- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:317.9-318.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了共通的可感觉对象因直接作用于感觉而是自身而非偶性的可感觉对象(即便它们不能脱离特有对象而存在),解释了无理性动物无需把握实体即可辨认对象的方式,阐明处所是偶性可感觉对象,并以逻辑方式证明共通对象必然是自身的可感觉对象。
ὅπερ καὶ ἐπὶ τοῦ πυρὸς γίνεται· μᾶλλον γὰρ καίει τὸ πλεῖον. ἰστέον δὲ ὅτι τὰ κοινὰ αἰσθητὰ κεχωρισμένα μὲν τῶν ἰδίων αἰσθητῶν οὐδὲ δρᾷ τι περὶ τὰς αἰσθήσεις οὐδ’ ὅλως ἐστὶν ἀντιληπτά, οἷον τοῦ σχήματος οὐκ ἂν ἀντιλάβοιτο ὄψις, εἰ ἄχρουν εἴη τὸ ἐσχηματισμένον· ἀλλ’ οὐδὲ ἁφή, εἰ μή τινα ἔχοι τῶν ἁπτῶν ποιοτήτων, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. διὸ καὶ δόξαιεν ἂν καὶ αὐτὰ τῶν κατὰ συμβεβηκὸς εἶναι αἰσθητῶν, ἐπεὶ δι’ ἄλλων τὴν ἑαυτῶν ἀντίληψιν παρέχονται. ἀλλά φημι ὅτι εἰ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ δι’ αὐτὸ τοῦτο μηδὲν δρᾷ εἰς τὰς αἰσθήσεις, πάσχουσι δὲ ὑπὸ τούτων αἱ αἰσθήσεις, δῆλον ὅτι οὐκ ἂν εἶεν κατὰ συμβεβηκὸς αἰσθητά, ἀλλὰ δευτέρως μὲν εἰ τύχοι αἰσθητά, καθ’ αὑτὸ μέντοι.1 καὶ ὥσπερ οὐκ ἐπειδὴ ἄνευ φωτὸς ἢ τοῦ διαφανοῦς ἢ τοῦ μεταξὺ οὐ δρῶσι τὰ ἴδια αἰσθητὰ περὶ τὰς αἰσθήσεις, [καὶ] οὐ διὰ τοῦτό φαμεν κατὰ συμβεβηκὸς αὐτὰ αἰσθητὰ εἶναι, οὕτω δὴ κἂν τὰ κοινὰ μὴ δρῶσιν ἄνευ τῶν ἰδίων, ἐπειδὴ ὅλως μετ’ ἐκείνων ὄντα δρῶσι, καθ’ αὑτὸ ἂν εἴη αἰσθητὰ ταύταις, περὶ ἃς καὶ δρῶσιν. ὥστε εἴ τις αἴσθησις μὴ πάσχει ὑπὸ τούτων, οὐκ ἂν εἶεν ταύτῃ τῇ αἰσθήσει αἰσθητά, εἰ μὴ κατὰ συμβεβηκός. ζητήσειε δ’ ἄν τις ὅτι εἰ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ αἱ οὐσίαι εἰσίν,2 ταύτας δὲ μόνος ὁ λόγος γινώσκει ὀργάνῳ τῇ αἰσθήσει χρώμενος, διόπερ ὅλως καὶ κατὰ συμβεβηκὸς αἰσθητὰ λέγεται, πόθεν γινώσκει ὁ κύων τὸν δεσπότην καὶ ὁ ὄνος τὴν φάτνην καὶ εἴ τι τοιοῦτον ἄλλο ἐπὶ τῶν ἀλόγων ὁρᾶται. φημὶ ὅτι οὐχ ὡς οὐσιῶν αἰσθάνεται, ἀλλ’ ὡς τοιῶνδε σχημάτων φίλων ἢ ἀνιαρῶν γινομένων τῇ αἰσθήσει αὐτῶν ἔχοντα τοὺς τύπους ἐν τῇ φαντασίᾳ γνωρίζει.3 εἰ δὲ καὶ ἐν τοῖς ἀλόγοις ἡ τούτων αἴσθησις γίνεται, σχημάτων φημὶ καὶ ἀριθμῶν καὶ τῶν λοιπῶν (διακρίνει γὰρ τὸ οἰκεῖον ἀπὸ τοῦ ἀλλοτρίου, καὶ κινούμενον τὸ ὀρεκτὸν διώκει, ὡς δὴ καὶ πλήθους αἰσθανόμενα καὶ κινήσεως), καὶ ἐντεῦθεν δέ τις τὸ καθ’ αὑτὸ εἶναι αὐτὰ αἰσθητὰ κατασκευάσει· δρᾷ γὰρ καὶ περὶ τὰ ἄλογα ζῷα, ἐπεὶ οὐδὲ ἂν ἐγινώσκετο ὑπ’ αὐτῶν· οὐδενὸς γὰρ ἐκεῖνα κατὰ συμβεβηκὸς αἰσθάνεται, ἐπεὶ μηδὲ συλλογίσασθαι δύναται. τὰ γὰρ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐδὲν δρᾷ εἰς τὰς αἰσθήσεις καὶ δεῖται λόγου τοῦ ἐξ ἄλλων συλλογιζομένου. ἀλλὰ καὶ ὁ τόπος κατὰ συμβεβηκός ἐστιν αἰσθητός· οὐδὲν γὰρ πάσχουσιν ὑπ’ αὐτοῦ αἱ αἰσθήσεις· οὐ γὰρ ἀντιλαμβάνεται τοῦ εἴδους τοῦ τόπου ἡ αἴσθησις, εἰ μὴ ὡς σχήματος, καὶ τοῦτο οὐ δι’ αὐτό, ἀλλὰ διὰ τὸ ἐν τόπῳ· ὥστε τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν καὶ οὗτος. ὅτι δὲ τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητά, ἀλλὰ καθ’ αὑτό, ἔστι καὶ λογικῶς δεῖξαι τὸν τρόπον τοῦτον· εἰ γὰρ τὸ σχῆμα καὶ τὸ μέγεθος ἀριθμός τε καὶ κίνησις καὶ στάσις αἰσθητά εἰσιν (οὐ γὰρ δὴ νοητά· πάντα γὰρ τὰ ὄντα ἢ νοητά ἐστιν ἢ αἰσθητά· εἰ οὖν μὴ νοητὰ τὰ εἰρημένα, αἰσθητὰ ἄρα καθ’ αὑτό), εἰ οὖν αἰσθητά, δεῖ εἶναι τὴν αἴσθησιν τὴν τούτων ἀντιληψομένην· τὸ γὰρ αἰσθητὸν αἰσθήσει ἐστὶν αἰσθητόν. εἰ οὖν μήτε ἄλλη τις αἴσθησις τούτων ἀντιλαμβάνεται καθ’ αὑτό, μήτε μιᾷ τῶν ε̄ ἴδιά ἐστιν αἰσθητά, τί λείπεται ἢ τὸ πασῶν ἢ πλειόνων εἶναι κοινά; εἰ γὰρ μήτε ταύταις καθ’ αὑτὰ μήτε ἄλλαις ἀντιληπτὰ εἴη καθ’ αὑτά, οὐδ’ ἂν εἴη ὅλως αἰσθητά. ἀλλὰ μὴν οὐδὲ νοητά ἐστιν· οὔτ’ ἄρα αἰσθητὰ οὔτε νοητὰ ἂν εἴη, ὅπερ ἐστὶν ἀδύνατον. [ἔτι δὲ καὶ τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν· ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίνεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ἡ ὄψις, ᾗ μέγεθος τοσόνδε ἔχει ἤγουν ἐν τοσῷδε μεγέθει ὁμοίως ὄντος λευκοῦ. καίτοι καθὸ λευκὸν ἢ καθὸ θερμὸν γάρ ἐστι μᾶλλον δράσει.]
这在火的情形中也是如此;因为更多的火燃烧得更烈。但应当知晓的是,共通的可感觉对象若与特有的可感觉对象分离开来,就不会对感觉施加任何作用,也根本无法被把握;例如,若被塑形之物是无色的,视觉就不会把握其形状;而若不具有任何可触的性质,触觉也不会把握它,在其余的情形中亦同样如此。因此,它们似乎也可以被视为属于偶性的可感觉对象,因为它们是通过其他事物才提供对自身的把握的。但我说,如果偶性的可感觉对象正是由于这个缘故不对感觉施加任何作用,而感觉却受这些[共通对象]的作用,那么显然它们不会是偶性的可感觉对象,而是——即便可以说是第二位的——自身的[可感觉对象]。正如我们并不因为特有的可感觉对象若无光线、透明体或介质便不对感觉施加作用,就因此断言它们是偶性的可感觉对象一样,即便共通的可感觉对象若无特有的可感觉对象就不施加作用,但既然它们与特有对象在一并存在时毕竟施加作用,那么对于它们所作用的那些感觉而言,它们就会是自身的可感觉对象。因此,若有任何感觉不受这些对象的作用,除了作为偶性之外,它们对于该感觉而言就不是可感觉对象。 此外,人们可能会提出疑问:如果偶性的可感觉对象是实体,而唯有理性以感觉为工具才能认识这些实体(这也正是它们通通被称为偶性可感觉对象的原因),那么狗何以认识其主人,驴何以认识其马槽,以及在无理性的动物中所见到的其他类似事物又是如何被认识的?我说,它们并非作为实体去感知,而是作为对它们的感觉而言变得亲近或痛苦的这般形状,在表象中保持其印迹来予以辨认的。若在无理性的动物中也发生对这些事物——我指的是形状、数以及其余事物——的感觉(因为它们将属于自身的与外来的区分开来,并在欲求对象运动时去追逐它,正如它们确实也感知多数性与运动一样),人们从这里也能够确立它们是自身的可感觉对象;因为它们也对无理性的动物施加作用,否则它们根本不会被动物所认知。因为那些动物不能推论,所以绝不会偶性地感知任何事物。因为偶性的可感觉对象对感觉不施加任何作用,需要借助从其他事物进行推论的理性。此外,处所也是偶性的可感觉对象;因为感觉绝不受它的作用。因为感觉除了作为形状之外并不把握处所的相,而且这并非因其自身,而是因处于处所之中的事物;因此这也是偶性的可感觉对象之一。 共通的可感觉对象不是偶性的、而是自身的可感觉对象,这一点也可以通过逻辑的方式按如下方式加以证明:因为若形状、大小、数、运动和静止是可感觉对象(因为它们绝不是可思辨对象;因为所有存在之物要么是可思辨对象,要么是可感觉对象;因此,若所言者不是可思辨对象,那么它们就是自身的可感觉对象),若它们是可感觉对象,就必须有把握它们的感觉;因为可感觉对象是相对于感觉而言的可感觉对象。因此,若既无其他任何感觉就其自身而言去把握它们,它们也不是五种感觉中任何单一感觉的特有可感觉对象,那么除了它们属于全部感觉或若干感觉所共有之外,还剩下什么呢?因为若它们既不能就其自身而言被这些感觉所把握,也不能就其自身而言被其他感觉所把握,它们就根本不会是可感觉对象。然而,它们也不是可思辨对象;因此它们既不是可感觉对象也不是可思辨对象,而这是不可能的。[此外,大小似乎也会对视觉和触觉施加某种作用;因为由于更大的颜色或更大的热,感觉器官(触觉和视觉)被更强烈地凝聚或分散——就其具有如此这般的大小,也就是说在如此这般大小中同样呈白色的事物而言。然而,因为是就其为白色或就其为温热而言,它将会更强烈地施加作用。]
- 2.120δευτέρως μὲν εἰ τύχοι αἰσθητά, καθ’ αὑτὸ μέντοι
短语 εἰ τύχοι 具有插入语性质(“即便可以这么说”、“若是如此”)。菲洛波诺斯承认共通的可感觉对象或可被称为“第二位的”(δευτέρως),因为它们须伴随特有对象而起作用,但他强调其依然是“自身的”(καθ’ αὑτό)可感觉对象,以此与纯粹偶性的对象相对立。
- 2.120ζητήσειε δ’ ἄν τις ὅτι εἰ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ αἱ οὐσίαι εἰσίν
连词 ὅτι 在此起到了引出由 ζητήσειε ἄν 所支配的疑难内容的功用(类似于 ὅτι recitativum)。其后由条件从句 εἰ τὰ κατὰ συμβεβηκὸς... 设立前提,而疑问的主句则是 πόθεν γινώσκει ὁ κύων...
- 2.120τοὺς τύπους ἐν τῇ φαντασίᾳ γνωρίζει
动词 γνωρίζει 与分词 ἔχοντα(中性复数主格,修饰省略的主语 τὰ ἄλογα)及名词 τοὺς τύπους 构成构造,意为“在表象中保持其印迹而辨认”。这解释了非理性动物何以在不具备理性推论的情况下依然能识别人或物。
