- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:315.25-317.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯基于418a23的题旨,论述了感觉受到自身的可感觉对象(特有对象与共通对象)的作用,却不受偶性可感觉对象的作用。他特别举例论证了形状、运动与静止、数、大小等共通的可感觉对象如何对感官产生实际影响,并探讨了可能的反驳及其解决。
" Διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ." Τὰ μὲν ἴδια αἰσθητὰ τῶν κοινῶν αἰσθητῶν καὶ τῶν κατὰ συμβεβηκὸς διέκρινε τῷ περὶ ἐκεῖνα μὲν πλάνην μὴ συμβαίνειν,1 περὶ ταῦτα δ’ ἐνίοτε συμβαίνειν. ἐν γὰρ τῷ τῆς περιστερᾶς τραχήλῳ καὶ ἐν τοῖς τοιούτοις, ὅσα ποικίλων χρωμάτων ἔχει μῖξιν, ἡ ποικιλία αἰτία καὶ ἡ μῖξις καὶ ἡ πρὸς τὴν ἀκτῖνα τούτων σχέσις τῆς ἄλλοτε ἄλλως ἀντιλήψεως καὶ ἀπάτης. νῦν δὲ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ κατὰ συμβεβηκὸς διακρίνει. ὑπὸ μὲν γὰρ τῶν καθ’ αὑτό, φησίν, αἰσθητῶν πάσχουσιν αἱ αἰσθήσεις, οὐκέτι δὲ καὶ ὑπὸ τῶν κατὰ συμβεβηκός. καὶ ὅτι μὲν τὰ ἴδια αἰσθητὰ δρῶσι περὶ τὰς αἰσθήσεις, πρόδηλον· ὅτι δὲ καὶ τὰ κοινά, φανερὸν ἐντεῦθεν. τό τε γὰρ ὀξυγώνιον ἄλλως δρᾷ περὶ τὴν ὄψιν· ἀνιᾷ γὰρ αὐτήν· ἤδη δὲ τὸ ἀμβλυγώνιον, καὶ μᾶλλον τὸ λεῖον καὶ ἀγώνιον.2 καὶ περὶ τὴν ἁφὴν δὲ πρόδηλον ὅτι οὐχ ὁμοίως δρᾷ τὰ διάφορα σχήματα, ἀλλὰ ἄλλως μὲν τὸ ὀξυγώνιον, ἄλλως δὲ τὸ ἀμβλυγώνιον ἢ τὸ ἀγώνιον. ὁμοίως καὶ ἐπὶ κινήσεως καὶ στάσεως· οὔτε γὰρ τὸ αὐτὸ πάθος ὑπομένει ἡ ἀκοὴ ψόφου κινουμένου ἢ ἑστῶτος ἀκούουσα. ὁμοίως καὶ τῇ ὄψει γίνεται τι πάθος ὑπὸ τούτων διάφορον, εἰ καὶ λόγῳ μὴ ἑρμηνεύειν τὰς ἰδιότητας αὐτῶν δυνάμεθα. ἀλλὰ καὶ ἡ ἁφὴ ἄλλο τι πάθος ὑπομένει κινουμένου τοῦ ἁπτοῦ, καὶ ἄλλο ἑστῶτος. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐν ποταμῷ ῥέοντι ἑστῶτες μιᾶς οὔσης τοῦ ὕδατος συνεχείας καὶ ὁμοίως, ᾗ ὕδωρ ἐστί, δρῶντος εἰς τὴν ἁφὴν συνῃσθόμεθα3 ὅτι κινεῖται, καὶ ἐὰν στῇ, ὅτι ἔστη. πρόδηλον οὖν καὶ ἐκ τούτου ὅτι γίνεται μέν τι διάφορον πάθος τῇ αἰσθήσει παρὰ ταῦτα, οὐ ῥητὸν δὲ τοῦτο, ὡς ἔχει καὶ ἐπὶ ἀριθμοῦ. πάσχομεν γάρ τι πάθος διάφορον πλήθους ἀκούοντες ἢ ἑνός· ὅθεν καὶ ἐκκρουόμεθα ὑπὸ τοῦ πλήθους τῶν φωνῶν, ὅπερ οὐκ ἂν συνέβη, εἰ μὴ ἔπασχέν τι ὑπὸ τοῦ πλήθους ἡ ἀκοή. ἀλλὰ καὶ δύο χρώματα ὁρῶντες, κἂν ὅμοια ᾖ, ἄλλως διατιθέμεθα τὴν ὄψιν. καὶ σαφὲς τοῦτο γίνεται, εἰ δύο λύχνοις ἅμα προσβάλλοι ἡ ὄψις· ἐκκρούεται γοῦν κἀνταῦθα ἡ ὄψις ἐν τῇ ἀντιλήψει τῶν ὁρατῶν. καίτοι τοῦτο οὐκέτι πάσχει, εἰ ἑνωθείη τὸ τῶν λύχνων πῦρ, οὐ μόνον τῶν δύο, ἀλλὰ καὶ πλειόνων. πόθεν δὲ καὶ πλήθους τῇ ἁφῇ ἀντιλαμβανόμεθα ἢ τῇ γεύσει, εἰ μή τι διάφορον ὑπ’ αὐτοῦ ἐπάσχομεν πάθος; εἰ μὴ πρὸς τοῦτό τις ἀντείποι ὅτι ἡ ἁφὴ ὅταν αἰσθάνηται τοῦ πλήθους, οὐκ ἄλλο τι πάθος πάσχει, ἀλλ’ ἐπεὶ δι’ ὅλου τὸ σῶμα ἁπτικόν ἐστι, πλείονά ἐστι μόρια τὰ ἀντιλαμβανόμενα τῶν προσπελασάντων, καὶ οὕτως ἡ φαντασία, μᾶλλον δὲ ὁ λόγος συλλογίζεται ὅτι πλείους οἱ ἁψάμενοι. μήποτε δὲ καὶ ἐπὶ τῶν ὄψεων τὸ αὐτὸ συμβαίνει· ἄλλων γὰρ ὄψεων ἄλλως ὁρατῷ προσβαλλουσῶν συμβαίνει τῆς κρινούσης δυνάμεως μεριστῆς οὔσης περὶ τὸ σῶμα καὶ διεσπασμένως ἀντιλαμβανομένης τῶν ὁρατῶν συγχεῖσθαι τὸ φανταστικὸν ἅμα πλείονας τύπους δέξασθαι μὴ δυνάμενον. ὥστε οὐχ ἕτερον ἡ αἴσθησις ὑπομένει πάθος· δεῖ γάρ, εἰ μὴ μέλλοι συγχεῖσθαι ἡ φαντασία, ἓν καὶ συνεχὲς τῆς αἰσθήσεως τὸ πάθος εἰς αὐτὴν παραπέμπεσθαι. // ἔτι δὲ καὶ τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν· ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίνεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ἡ ὄψις, ᾗ μέγεθος τοσόνδε ἔχει ἤγουν ἐν τοσῷδε μεγέθει ἐστίν, ἤπερ ὑπὸ τοῦ ἐν ἐλάττονι μεγέθει ὁμοίως ὄντος λευκοῦ. καίτοι καθὸ λευκὸν ἢ καθὸ θερμὸν γίνεται, 〈τί〉 μᾶλλον δράσει τὸ μέγα τοῦ μικροῦ4 καὶ τὸ πολὺ τοῦ ὀλίγου; ἀλλὰ καὶ πρὸς τοῦτο εἴποι τις ἂν ὅτι ἀθρόαι οὖσαι αἱ δυνάμεις ῥώννυνται μᾶλλον καὶ ἑαυτῶν δυναμικώτεραι γίνονται, ὡς ἐπὶ τῶν βαρῶν ἐστι προφανές· συνιόντα γοῦν τὰ βάρη βαρύτερα γίνεται ἅμα ὄντα ἢ ὅτε ἦν διακεκριμένα. ὅταν οὖν ἐν μείζονι ᾖ ὑποκειμένῳ τὸ χρῶμα, κἂν τὸ αὐτὸ ᾖ τῷ ποιῷ, μᾶλλον δράσοι ῥωννύμενον ὑπὸ τῆς τῶν ὁμοίων συνεχείας.
“因此,就其作为此类对象而言,[感觉]完全不受该可感觉对象的作用。” 他将特有的可感觉对象与共通的以及偶性的可感觉对象区分开来,所凭借的是关于前者不会发生谬误,而关于后者有时会发生谬误。因为在鸽子的颈部以及这类具有多色混合的事物中,其多样性、混合以及这些颜色相对于光线的关系,乃是时而有不同把握以及产生欺骗的原因。然而现在他将偶性的可感觉对象与自身的可感觉对象区分开来。因为他说,感觉受到自身的可感觉对象的作用,却不再受到偶性的可感觉对象的作用。特有的可感觉对象对感觉施加作用是显然的;而共通的可感觉对象也施加作用,从下述内容即可明了。因为锐角图形对视觉的作用方式不同,因为它会使视觉感到痛苦,而钝角图形已经有所不同,光滑且无角的图形则更是如此。并且关于触觉,显然不同的形状也不会产生同样的作用,而是锐角的以一种方式作用,钝角的或无角的则以另一种方式作用。在运动与静止的情形中同样如此;因为听觉在听到运动的声音与静止的声音时,所承受的情状并不相同。同样地,视觉也会因这些而产生某种不同的情状,纵使我们无法用言语表达它们的特质。而且,当可触对象处于运动中时,触觉承受一种情状,而当其处于静止中时承受另一种情状。因为若非如此,当我们站在流动的河流中时,尽管水是单一的连续体,且就其作为水而言对触觉施加同样的作用,我们就不会一同感知到它在运动,而若它停下,感知到它已经停下。由此亦显然,由于这些,感觉中确实产生某种不同的情状,但这并非言语所能言尽的,正如在数的情形中一样。因为我们在听到多数与听到单一声音时承受某种不同的情状;因此我们会被多数的声音所压倒,如果听觉不受多数性的某种作用,这本不会发生。而且在看到两种颜色时,即便它们是相似的,我们的视觉也会被置于不同的状态。如果视觉同时投向两盏灯,这一点就变得很清楚;在把握可见事物时,视觉在那里也会被压倒。然而,如果不仅两盏灯、甚至更多灯的火合而为一,视觉就不再承受这种影响了。此外,如果我们不受多数性某种不同情状的作用,我们又凭何通过触觉或味觉来把握多数性呢?除非有人对此反驳说:当触觉感知到多数性时,它并没有承受某种不同的情状,而是因为身体通体具有触觉能力,把握靠近之物的部位更多,因而表象能力、或者更确切地说是理性推断出触碰的事物更为多数。但是,或许在视线的情形中也发生着同样的事情:因为当不同的视线以不同方式投向可见对象时,由于判定的能力围绕身体是可分的,并且以分散的方式把握可见事物,表象机能无法同时接受更多的印迹,从而导致混淆。因此,并非感觉承受了相异的情状;因为如果表象机能不至于混淆,传送到它那里的感觉的情状就必须是单一且连续的。此外,大小似乎也会对视觉和触觉施加某种作用;因为由于更大的颜色或更大的热,感觉器官(触觉和视觉)被更强烈地凝聚或分散——当它具有如此这般的大小,也就是说在如此这般的大小时——要甚于受到在较小大小中同样呈白色的事物的作用。然而,就其成为白色而言或就其成为温热而言,大的事物为何比小的事物、多的事物为何比少的事物更能施加作用?但对此人们也可以说,各种能力聚集在一起时会更加增强,变得比自身更有力,正如在重量的情形中是显而易见的那样;至少诸重量聚集在一起时,一并在场要比它们分离开时更为沉重。因此,当颜色存在于更大的基底中时,即便它在性质上是相同的,因同类之物的连续性而得到增强,它也会更强烈地施加作用。
- 2.120τῷ περὶ ἐκεῖνα μὲν πλάνην μὴ συμβαίνειν, περὶ ταῦτα δ’ ἐνίοτε συμβαίνειν
由定冠词 τῷ 引导的动词不定式短语,在句中充当前行动词 διέκρινε 的方式、原因或依据与格。ἐκεῖνα 指代上下文中的“特有可感觉对象”,ταῦτα 指代“共通与偶性的可感觉对象”。
- 2.120ἤδη δὲ τὸ ἀμβλυγώνιον, καὶ μᾶλλον τὸ λεῖον καὶ ἀγώνιον
此处省略了前句中的动词 δρᾷ(“施加作用”,源自 τό τε γὰρ ὀξυγώνιον ἄλλως δρᾷ περὶ τὴν ὄψιν)。ἤδη 表明等级或梯度的过渡,意指钝角图形已经有所不同,而光滑无角者则更加明显。
- 2.120εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν ... συνῃσθόμεθα
采用过去时直陈式构成的反事实条件句(条件从句为未完成过去时 εἰ μὴ ἦν,结论从句为带 ἄν 的不定过去时 οὐκ ἂν συνῃσθόμεθα),表达“若非如此,我们便不会感知到……(而实际上我们感知到了)”。
- 2.120〈τί〉 μᾶλλον δράσει τὸ μέγα τοῦ μικροῦ
由编订者补入的疑问代词 〈τί〉(“为何/凭何”)引导的修辞疑问句。配合比较级副词 μᾶλλον 及比较属格 τοῦ μικροῦ,构成反驳性质的疑问:“大的事物凭何比小的事物更能施加作用?”
