← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§320.1-320.33

自身可见的表面与对颜色的感知

斐洛庞努斯基于418a29的引文,分析了“自身可见者”(表面)的含义,阐明这并非指定义上的本质,而是指其自身包含着颜色这一原因,并通过透明物体与镜子的观察证明视觉所感知的只是表面颜色而非深度中的颜色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.124#1

" Τὸ γὰρ ὁρατόν ἐστι χρῶμα. τοῦτο δέ ἐστι τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ· καθ’ αὑτὸ δὲ οὐ τῷ λόγῳ, ἀλλ’ ὅτι ἐν ἑαυτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι ὁρατόν." Εἰπὼν ὅτι δῆλον ἡμῖν ἔσται προελθοῦσι, τίνα ἐστὶ τὰ ἀνώνυμα, ἃ εἶπεν ὁρατὰ εἶναι, μετέβη εἰς τὸν περὶ τοῦ χρώματος, ἀλλ’ ὡς περὶ ὁρατοῦ. τοῦτο οὖν ἐστι, φησί, τὸ χρῶμα, λέγω δὴ τὸ ὁρατόν, τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὑπάρχον ὁρατοῦ· καθ’ αὑτὸ δὲ ὁρατόν φησι τὴν ἐπιφάνειαν. πῶς δὲ καθ’ αὑτὸ ὁρατὸν ἡ ἐπιφάνεια, αὐτὸς ἐξηγήσατο· οὐ γὰρ οὕτω, φησί, καθ’ αὑτὸ εἴρηται, ὡς τῷ λόγῳ καθ’ αὑτό, τοῦτό ἐστι τῷ ὁρισμῷ. ἐν γὰρ τῇ Ἀποδεικτικῇ φησι καθ’ αὑτὸ εἶναι ἢ ὅπερ ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου παραλαμβάνεται, ὡς τὸ ζῷον καὶ λογικὸν ἐν τῷ ὅρῳ τοῦ ἀνθρώπου (ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ) ἢ οὗ ἐν τῷ ὅρῳ τὸ ὑποκείμενον παραλαμβάνεται,1 ὡς ἐν τῷ ὁρισμῷ τῆς σιμότητος ἡ ῥίς, καὶ ἐν τῷ ὁρισμῷ τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ ὁ ἀριθμός· ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ἀριθμῷ. λέγομεν γὰρ ἄρτιον εἶναι ἀριθμὸν δίχα τεμνόμενον, περιττὸν δὲ ἀριθμὸν μὴ δυνάμενον δίχα διαιρεθῆναι· ὁμοίως σιμότητα εἶναι κοιλότητα ἐν ῥινί. οὐχ οὕτως οὖν φησι καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ τὸ αἴτιον τοῦ ὁρατὸν εἶναι. τοῦτο δέ ἐστι τὸ χρῶμα· τὸ γὰρ ἐν τῇ ἐπιφανείᾳ χρῶμα τοῦτό ἐστι τὸ ὁρατόν, καὶ τούτου αἱ ὄψεις ἀντιλαμβάνονται. οὐ γὰρ ἀντιλαμβάνονται τοῦ τε ἐν τῷ βάθει χρώματος. τοὺς γὰρ διαφανεῖς τῶν λίθων εἰ δοκοῦμεν ὁρᾶν δι’ ὅλου τοῦ βάθους κεχρωσμένους, τὰς ὄψεις ἀπατώμεθα.2 τῷ μὲν γὰρ διαφανεῖς εἶναι τοὺς λίθους διαβαίνουσι διὰ τοῦ βάθους αἱ ὄψεις ἢ τῶν χρωμάτων αἱ ἐνέργειαι, διὰ τοῦ χρώματος δὲ μόνου τοῦ ἐν τῇ ἐπιφανείᾳ τῶν λίθων ἀντιλαμβανόμεθα· καὶ διὰ τοῦτο δοκοῦμεν καὶ τὸ ἐν τῷ βάθει χρῶμα ἑωρακέναι. σημεῖον δὲ τούτου, ὅτι εἰ ὑέλου ἢ διαφανοῦς λίθου μία ἐπιφάνεια χρωσθείη, δόξειεν ἂν ἡμῖν τὸ ὅλον σῶμα διὰ βάθους κεχρῶσθαι, κἂν εἰς τὴν μὴ κεχρωσμένην ἐπιφάνειαν ἴδωμεν, καὶ αὕτη δόξειεν ἡμῖν ὁμόχρους εἶναι τῆς κεχρωσμένης, καίτοι μὴ κεχρωσμένη ἐκείνῳ τῷ χρώματι. καὶ τῶν ὑελίνων γοῦν κατόπτρων τὴν ἔξωθεν ἐπιφάνειαν καττιτέρου χρῶμα δοκοῦμεν ἔχειν, καὶ τὰ ἔσωθεν κεχρωσμένα ποτήρια τὸ ὅλον σῶμα δοκεῖ κεχρῶσθαι, τῶν ὄψεων διὰ τοῦ διαφανοῦς τὴν ἐσχάτην ὁρωσῶν ἐπιφάνειαν καὶ τοῦ ἐκείνης χρώματος ἀντιλαμβανομένων.3

“因为可见者即是颜色。而这就是在自身可见者之上的东西;但自身并非依说明而言,而是因为它自身之中包含着可见的原因。” 在说明了随着进一步讨论,他曾说是可见的那些无名之物是什么对我们将变得明白之后,他转入了关于颜色的讨论,然而这是作为关于可见者的讨论。因此他说,这就是颜色——我指的是可见者——即存在于自身可见者之上的东西;而他所说的“自身可见者”乃是指表面。至于表面如何是自身可见的,他自己作了解释:因为他说,“自身”并不是指在说明上是自身的,也就是说在定义上是自身的。因为在《后分析篇》中他说,“自身”或者是指被包含在主体的定义之中的东西(如在人的定义中的“动物”与“有理性的”;因为这些是自身属于人的),或者是指其定义中包含了主体的东西(如在扁鼻的定义中的“鼻”,以及在偶数和奇数的定义中的“数”;因为这些是自身属于数的。因为我们说偶数是可二等分的数,奇数是不能二等分的数;同样,扁鼻是鼻中的凹陷)。因此,他并不是在这个意义上说表面是自身可见的,而是指它自身之中包含着可见的原因。而这就是颜色;因为在表面上的颜色就是可见者,而视觉所把握的正是这个。事实上,它并不把握深度之中的颜色。因为如果我们以为看见透明的石头在其整个深度中都是有颜色的,我们在视觉上是受了欺骗。因为虽然由于石头是透明的,视觉或颜色的现实活动穿过了其深度,但我们仅仅是通过石头表面上的颜色而进行感知的;正因如此,我们才以为看见了深度之中的颜色。证明这一点的是:如果玻璃或透明石头的一个表面被染上颜色,整个物体在我们看来便似乎在其深度中全被着色了,即使我们看那未着色的表面,这表面在我们看来也会似乎与那有着色的表面颜色相同,尽管它并未被染上那种颜色。事实上,玻璃镜子的外表面在我们看来也似乎具有锡的颜色,内侧着色的杯子也显得整个物体全着了色,这是因为视觉穿过透明体而看到了最远端的表面,并把握了该表面的颜色。

语法注3 条
  1. 2.124οὗ ἐν τῷ ὅρῳ τὸ ὑποκείμενον παραλαμβάνεται

    关系代词 οὗ 包含其先行词(中性单数,作为与前文 ἢ ὅπερ... 相对的第二项),意为“在其定义中主体被包含进来的那种东西”。此结构阐述了《后分析篇》中“自身”(καθ’ αὑτό)的第二种模式,即固有属性的定义中包含主体。

  2. 2.124τὰς ὄψεις ἀπατώμεθα

    宾格 τὰς ὄψεις 是限制性宾格(即希腊语中的关系宾格),修饰被动语态动词 ἀπατώμεθα(“我们受欺骗”),表示受到欺骗的范围:“我们在视觉上受了欺骗”。

  3. 2.124τῶν ὄψεων διὰ τοῦ διαφανοῦς τὴν ἐσχάτην ὁρωσῶν ἐπιφάνειαν καὶ τοῦ ἐκείνης χρώματος ἀντιλαμβανομένων

    句末的属格独立结构,解释了前述主句(镜子和杯子的观察现象)的原因或方式。现在分词 ὁρωσῶν 与 ἀντιλαμβανομένων 形成并列,共享 τῶν ὄψεων 作为其逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:320.1-320.33