← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§313.13-314.18

固有可感觉对象的定义与共通感觉中的误谬

菲洛波诺斯阐释亚里士多德对特有可感觉对象的定义(不可被他种感觉感知且不致受欺骗),探讨了将其与共通及偶性可感觉对象区分开的两项标准,并详细列举了关于形状、运动、大小和数等所产生的具体感觉差错。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.116

" Λέγω δ’ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται ἑτέρᾳ αἰσθήσει αἰσθάνεσθαι, καὶ περὶ ὃ μὴ ἐνδέχεται ἀπατηθῆναι." Διακρίνει τὰ ἴδια αἰσθητὰ ἀπὸ τῶν ἄλλων τῷ τε μὴ ἄλλῃ αἰσθήσει αἰσθητὰ εἶναι, ὅπερ οὔτε τὰ κοινὰ οὔτε τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ ἔχουσι· πλείοσι γὰρ μιᾶς ἀντιλαμβανόμεθα ἐκείνων. καὶ περὶ μὲν τῶν κοινῶν αἰσθητῶν δῆλον, περὶ δὲ τῶν κατὰ συμβεβηκὸς ὅτι οὐ μόνον ἑωρακότες τόδε τὸ λευκὸν αἰσθανόμεθα κατὰ συμβεβηκὸς ὅτι Σωκράτης ἐστίν, ἀλλὰ καὶ φωνῆς ἀκούσαντες γνωρίζομεν πάλιν κατὰ συμβεβηκὸς τὴν οὐσίαν, καὶ οὐ μόνον τῇ ὄψει γνωρίζομεν τόδε τὸ ξύλον ἤ τι τῶν δυσωδῶν ἢ εὐωδῶν, ἀλλὰ καὶ τῇ ὀσφρήσει· αἰσθηθέντες γὰρ τοιᾶσδε ὀσμῆς, κἂν μὴ θεασώμεθα, ἴσμεν τὴν οὐσίαν ἐξ ἧς ἡ ὀσμὴ καὶ τὸ χρῶμα. ὁμοίως καὶ τῇ γεύσει κατὰ συμβεβηκὸς γνωρίζομεν τὰς οὐσίας ἢ τῇ ἁφῇ, γεύσει μὲν ὡς τὸ μέλι ἤ τι τοιοῦτον, ἁφῇ δὲ ἄρτον, λίθον, κρέας καὶ τὰ ὅμοια. μία μὲν οὖν διάκρισις τῶν ἰδίᾳ αἰσθητῶν καὶ τῶν κοινῶν καὶ τῶν κατὰ συμβεβηκὸς αὕτη· ἑτέρα δὲ ὅτι περὶ μὲν τὰ ἴδια αἰσθητὰ κατὰ φύσιν ἐχουσῶν τῶν αἰσθήσεων καὶ ἐξ ὧν πεφύκασι τόπων ἀντιλαμβάνεσθαι προσβαλλουσῶν τοῖς αἰσθητοῖς, οὐκ ἀπατῶνται περὶ αὐτά, περὶ μέντοι τὰ κοινῶς αἰσθητὰ καὶ κατὰ συμβεβηκὸς ἀπάτη γίνεται. οὔτε γὰρ νοσοῦσαι οὔτε παρὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις, οὔτε ὁποσουοῦν διαστήματος ὄντων τῶν αἰσθητῶν ἀντιλαμβάνονται οὔτε ὁπουδήποτε κειμένων·1 οὐ γὰρ καὶ τὰ ὄπισθεν ὁρᾷ ἡ ὄψις χρώματα, ἀλλὰ τὰ ἔμπροσθεν (οὕτω γὰρ πέφυκεν) οὐδὲ τὰ ἔμπροσθεν μέν, ἀπὸ τοῦ τυχόντος δὲ διαστήματος· ἀλλὰ ἀληθεύοι ἄν, ὅταν ταῦτά τε αὐτῇ παρῇ καὶ πρὸς τούτοις τὸ φῶς. περὶ δὲ τὰ κοινὰ αἰσθητὰ πλάνη γίνεται, ἔτι τε καὶ περὶ τὰ κατὰ συμβεβηκός. πόρρωθεν γὰρ ἑωρακότες τόδε τὸ λευκὸν ὅτι μὲν λευκόν ἐστιν ἴσμεν, πότερον δὲ λίθος ἐστὶν ἢ ξύλον ἤ τι τοιοῦτον, ἀγνοοῦμεν καὶ πολλάκις πλανώμεθα ἄλλο ἀντ’ ἄλλου νομίζοντες. καὶ φωνῆς μὲν ἀκούσαντες, μὴ ὁρῶντες δὲ τὸ φωνοῦν πλανώμεθα περὶ τὸν τόπον, ὅθεν ἡ φωνή. καὶ ὁ τόπος δὲ τῶν κατὰ συμβεβηκός ἐστιν αἰσθητῶν, ὡς δείξομεν ἐφεξῆς. ἔτι τε καὶ περὶ τὰ σχήματα πλάνη γίνεται· τὰ γοῦν εὐθύγραμμα πόρρωθεν ὁρώμενα περιφερῆ φαίνονται καὶ τὰ γεγωνιωμένα ἀγώνια. ἀλλὰ καὶ τὰ περιφερῆ εὐθύγραμμα δοκεῖ πόρρωθεν προσβάλλοντα κατὰ αὐτὴν τὴν γραμμήν, ὅπερ ἐπὶ τῆς διχοτόμου γίνεται σελήνης·2 τὴν γοῦν διορίζουσαν γραμμὴν τὸ πεφωτισμένον ἀπὸ τοῦ ἀφωτίστου κυκλοτερῆ οὖσαν εὐθεῖαν νομίζομεν. ἀλλὰ καὶ κινούμενόν τι ὁρῶντες ἑστάναι νομίζομεν, ὅταν πόρρωθεν ᾖ, καὶ τὸ ἑστὸς κινεῖσθαι, ὡς ὅταν οἱ πλέοντες τὴν γῆν κινεῖσθαι νομίζουσιν, ἑαυτοὺς δ’ ἑστάναι. ὁμοίως δὲ καὶ τὰ μεγέθη πόρρωθεν φαινόμενα καὶ ἐγγύθεν οὐχ ὁμοίως ἡμῖν προσβάλλουσιν, οὔτε τὰ δι’ ὕδατος καὶ ἀέρος· μείζονα γὰρ τὰ δι’ ὕδατος φαίνονται. ἀλλὰ καὶ περὶ τὸν ἀριθμὸν γίνεται πλάνη· πολλάκις γοῦν πλειόνων ᾀδόντων ἀκούσαντες δι’ ὁμοιότητα μίαν εἶναι τὴν φωνὴν νομίζομεν, καὶ τὰ πόρρωθεν διακεκριμένα ὡς ἡνωμένα πολλάκις ὁρῶμεν.

“而我所谓特有的,是指不可能被另一种感觉所感知,并且关于它不可能受欺骗的对象。” 他把特有的可感觉对象与其余对象区分开来,依据在于它们对于另一种感觉而言是不可感觉的,而这是共通的可感觉对象和偶性的可感觉对象都不具备的性质;因为我们是通过多于一种感觉来把握后者的。就共通的可感觉对象而言这固然是显然的,而就偶性的可感觉对象而言,不仅看见这片白色时我们在偶性上感知到这是苏格拉底,而且听见声音时我们在偶性上再次认识其实体,并且不仅通过视觉我们认识这块木头或某种恶臭或芬芳之物,而且通过嗅觉亦然;因为感知到如此的气味之后,即使未曾亲见,我们也知晓发出该气味和颜色的实体。同样,通过味觉或通过触觉我们在偶性上认识实体,通过味觉如蜂蜜或类似之物,通过触觉如面包、石头、肉和类似之物。因此,特有的可感觉对象与共通的及偶性的对象之间的一个区别便是这个;而另一个区别在于,关于特有的可感觉对象,当感觉处于自然状态且从它们天生适于把握的方位迎向可感觉对象时,关于它们感觉不会受欺骗,然而关于共通的可感觉对象和偶性的可感觉对象则会发生欺骗。因为感觉既不在患病或处于反常状态时把握,也不在可感觉对象处于任意距离或置于任意位置时把握;因为视觉并不看背后的颜色,而是看前方的颜色(因为其天性如此),也并非从任意偶然的距离看前方的颜色;相反,只有当这些条件齐备且除此之外光亮亦具备时,它才会为真。然而关于共通的可感觉对象则会发生差错,此外关于偶性的对象亦然。因为从远处看见这片白色,我们虽知道它是白色的,但究竟是石头还是木头或类似之物,我们却不知晓,并且常常误将一物当作另一物而产生差错。听见声音却不见发声之物时,关于声音所自出的方位我们也会产生差错。而方位也是偶性的可感觉对象之一,正如我们随后将指出的那样。此外,关于形状也会发生差错;至少直线图形从远处看显得圆转,有角的图形显得无角。而圆转的图形若从远处沿着该线本身迎向我们,也会显得笔直,这正是半弦月的情形中所发生的;至少将受光部分与未受光部分区分开的界线虽是圆弧形的,我们却认为它是直线。而且看见运动之物时,若处于远处,我们也会认为它是静止的,反之亦认为静止之物在运动,正如航海者以为陆地在运动而自己处于静止那样。同样,大小从远处显现与从近处显现向我们呈现的方式亦不相同,透过水与透过空气显现亦然;因为透过水所显现之物看起来更大。然而关于数亦会发生差错;至少往往在听见多人齐唱时,因其相似我们以为声音是单一的,而远处的离散之物我们也常常看作连成一体的。

语法注2 条
  1. 2.116οὔτε γὰρ νοσοῦσαι οὔτε παρὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις, οὔτε ὁποσουοῦν διαστήματος ὄντων τῶν αἰσθητῶν ἀντιλαμβάνονται οὔτε ὁπουδήποτε κειμένων

    这是一个通过连续使用 οὔτε... οὔτε 并列分词修饰语与独立属格句的否定句构。主语 αἱ αἰσθήσεις 与动词 ἀντιλαμβάνονται 在否定意义下构成谓语核心,意指感觉在患病或不合自然的状态下不能[准确]把握,在感觉对象处于任意距离或处于任意位置时亦不能把握,从反面论述了感觉不产生欺骗所必需的前提条件。

  2. 2.116ὅπερ ἐπὶ τῆς διχοτόμου γίνεται σελήνης

    中性单数关系代名词 ὅπερ 指代前文所述的整个事实,即弧线形物体从远处沿其线本身被观察时会显得笔直(τὰ περιφερῆ εὐθύγραμμα δοκεῖ...)。接下来的句子(τὴν διορίζουσαν γραμμὴν... εὐθεῖαν νομίζομεν)则对这一现象作了同格性的具体阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:313.13-314.18