← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§320.33-322.23

透明体内部的视觉与颜色对透明性的完善

斐洛波诺斯回应了关于透明石头内部杂质可见性的反驳,论证了视觉所把握的并非深度本身而是各部分的表面;随后他讨论了亚里士多德对颜色的定义(418a31),指出“能动的”意指现实透明体的“完善者”,并阐明了对光与透明体进行探讨的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.124#2

τί οὖν; φαίη τις ἄν, ἐν τοῖς διαφανέσι τῶν λίθων οὐχ ὁρῶμεν, εἴ τι ἀλλότριον χρῶμα συμβαίη μεταξὺ εἶναι, οἷον τὰ ἐναπολαμβανόμενα ἐν τῷ ἠλέκτρῳ κωνώπια· καὶ ἐν τοῖς ἄλλοις δὲ διαφανέσι λίθοις εἴ τι ἀλλότριον χρῶμα ἐν τῷ βάθει κατά τι μόριον συμβῇ εἶναι, αἰσθητὸν ἡμῖν γίνεται· ὥστε δῆλον ὅτι τῆς ὄψεως ἀντιλαμβανομένης τοῦ ἐν τῷ βάθει χρώματος οὕτω συμβαίνει τοῦ μεταξὺ ἀλλοτρίου ὄντος χρώματος τὴν διάκρισιν ἀπὸ τοῦ λοιποῦ ποιεῖσθαι. λέγω οὖν ὅτι, εἰ μὲν εἴη τὸ ἐν τῷ βάθει κατά τι μόριον τοῦ διαφανοῦς λίθου ἀλλότριον χρῶμα βαθύτερον καὶ πληκτικώτερον τοῦ ἐν τῷ ὅλῳ λίθῳ χρώματος, ἀντιλαμβάνονται αὐτοῦ αἱ ὄψεις διὰ τὸ ἐν τῷ λίθῳ διαφανές· ἂν δὲ ἀσθενέστερον ᾖ, οὐ γίνεται αὐτοῦ ἀντίληψις. ἐναργῶς γάρ εἰσι λίθοι τινὲς διαφανεῖς οἷον σάρδιοι καί τινες ἄλλοι κεχρωσμένοι οὐ διὰ βάθους, ἀλλὰ λευκοὶ ὄντες κατὰ τὸ βάθος, οἵτινες δοκοῦσι μέχρι βάθους τῷ αὐτῷ χρώματι κεχρῶσθαι, ἅτε δὴ μὴ ἀντιλαμβανομένης τῆς ὄψεως τοῦ βάθους. ἐν οἷς δὲ μεταξὺ φαίνεται ἀλλότριον χρῶμα, διὰ τὸ ἀμυδρότερον εἶναι τὸ ἐν τῇ ἐπιφανείᾳ χρῶμα οὐκ ἐμποδίζονται αἱ ὄψεις τοῦ ἔν τινι μορίῳ τοῦ βάθους ἀντιλαβέσθαι βαθυτέρου χρώματος.1 ἐὰν οὖν ὑέλου βαφείσης ἀμυδροτέρῳ καὶ μὴ κατακορεῖ χρώματι τὴν ἑτέραν ἐπιφάνειαν βαθεῖ μέλανι χρίσῃς, δόξει σοι πᾶσα μέλαινα εἶναι, καὶ οὐ δήπου πᾶσα κέχρωσται τῷ μέλανι. ὥστε καὶ ἐν τοῖς διαφανέσι τῶν λίθων, εἰ καὶ δοκοῦμεν τὸ βάθος ὁρᾶν κεχρωσμένον, οὐ τὸ βάθος ὁρῶμεν κατ’ ἀλήθειαν, κἂν κεχρωσμένον ᾖ, ἀλλὰ τῆς ἐπιφανείας μόνης ἀντιλαμβανόμεθα. ὥσπερ γὰρ εἰ καὶ δι’ ἀέρος χωροῦσαι αἱ ὄψεις ἢ δι’ ὕδατος τὰ μεταξὺ χρώματα ὁρῶσιν (τὰ γὰρ ἐν παντὶ διαφανεῖ ὁρᾶται χρώματα) αὐτῶν μέντοι τῶν ὁρωμένων οὐ διικνεῖται εἰς τὸ βάθος ἡ ὄψις, ἀλλὰ κατὰ μόνην τὴν ἐπιφάνειαν αὐτῶν ἀντιλαμβάνονται, οὕτω συμβαίνει καὶ ἐπὶ τῶν διαφανῶν λίθων διὰ τὴν ἐν αὐτοῖς διαφάνειαν· ὅταν μὴ ὁ πᾶς λίθος κατείληπταί τινι δραστηρίῳ χρώματι, τὸ παρεμπεσὸν μεταξὺ χρῶμα ὁρᾶται διὰ τὴν τοῦ λίθου διαφάνειαν, αὐτὸ μέντοι τὸ ὁρώμενον χρῶμα κατὰ μόνην τὴν ἐπιφάνειαν τοῦ μορίου ἐν ᾧ ἐστιν ὁρᾶται, οὐ μὴν καθ’ ὅλον τὸ βάθος. ἐπειδὴ οὖν τὸ ἐν τῇ ἐπιφανείᾳ χρῶμα τοῦτό ἐστιν ὁρατόν, διὰ τοῦτο καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν λέγει ὡς οὖσαν ὑποκείμενον τοῦ καθ’ αὑτὸ ὁρατοῦ.

“那么又如何呢?”有人可能会说,“在透明的石头中,如果碰巧有某种外来的颜色介于其中,例如琥珀中截留的蚊蚋,难道我们看不见吗?而且在其他透明的石头中,如果某种外来的颜色碰巧在深度的某一部分中存在,它也会成为我们所能感知的;因此显而易见,视觉是通过把握深度中的颜色,才这样将介于其中的外来颜色与其余部分区别开来的。”因此我说:如果在透明石头的某一部分深处的外来颜色比整块石头中的颜色更深且更强烈,视觉就会通过石头中的透明体把握它;但如果它更弱,就不会产生对它的感知。因为显然有一些透明的石头,例如红玉髓和其他一些石头,它们并非在整个深度中着色,而是在深度中呈白色,但由于视觉并不把握深度,它们看起来就像是一直深入到深度都染有相同的颜色。而在那些能够看到中间有外来颜色的石头中,由于表面上的颜色较浅,视觉并未被阻碍去把握深度某一部分中较深的颜色。因此,如果在一块染有较浅且不饱和颜色的玻璃的另一表面涂上浓黑,整个玻璃在你看来就会显得全黑,然而它绝非整块都被染上了黑色。所以在透明的石头中也是如此,即使我们似乎看到了深处是有颜色的,即使它确实着了色,我们在真实意义上也并非看到了深度,而仅仅把握了表面。因为正如视觉即使穿过空气或水而看到介于其中的颜色(事实上在一切透明体中的颜色都能被看到),视觉却并没有穿透到被看到之物自身的深处,而仅仅是依照它们的表面来把握它们,在透明石头上也正是由于它们之中的透明性而发生同样的情况:每当整块石头未被某种强烈的颜色所占据时,插在中间的颜色就会通过石头的透明性而被看到,然而被看到的颜色本身仅仅是依照它所在的那一部分的表面被看到,绝非在整个深度中被看到。因此,由于正是表面上的颜色才是可见的,正因如此,他把表面称为自身可见者,因为它是自身可见者的主体。

§2.125

"Πᾶν δὲ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ τοῦτ’ ἐστὶν αὐτοῦ ἡ φύσις." Οὗτος ὁρισμὸς ἂν εἴη χρώματος ἀπὸ τοῦ συμβεβηκότος καὶ ἰδίου δηλῶν αὐτό, οὐκ ἀπὸ τῆς οὐσίας· ἐν γὰρ τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν τὸν ἀπὸ τῆς οὐσίας αὐτοῦ ἀποδέδωκεν ὁρισμόν. φησὶ δὴ τὸ χρῶμα κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τουτέστι τοῦ πεφωτισμένου· τὸ γὰρ μὴ πεφωτισμένον δυνάμει ἐστὶ διαφανές. κινητικὸν δὲ ἀντὶ τοῦ τελειωτικόν. ἔστι μὲν γὰρ αὐτοῦ καὶ τὸ φῶς τελειωτικόν, καθὸ τελειοῖ αὐτὸ καὶ ποιεῖ ἐνεργείᾳ διαφανές, τελειωτικὸν δ’ αὐτοῦ καὶ τὸ χρῶμα, καθὸ τὴν διαπορθμευτικὴν αὐτοῦ δύναμιν εἰς ἐνέργειαν ἄγει· διατίθεται γάρ πως ὑπὸ τοῦ χρώματος ἀναματτόμενόν πως αὐτό, ὡς πέφυκεν ἀναμάττεσθαι ἀπαθῶς, καὶ τῇ ὄψει διαδιδόν.2 ἀλλὰ τὸ μὲν φῶς τελειωτικόν ἐστι τοῦ δυνάμει διαφανοῦς (τελειοῖ γὰρ αὐτὸ καὶ ποιεῖ ἐνεργείᾳ διαφανές), τὰ δὲ χρώματα τελειωτικὰ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. τελειοῖ δ’ αὐτὸ οὐχ ᾗ διαφανές ἐστιν, ἀλλ’ ᾗ τὸ κατ’ ἐνέργειαν διαφανὲς δυνάμει ἐστὶ διαπορθμευτικόν τε καὶ ἀπαγγελτικὸν τῶν χρωμάτων. ἐπειδὰν οὖν παρῇ τὰ χρώματα, γίνεται ἐνεργείᾳ τοιοῦτον. εἰ τοίνυν τὸ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τὸ δὲ κατ’ ἐνέργειαν διαφανές ἐστι τὸ πεφωτισμένον, καὶ διὰ τῆς τούτου κινήσεως τὸ ὁρᾶν γίνεται, διὰ τοῦτο ἄρα ἄνευ φωτὸς οὐχ ὁρᾷ τὰ χρώματα. ἀναγκαῖος οὖν τῷ περὶ τῶν ὁρατῶν ἐροῦντι ὁ περὶ φωτὸς λόγος, δι’ ὅπερ τὰ χρώματά ἐστιν ὁρατά. εἰπὼν δὲ τὸ χρῶμα κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὅτι ἡ ἐνέργεια τοῦ διαφανοῦς τὸ φῶς ἐστιν, ἐδήλωσεν ἐπενεγκὼν διόπερ οὐχ ὁρατὸν ἄνευ φωτός. οὐχ ὁρατὸν δὲ δηλονότι τὸ χρῶμα· ἡ μὲν γὰρ ἐνέργεια τοῦ διαφανοῦς τὸ φῶς ἐστι, τὸ δὲ χρῶμα τοῦ κατ’ ἐνέργειαν διαφανοῦς ἐστι κινητικόν. ἐπεὶ οὖν ἀναγκαῖος τῷ περὶ τῶν ὁρατῶν διαλεχθησομένῳ ὁ περὶ φωτὸς λόγος, πρῶτον, φησίν, εἴπωμεν περὶ φωτός. ἀλλ’ ἐπειδὴ τὸ φῶς ἐνέργειά ἐστι τοῦ διαφανοῦς, πρὸ τοῦ περὶ φωτὸς λόγου περὶ τοῦ διαφανοῦς ποιεῖται λόγον.

“而一切颜色都是现实上的透明体的能动者,这就是它的本性。” 这应当是一个从偶性和固有特征出发、而非从本质出发揭示颜色的定义;因为在《论感觉及其对象》中,他给出了从本质出发的定义。他确实说颜色是现实上的透明体(即被照亮者)的能动者;因为未被照亮者只是潜在的透明体。而“能动的”是用来代替“完善性的”。因为光也是它的完善者,只要它完善透明体并使之成为现实上的透明体;但颜色也是它的完善者,只要它将透明体的传递潜能引向现实;因为透明体在某种程度上被颜色所规定,正如它天然适合免于受损地摄取印记那样,在某种程度上摄取它的印记,并传递给视觉。然而,光是潜在透明体的完善者(因为它完善透明体并使之成为现实上的透明体),而诸颜色则是现实上的透明体的完善者。并且,它们完善透明体并不是就其是透明的而言,而是就现实上的透明体潜在具有传递和报告诸颜色的能力而言。因此,每当诸颜色在场时,它就现实地成为这样的。既然颜色是现实上的透明体的能动者,而现实上的透明体是被照亮者,并且看是通过后者的运动而发生的,正是因此,没有光就看不见诸颜色。因此,对于将要讨论可见者的人来说,关于光的说明是不可或缺的,正是通过光,诸颜色才是可见的。在说了颜色是现实上的透明体的能动者之后,他通过补充“因此没有光就是不可见的”,表明了透明体的现实活动就是光。而显然,不可见的是颜色;因为透明体的现实活动是光,而颜色是现实上的透明体的能动者。因此,既然关于光的说明对于将要论述可见者的人来说是不可或缺的,他说:“首先,让我们讨论光。”但因为光是透明体的现实活动,所以在关于光的说明之前,他先探讨了透明体。

语法注2 条
  1. 2.124οὐκ ἐμποδίζονται αἱ ὄψεις τοῦ ἔν τινι μορίῳ τοῦ βάθους ἀντιλαβέσθαι βαθυτέρου χρώματος

    带有属格定冠词的不定式 τοῦ ... ἀντιλαβέσθαι 依附于表示阻碍的动词 ἐμποδίζονται,表示被阻碍的内容(分离属格)。βαθυτέρου χρώματος 则是动词 ἀντιλαμβάνεσθαι 所要求的属格宾语。

  2. 2.125ἀναματτόμενόν πως αὐτό, ὡς πέφυκεν ἀναμάττεσθαι ἀπαθῶς, καὶ τῇ ὄψει διαδιδόν

    中性单数分词 ἀναματτόμενον 与 διαδιδόν 在语法和意义上与该小句的隐含主语 τὸ διαφανές(透明体)一致。此处将接受性的表达(关身分词 ἀναματτόμενον 支配直接宾语 αὐτό,“摄取〔它的〕印记”)与主动的功能(διαδιδόν,“传递给视觉”)并列,说明了透明体作为中介发挥作用的方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:320.33-322.23