- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:314.19-315.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐释了触觉虽涉及多组对立却在其特有对象上不产生欺骗的论点(418a13),继而注解了共通可感觉对象的界定(418a17)以及偶性可感觉对象的例证(418a20)。
" Ἡ δ’ ἁφὴ πλείους μὲν ἔχει διαφοράς. ἀλλ’ ἑκάστη γε κρίνει περὶ τούτων, καὶ οὐκ ἀπατᾶται ὅτι χρῶμα οὐδ’ ὅτι ψόφος,1 ἀλλὰ τί τὸ κεχρωσμένον ἢ ποῦ, ἢ τί τὸ ψοφοῦν ἢ ποῦ. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστου." Οὐχ ὥσπερ ἡ γεῦσις χυμῶν ἀντιληπτική ἐστι μόνων καὶ ἡ ὄψις χρωμάτων καὶ ἡ ὄσφρησις ὀσμῶν καὶ ἡ ἀκοὴ ψόφων, οὕτω καὶ τὰ τῆς ἁφῆς αἰσθητὰ ἑνὶ ἔστιν ὀνόματι περιλαβεῖν. ἑκάστη μὲν γὰρ τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχει ἀντίθεσιν· ὄψις μὲν γὰρ περὶ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξύ, γεῦσις δὲ περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὸ μεταξύ, ὄσφρησις δὲ περὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες, ἀκοὴ δὲ περὶ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον· ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἔχει ἀντιθέσεις μὴ δυναμένας ὑπὸ μίαν κοινὴν ἀντίθεσιν ἀναχθῆναι. καὶ γὰρ λείων καὶ τραχέων ἀντιλαμβάνεται, καὶ σκληρῶν καὶ μαλακῶν, καὶ βαρέων καὶ κούφων, καὶ θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, ἅτινα οὔκ εἰσιν ὑπ’ ἄλληλα. ὅθεν καὶ ἀπορήσει ἐν τοῖς ἑξῆς, μήποτε οὐδὲ ἔστιν αἴσθησις ἡ ἁφή, ἢ εἰ καὶ αἴσθησις, οὐ μία ἐστὶν ἀλλὰ πλείους, εἴ γε αἱ μὲν ἄλλαι μιᾶς ἀντιθέσεως ἀντιλαμβάνονται, αὐτὴ δὲ πλειόνων. ἀλλ’ εἰ καὶ πλείους ἔχει διαφορὰς ἡ ἁφή, ὧν ἐστιν αἰτία ἀντιληπτική, οὐ διὰ τοῦτο ἀλλοιοτέρα· ἡ ταύτης κρίσις τῶν ἄλλων ἐστίν·2 ἀλλ’ ἑκάστη τῶν αἰσθήσεων κρίνει ὁμοίως περὶ τῶν ἰδίων, καὶ οὐκ ἀπατᾶται ἐν αὐτοῖς (τὸ γὰρ ἀλλ’ ἑκάστη γε κρίνει περὶ τούτων περὶ πασῶν εἴρηκε τῶν αἰσθήσεων, οὐ τῆς ἁφῆς μόνης), ἀλλ’ ἔστιν ἀπάτη αὐταῖς περὶ ταῦτα, οἷς τὰ οἰκεῖα αὐτῶν αἰσθητὰ συμβέβηκεν· οὐ γὰρ περὶ τὸ χρῶμα ἡ ἀπάτη, ἀλλὰ περὶ ὃ τὸ χρῶμα, οὐδὲ περὶ τὸν ψόφον, ἀλλὰ περὶ τὸ ψοφοῦν, ἅπερ ἐστὶ κατὰ συμβεβηκὸς αἰσθητά.
“而触觉具有更多的差异;但至少每一种[感觉]都对这些对象作出判定,并且不会在是否有颜色或是否有声音上受欺骗,而是在具有颜色的事物是什么或在何处,或者发声的事物是什么或在何处上[受欺骗]。因此,这类事物被称为每种感觉特有的对象。” 并非正如味觉仅能把握滋味,视觉仅能把握颜色,嗅觉仅能把握气味,听觉仅能把握声音那样,触觉的可感觉对象也能被归入一个单一名称之下。因为其余感觉的每一种都关涉单一的对立:视觉关涉白与黑及其间之物,味觉关涉甜与苦及其间之物,嗅觉关涉芬芳与恶臭,听觉关涉高音与低音;然而触觉却关涉不能被归纳于一个共通对立之下的更多对立。因为事实上它既把握光滑与粗糙,也把握坚硬与柔软、沉重与轻盈、温热与寒冷、干燥与湿润,而这些彼此并不包含。因此他在接下来的部分也将提出疑难:触觉是否根本就不是一种感觉;或者即使是一种感觉,如果其余感觉把握的是单一对立而它本身却把握多种对立,它是否就不是单一的感觉而是多种感觉。但是,纵使触觉具有更多它能够把握的差异,它的判定也并不因此而异于其余感觉;相反,每种感觉对其特有的对象都同样地作出判定,并且在这些对象中不会受欺骗(因为他说“但至少每一种都对这些对象作出判定”是针对所有的感觉说的,而不仅仅针对触觉),发生欺骗反倒是在与其固有可感觉对象相偶联的事物上。因为欺骗并不发生于颜色本身,而是发生于具有颜色的事物上;也不发生于声音本身,而是发生于发声的事物上,而这些正是偶性的可感觉对象。
"Κοινὰ δὲ κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος· τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς ἐστιν ἴδια, ἀλλὰ κοινὰ πάσαις· καὶ γὰρ καὶ ἁφῇ κίνησίς ἐστί τις αἰσθητὴ καὶ ὄψει." Εἰπὼν περὶ τῶν ἰδίων αἰσθητῶν νῦν λέγει περὶ τῶν κοινῶν· κοινὰ δὲ ταῦτά φησιν, ὅτι οὐδεμιᾶς ἰδίως, ἀλλὰ πασῶν κοινά. πασῶν δὲ εἶπεν, οὐχ ὅτι τὰ πέντε ταῖς πέντε εἰσὶν αἰσθητά (οὐ γὰρ ἕκαστον αὐτῶν πάσαις αἰσθητὸν εἶναι δοκεῖ), ἀλλ’ ὅτι τὰ μὲν πάσαις, τὰ δὲ πλείοσιν, ὡς ἤδη εἴπομεν. δύναται γὰρ τὸ μέγεθος κατ’ ἀναλογίαν καὶ ἐπὶ ὀσφρήσεως λαμβάνεσθαι καὶ γεύσεως· εἰσὶ γὰρ καὶ αὗται τοῦ οἰκείου μεγέθους ἀντιληπτικαί, ἡ μὲν τοῦ ἐν ὀσμαῖς, ἡ δὲ τοῦ ἐν χυμοῖς, εἰ καὶ μὴ οἶδεν ἐπὶ τούτων ἡ συνήθεια τὸ τοῦ μεγέθους ὄνομα.
“共通的则是运动、静止、数、形状、大小;因为这类对象不属于任何一种感觉所特有,而是所有感觉共通的;因为事实上通过触觉某种运动是可感觉的,通过视觉亦然。” 在论述了特有的可感觉对象之后,他现在论述共通的可感觉对象;他称这些为共通的,是因为它们不特属于任何一种感觉,而是对所有感觉而言共通的。他说“对所有”,并非因为这五种对象对五种感觉而言都是可感觉的(因为它们之中的每一项似乎并非对所有感觉都是可感觉的),而是因为正如我们此前所说,有些是对所有感觉而言,有些则是对较多感觉而言。因为按类比,“大小”也可以应用于嗅觉和味觉;因为这二者也能把握其特有的大小,一者把握气味中的大小,另一者把握滋味中的大小,纵使习惯用法在这些情形下并不知晓“大小”这一名称。
"Κατὰ συμβεβηκὸς δὲ λέγεται αἰσθητόν, οἷον εἰ τὸ λευκὸν εἴη Διάρης." Εἰπὼν περὶ τῶν ἰδίᾳ αἰσθητῶν, εἰπὼν καὶ περὶ τῶν κοινῶν, νῦν λέγει καὶ περὶ τῶν κατὰ συμβεβηκός· εἰς γὰρ τὰ τρία ταῦτα τῶν αἰσθητῶν τὴν διαίρεσιν ἐποιήσατο. λέγεται δὲ ὁ Διάρης οὗτος φίλος εἶναι τῷ Ἀριστοτέλει· φέρονται γοῦν αὐτοῦ πρὸς αὐτὸν ἐπιστολαί. τὸ οὖν λευκὸν τὸ ἐν τούτῳ καθ’ αὑτὸ μὲν ὁρᾷ ἡ ὄψις, κατὰ συμβεβηκὸς δὲ ὅτι ἔστι Διάρης οἶδεν. τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσι ‘Διάρους υἱός’.
“而偶性地被称为可感觉的,例如当这片白色是狄阿瑞斯时。” 在论述了特有的可感觉对象,并且论述了共通的可感觉对象之后,他现在也论述偶性的可感觉对象;因为他正是将可感觉对象划分为这三类。据说这位狄阿瑞斯是亚里士多德的朋友;至少留存有亚里士多德致他的书信。因此,视觉在自身上看见存在于此人中的白色,但在偶性上知晓这是狄阿瑞斯。然而某些抄本写的是“狄阿瑞斯之子”。
- 2.117οὐκ ἀπατᾶται ὅτι χρῶμα οὐδ’ ὅτι ψόφος
跟在动词 ἀπατᾶται 之后的 ὅτι 从句(ὅτι χρῶμα, ὅτι ψόφος)是省略了系动词 ἐστί 的名词性间接事实从句,意为“[存在]颜色”或“[存在]声音”。它们在语意上与后文的间接疑问从句“τί τὸ κεχρωσμένον ἢ ποῦ”(具有颜色的事物是什么或在何处)构成对照。
- 2.117ἀλλ’ εἰ καὶ πλείους ἔχει διαφορὰς ἡ ἁφή, ὧν ἐστιν αἰτία ἀντιληπτική, οὐ διὰ τοῦτο ἀλλοιοτέρα· ἡ ταύτης κρίσις τῶν ἄλλων ἐστίν·
无论刊本在此处的标点如何(如在 ἀλλοιοτέρα 后的分号/冒号),句子的骨干结构为“οὐ διὰ τοῦτο ἀλλοιοτέρα [ἐστίν] ἡ ταύτης κρίσις τῶν ἄλλων”。其中 ἡ ταύτης κρίσις(触觉的判定)为主语,ἀλλοιοτέρα(更异样的)为谓语形容词,τῶν ἄλλων 作比较属格(比起其余感觉)。此处不拘泥于标点符号的断开,而将其解读为完整的比较句式。
