- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:318.22-319.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解418a24–418a26。作者借狄阿瑞斯之子的例子辨析了偶性可感觉对象与自身可感觉对象的差别,并依据关系者的逻辑论证了特有对象才是严格意义上的可感觉对象;随后梳理了视觉对象(颜色及暗中发光的无名之物)以及颜色、透明体与光这三者定义的逻辑次序与关联。
" Τῶν δὲ καθ’ αὑτὰ αἰσθητῶν τὰ ἴδια κυρίως ἐστὶν αἰσθητά, καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως." Τίνα μέν ἐστι τὰ κατὰ συμβεβηκὸς αἰσθητά, σαφῶς ἐδήλωσεν· τὰ γοῦν οὐκ ὄντα μὲν τῇ αὐτῶν φύσει αἰσθητά, ὑπάρχοντα δὲ τοῖς καθ’ αὑτὰ αἰσθητοῖς. συμβεβηκέναι δ’ εἶπεν τῷ λευκῷ τὸν Διάρους υἱόν,1 οὐχ ὅτι τῷ λευκῷ ὁ Διάρους υἱὸς συμβέβηκεν (οὐ γὰρ ἡ οὐσία ἐπισυμβαίνει τοῖς συμβεβηκόσιν, ἀλλ’ ἐκεῖνα ταύτῃ) ἀλλ’ ὅτι συμβέβηκε τόδε τὸ ὁρατόν, τὸ λευκὸν εἰ τύχοι, Διάρους 〈υἱὸν〉 εἶναι. τὸ δὲ μηδὲν πάσχειν τὴν ὄψιν ὑπὸ τοῦ Διάρους υἱοῦ, καθὸ Διάρους υἱός, σημεῖον τοῦ κατὰ συμβεβηκὸς αὐτοῦ αἰσθάνεσθαι τὴν ὄψιν. διττῶν δ’ ὄντων τῶν καθ’ αὑτὰ αἰσθητῶν, τῶν μὲν κοινῶν, τῶν δ’ ἰδίων ἑκάστης αἰσθήσεως, τὰ ἴδια ἑκάστης ταῦτά φησιν εἶναι κυρίως αἰσθητά. οὗ τὴν αἰτίαν ἐδήλωσεν εἰπὼν καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως. εἰ γὰρ ἑκάστης αἰσθήσεως τὸ εἶναί ἐστι πρὸς τὰ ἴδια αἰσθητά, ταῦτα ἂν εἴη μάλιστα αἰσθητά. πρός τι μὲν γὰρ ἡ αἴσθησις, πρός τι δέ ἐστιν οἷς τὸ εἶναι † ἑκάστῃ αἰσθήσει, ταῦτα μάλιστα κυρίως αἰσθητά, τῇ μὲν ὄψει πρὸς ὁρατά, τῇ δὲ ἀκοῇ πρὸς ἀκουστά, καὶ ταῖς λοιπαῖς ὁμοίως.
“在自身的可感觉对象中,特有的才是严格意义上的可感觉对象,也是每种感觉的本质自然所关涉的对象。” 什么是偶性的可感觉对象,他已经清楚地说明了:即那些依其自身本性并不是可感觉对象,却从属于自身的可感觉对象的事物。他说狄阿瑞斯之子附随于白色,并不是因为狄阿瑞斯之子是白色的偶性(因为实体并不附随于偶性,而是偶性附随于实体),而是因为这一可见物(比如白色)碰巧是狄阿瑞斯的〈儿子〉。而就〔他〕为狄阿瑞斯之子而言,视觉绝不受狄阿瑞斯之子的作用,这是视觉偶性地感知他的标志。自身的可感觉对象有两种,一类是共通的,另一类是各感觉所特有的,他说各感觉所特有的这些对象才是严格意义上的可感觉对象。他通过说“也是每种感觉的本质自然所关涉的对象”表明了其中的原因。因为如果每种感觉的存在都关涉其特有的可感觉对象,那么这些对象就最是可感觉对象。因为感觉属于关系者,而每种感觉的存在所关涉的那些对象,最是严格意义上的可感觉对象:视觉关涉可见物,听觉关涉可听物,其余感觉亦同样如此。
"Οὗ μὲν οὖν ἐστιν ἡ ὄψις, τοῦτό ἐστιν ὃ ὁρᾶται." Εἰπὼν κοινῶς περὶ αἰσθήσεως καὶ αἰσθητῶν καὶ μέλλων ἰδίᾳ τὸν ἑκάστης αἰσθήσεως προχειρίσασθαι λόγον, πρότερον διαλέγεται περὶ τῶν ἰδίᾳ ἑκάστῃ αἰσθήσει [καὶ] αἰσθητῶν, καὶ πρό γε πάντων περὶ τῶν τῇ ὄψει αἰσθητῶν, ἐπειδὴ καὶ πρὸ τῶν ἄλλων περὶ ὄψεως διαλέξεται. εἶτά φησιν ὅτι τὸ τῇ ὄψει ἀντιληπτὸν χρῶμά τέ ἐστι καὶ ὃ λόγῳ μὲν ἑρμηνεύεται, ὄνομα δ’ οὐκ ἔχει ἐν τῇ συνηθείᾳ, οἷά [τε] ἐστιν αἵ τε πυγολαμπίδες καὶ αἱ λεπίδες καὶ ἄλλα τινά. εἶτα ὁρίζεται τί ποτέ ἐστι τὸ χρῶμα, ὅτι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. ἐπειδὴ οὖν ἐν τῷ ὁρισμῷ τοῦ χρώματος ἐμνήσθη τοῦ διαφανοῦς, διδάσκει ἡμᾶς, τί ποτέ ἐστι τὸ διαφανές, ὅτι φύσις τίς ἐστιν ἐν πλείοσιν ὑπάρχουσα, ἐν ὕδατι, ἐν ἀέρι, ἐν ὑέλῳ καὶ ἐν ἑτέροις, διαπορθμευτικὴ τῶν χρωμάτων, ἥτις φωτὸς μὲν μὴ παρόντος δυνάμει ἐστὶν αὐτὸ τοῦτο διαφανές, ἐνεργείᾳ δὲ γίνεται διαφανὲς φωτὸς παρόντος. ἐπεὶ οὖν ἐμνήσθη φωτός, πρότερον τὸν περὶ τούτου ποιεῖται λόγον. οὗ μὲν οὖν ἐστιν ἡ ὄψις (προσυπακουστέον ἀντιληπτική)2 τοῦτο ὁρᾶται.
“因此,作为视觉对象的那东西,这就是被见之物。” 在概括地谈论了感觉与可感觉对象之后,正要着手对每种感觉进行个别的论述时,他首先探讨特属于每种感觉[且]可被感觉的对象,并且在所有对象之前首先探讨对视觉而言的可感觉对象,因为他也将在其他感觉之前探讨视觉。接着他说,可被视觉把握的是颜色,以及那种虽可用定义说明但在日常语言习惯中没有名称的事物,诸如萤火虫、鳞片及其他某些事物。接着他定义了颜色究竟是什么,即能推动现实中的透明体之物。因此,既然在颜色的定义中提及了透明体,他就教导我们透明体究竟是什么:它是存在于多数事物中——在水、空气、玻璃及其他事物中——传导颜色的某种本性;当光不在场时,它潜能地是这一透明体自身,而在光在场时,它现实地成为透明体。既然提及了光,他就首先对光展开论述。因此,视觉〔所把握〕的对象(此处应当补出“把握”),这就是被见之物。
"Ὁρατὸν δέ ἐστι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν." Εἰπὼν ὅτι οὗ ἐστιν ἡ ὄψις ἀντιληπτικὴ καὶ περὶ ὃ ἡ δύναμις αὕτη ἐνεργεῖ, τοῦτό ἐστιν ὁρατόν, ἑξῆς ἐπάγει, τίνα ἐστὶ τὰ ὁρατά, ὅτι τό τε χρῶμα καὶ ἄλλα τινά, ἅπερ ὄνομα μὲν κοινὸν οὐκ ἔχει, λόγῳ δ’ ἑρμηνεύεται, περὶ ὧν προελθὼν ἐρεῖ, οἷον πυγολαμπίδες, κεφαλαὶ ἰχθύων, λεπίδες, ὀφθαλμοὶ ἐχίνων, τὰ ὄστρακα τῶν θαλαττίων, ἅπερ ἐν φωτὶ μὲν οὐχ ὁρᾶται, ἐν σκότῳ δέ. οὐ γὰρ δοκεῖ αὐτῷ χρῶμα εἶναι τὸ ἐν τούτοις φαινόμενον πυρῶδές τι ἐν τῷ σκότῳ· ἴδιον γὰρ χρώματος τὸ ἐν τῷ φωτὶ ὁρᾶσθαι, τὸ δὲ τούτων πυρῶδες οὐχ ὁρᾶται ἐν φωτί.
“可见的既是颜色,也是那种虽能用定义说明却碰巧没有名称的事物。” 在说明了视觉所把握的且这一能力针对其活动的对象是可见之物之后,他接着引出可见之物究竟有哪些:即颜色以及其他某些事物,这些事物没有共同的名称,却可以通过定义来说明(关于这些事物他将在后文阐述,例如萤火虫、鱼头、鳞片、海胆的眼睛、海生动物的甲壳,它们在光中看不见,却在黑暗中被看见)。因为在他看来,在黑暗中出现在这些事物里的某种如火般闪烁的东西并不是颜色;因为在光中被看见是颜色的特有属性,而这些事物如火般的属性在光中是看不见的。
- 2.121συμβεβηκέναι δ’ εἶπεν τῷ λευκῷ τὸν Διάρους υἱόν
针对亚里士多德原文“狄阿瑞斯之子附随于白色”这一表述的语法与本体论说明。从本体论上说,偶性(白色)附随于实体(狄阿瑞斯之子),反之则不然;因此注解者将此处的语法主谓关系解释为“这个白色的可见之物碰巧是狄阿瑞斯之子”。
- 2.122προσυπακουστέον ἀντιληπτική
对引文引理中“Οὗ μὲν οὖν ἐστιν ἡ ὄψις”省略结构的补充说明。注解者明确指出应当在句法上补出谓词补足语 ἀντιληπτική(“把握……”),使属格 οὗ 依存于该形容词(“视觉所把握的对象”)。
