长句比较结构。在语境中,它具有反问/否定的含义:“正如我们绝不会因为没有光它是不可见的,就断言它甚至不是可见的”。它与后文的 οὕτω 句中的否定判断形成平行,表明附加条件的需要并不否定空气本身作为被照亮者的可见性。
