← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§311.30-313.12

作为共通对象的数与偶性可感觉对象的区分

菲洛波诺斯论述了数何以是全部感觉共通的对象,并通过区分理智与感觉对数的把握方式来维护其与《物理学》的一致性。随后,他列举并划分了其余共通可感觉对象(运动、静止、形状、体积)与偶性可感觉对象(实体与其他感觉的特有对象),并辨析了各门感觉对象的命名惯例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.115#2

ὁ δὲ ἀριθμὸς κοινόν ἐστιν αἰσθητὸν πασῶν· ὁρῶμεν γὰρ ὅτι πέντε τυχὸν οἱ ἄνθρωποι, ἀλλὰ καὶ ψηλαφῶντες τὸ αὐτὸ τοῦτο ἴσμεν, καὶ ἀκούοντες δὲ ἴσμεν ὅτι πλειόνων ἢ ἐλαττόνων ἢ ἑνός ἐστιν ἡ προσπεσοῦσα φωνή. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις, πῶς οὐχὶ ὁ Ἀριστοτέλης λέγων τὸν ἀριθμὸν κοινὸν αἰσθητὸν εἶναι οὐ μόνον τοῖς ἄλλοις ἐναντιοῦται φιλοσόφοις καὶ αὐτῇ τῇ ἐναργείᾳ τῶν πραγμάτων, ἀλλὰ καὶ ἑαυτῷ·1 ἐν γὰρ τῇ Φυσικῇ εἰπὼν ἀριθμὸν κινήσεως εἶναι τὸν χρόνον τὸ ἀριθμεῖν ἔφησε μόνου εἶναι τοῦ νοῦ· οὐδὲν γάρ, φησίν, ἀριθμεῖν δύναται ἀλλ’ ἢ ἡ ψυχὴ καὶ ψυχῆς ὁ νοῦς. πῶς οὖν ἐκεῖ μὲν τὸν νοῦν μόνον εἶπεν ἀντιλαμβάνεσθαι τοῦ ἀριθμοῦ, ἐνταῦθα δὲ τὴν αἴσθησιν; λέγομεν οὖν ὅτι αὐτοῦ μὲν τοῦ εἴδους τοῦ ἀριθμοῦ ὁ νοῦς ἐστιν ἀντιληπτικός, ἡ μέντοι αἴσθησις οὐχ ὡς τοσοῦδε ἀριθμοῦ ἀντιλαμβάνεται, ἀλλ’ ἁπλῶς ὡς πεπληθυσμένου ἢ μονάδος, καὶ ὡς ἐλάττονος πλήθους ἢ πλείονος· ὁ δὲ νοῦς ἐστιν ὁ διὰ τῆς αἰσθήσεως καὶ τὸ τοῦ ἀριθμοῦ εἶδος ἐπιγινώσκων. ὅτι δὲ καὶ ἡ ἀκοὴ τοῦ ἀριθμοῦ τούτου ἀντιλαμβάνεται, πρόδηλον. ‘ἵππων μέν’, φησίν, ‘ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει’· οἶδε γὰρ ὅτι πλειόνων αἱ προσπεσοῦσαι φωναὶ φθόγγων εἰσὶν ἢ ἑνός. ὅτι δὲ καὶ γεύσει καὶ ὀσφρήσει αἰσθητός ἐστιν ἀριθμός, δῆλον· αἰσθάνεται γὰρ καὶ ἡ ὄσφρησις διαφόρων ὀσμῶν, ὡς ὅταν δυσώδης καὶ εὐώδης ἀτμὸς ὁμοῦ προσπέσῃ ἤγουν καὶ διάφοροι κατ’ εἶδος, ἢ εὐώδεις ἢ δυσώδεις. ὁμοίως καὶ ἡ γεῦσις· εἰ κεραννύει γοῦν ἀψίνθιον μέλιτι, συναισθάνεται ἀμφοτέρων. καὶ ἡ κίνησις δὲ καὶ ἡ στάσις κοινά εἰσιν αἰσθητὰ πασῶν τῶν αἰσθήσεων πλὴν τῆς γεύσεως. ὅτι μὲν γὰρ ἡ ὄψις αἰσθάνεται τοῦ τρέχοντος καὶ ἱσταμένου, πρόδηλον. ἀλλὰ καὶ ἀκοή· εἰ μὲν γὰρ ἀπὸ τοῦ αὐτοῦ τόπου προσβάλλοι ἡμῖν ὁ ψόφος, αἰσθάνεται ὅτι ἕστηκε τὸ ψοφοῦν, εἰ δὲ μὴ ἀπὸ τοῦ αὐτοῦ, ἀλλὰ ἄλλοτε ἐξ ἄλλου, ὅτι κινεῖται· καὶ ἐπὶ τῶν ἀτμῶν ὡσαύτως. καὶ ἡ ἁφὴ δὲ πρόδηλον ὡς αἰσθάνεται τοῦ κινουμένου τε καὶ ἱσταμένου· αἰσθάνεται γοῦν τὸ σῶμα ἐν ὕδατι ὂν ἢ ἱσταμένου αὐτοῦ ἢ παραρρέοντος. μήποτε δὲ καὶ ἡ γεῦσις, εἰ τὸ γευστὸν παρατρέχοι τὸ αἰσθητήριον, αἰσθάνεται τῆς κινήσεως ἢ τῆς στάσεως. εἰ γοῦν τις ῥάβδον χρίσοι μέλιτι, εἶτα διὰ τοῦ στόματος παραφέροι, ἀντιλήψεται τοῦ χυμοῦ μὴ ἑστῶτος· πλὴν εἰ τὴν ἁφὴν τῆς τοιαύτης αἰτιάσαιτό τις, οὐ τὴν γεῦσιν, οὐ διαφερόμεθα.2 ἔστιν οὖν ἀριθμὸς μὲν πάσαις αἰσθητός, στάσις δὲ καὶ κίνησις ἄνευ γεύσεως ταῖς λοιπαῖς. σχῆμα δὲ καὶ μέγεθος ταῖς † τρισίν, ὄψει, ἀκοῇ, ὀσφρήσει.3 κατὰ συμβεβηκὸς δέ εἰσιν αἰσθηταὶ αἱ οὐσίαι· καθ’ αὑτὸ μὲν γὰρ ἀντιλαμβάνεται ἡ ὄψις τοῦ χρώματος ἢ τοῦ σχήματος, κατὰ συμβεβηκὸς δ’ ὅτι τοῦτο Σωκράτης· ὁ γὰρ νοῦς ἐστιν τῶν οὐσιῶν ἀντιληπτικός. καὶ τὰ ἑκάστης δ’ ἴδια αἰσθητὰ ταῖς λοιπαῖς κατὰ συμβεβηκός εἰσιν αἰσθητά. ἑωρακότες γάρ τι ξανθὸν οἷον στύρακά φαμεν ὅτι εὐῶδές τι εἶδον· κατὰ συμβεβηκὸς γὰρ τὸ εὐῶδες ἰδεῖν λέγω. καὶ ὀσφρανθεὶς στύρακός φημι ὅτι ξανθοῦ ὠσφράνθην, καὶ ἠχήσαντος ἀργύρου φημὶ ἀργύρου ἀκηκοέναι ἢ λευκοῦ ἀκηκοέναι, ὁμοίως εἰ ξύλον εἴη τὸ ψοφοῦν, καὶ ἐπὶ πάντων ὡσαύτως· καὶ γὰρ μέλιτός τις γευσάμενος ἐρεῖ τοῦ ξανθοῦ γεγεῦσθαι. ταῦτα οὖν πάντα κατὰ συμβεβηκός εἰσιν αἰσθητά, αἵ τε οὐσίαι καὶ τὰ ἑκάστης αἰσθητὰ ταῖς ἄλλαις. ποῖα μὲν οὖν τὰ ἴδια αἰσθητὰ καὶ ποῖα τὰ κοινὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκός, εἴρηται· τίς δὲ ἡ διάκρισις αὐτῶν ἀπ’ ἀλλήλων καὶ ποῖα τὰ χαρακτηριστικὰ ἑκάστου, εἰσόμεθα τὸ ῥητὸν ἐπιόντες. ἰστέον δὲ ὅτι τὰ μὲν τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ γεύσει ὑποκείμενα αἰσθητὰ ὠνόμασται κοινοῖς ὑπὸ τῆς συνηθείας ὀνόμασι, τὰ μὲν τῆς ὄψεως χρώματα, τὰ δὲ τῆς ἀκοῆς ψόφοι, τὰ δὲ τῆς γεύσεως χυμοί· τὰ μέντοι τῇ ἁφῇ καὶ τῇ ὀσφρήσει ὑποκείμενα οὐκέτι κοινοῖς ὠνόμασται ὀνόμασιν· τὸ γὰρ ἁπτὰ ἢ ὀσφραντὰ λέγειν οὐκ αὐτῶν ἐστιν ὀνομασία, ἀλλὰ τῆς σχέσεως αὐτῶν τῆς πρὸς τὴν αἴσθησιν, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν τὸ ὁρατὰ λέγειν ἢ ἀκουστὰ ἢ γευστά. ἀλλ’ οὐδὲ τῷ τῶν ἀτμῶν ὀνόματι κυρίως ἐχρησάμεθα ἐπὶ τῆς ὀσφρήσεως· ἀτμοὶ γὰρ καὶ οἱ ἐξ ὕδατος ἀνιόντες, ἀλλ’ οὐκ ὀσφραντοί. τῇ μὲν ὀσφρήσει μία τις ἀντίθεσις ἀντίκειται ἡ κατὰ τὸ εὐῶδες καὶ δυσῶδες, ἥτις, ὡς εἶπον, κοινὸν ὄνομα κείμενον οὐκ ἔχει· ὁμοίως οὐδὲ αἱ τῇ ἁφῇ ὑποκείμεναι πλείους οὖσαι ἀντιθέσεις, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, σκληρὸν μαλακόν, καὶ αἱ λοιπαί.

另一方面,数是所有感觉共通的可感觉对象;因为比如我们看见人是五个,而且通过摸索我们也知道这同一件事,并且通过听我们也知道迎面而来的声音是属于较多、较少还是一个的。但在这些事情中有人可能会提出疑难:亚里士多德说数是共通的可感觉对象,岂非不仅与其余哲学家以及事物本身的显明事实相反,而且也与他自己相反吗?因为在《物理学》中他说时间是运动的数之后,曾宣称计数只属于理智;因为他说,“除了灵魂、以及灵魂的理智之外,没有任何东西能够计数”。那么,为什么他在那里说唯独理智把握数,而在这里却说感觉把握呢?对此我们回答说,理智是对数的种形式本身的把握者,然而感觉把握数却并非作为如此多的数,而是仅仅作为复多或单子,以及作为较少的复多或较多的复多;而正是理智通过感觉进而认识了数的种形式。至于听觉也能把握这个数,乃是显而易见的。“骏马的蹄声在我双耳周围轰响”,他说;因为听觉知道迎面而来的声音是属于多个音调而非单一音调的。而数对于味觉和嗅觉而言同样是可感觉的,也是显然的;因为嗅觉也感知到相异的气味,例如当恶臭的蒸气和芬芳的蒸气同时迎面而来时,或者依种相异的芬芳蒸气或恶臭蒸气迎面而来时。味觉同样也是如此;至少如果有人将苦艾与蜂蜜混合,它能同时感知到两者。而且运动和静止是除味觉之外所有感觉共通的可感觉对象。因为视觉感知到奔跑之物和静止之物,是显而易见的。但听觉也是如此;因为如果声音从同一地点向我们袭来,它便感知到发声之物是静止的,但如果不是从同一地点,而是不同时间来自不同地点,则感知到它在运动;在蒸气的情形中同样如此。触觉感知到运动之物与静止之物同样显而易见;至少身体在水中时,会感知到水是静止的还是流经身体的。或许味觉若有可尝之物掠过感觉器官,也能感知到运动或静止。至少若有人用蜂蜜涂抹木棍,随后将其穿过口腔,他会把握到滋味并非静止的;不过,若有人将此种情况归咎于触觉而非味觉,我们并不持异议。因此,数是所有感觉所能感觉的,静止和运动则是除味觉之外其余感觉所能感觉的。形状和体积则属于这†三门感觉:视觉、听觉、嗅觉。而实体是偶性上可感觉的;因为视觉自身把握颜色或形状,但把握这是苏格拉底则是偶性上的;因为理智才是实体的把握者。而各个感觉特有的可感觉对象对于其余感觉而言也是偶性上可感觉的。因为看到黄色之物如苏合香,我们说“我看到了一件芬芳之物”;因为我说看见芬芳之物是偶性上的。而闻到苏合香时我说“我闻到了黄色之物”,白银发声时我说听到了白银或听到了白色之物,若发声之物是木头同样如此,在所有情形中亦皆同此理;因为尝过蜂蜜的人也会说尝到了黄色之物。因此,所有这些东西都是偶性上可感觉的:实体,以及各个感觉的可感觉对象之于其他感觉。那么,哪些是特有的可感觉对象,哪些是共通的,哪些是偶性的,已经讲过了;至于它们彼此之间有何区别,以及每一类的特征是什么,我们将在研读本文时得知。但必须明白,视觉、听觉和味觉之下的可感觉对象已经通过习惯以共通的名称命名,视觉的被称为颜色,听觉的被称为声音,味觉的被称为滋味;然而触觉和嗅觉之下的对象则不再以共通的名称命名;因为说“可触之物”或“可嗅之物”并不是它们本身的名称,而是它们相对于感觉之关系的名称,正如在其余感觉的情形中说“可见之物”、“可听之物”或“可尝之物”一样。但关于嗅觉,我们甚至连“蒸气”这个名称也不是在严格本义上使用的;因为从水中升起的也是蒸气,却不是可嗅的。嗅觉所面对的只有一种依照芬芳与恶臭的对立,正如我所说的,它并没有确立的共通名称;同样,触觉之下存在的多种对立,即热冷、干湿、硬软等等,也没有[确立的共通名称]。

语法注3 条
  1. 2.115πῶς οὐχὶ ὁ Ἀριστοτέλης λέγων τὸν ἀριθμὸν κοινὸν αἰσθητὸν εἶναι οὐ μόνον τοῖς ἄλλοις ἐναντιοῦται φιλοσόφοις καὶ αὐτῇ τῇ ἐναργείᾳ τῶν πραγμάτων, ἀλλὰ καὶ ἑαυτῷ

    由否定疑问 πῶς οὐχί 与 οὐ μόνον... ἀλλὰ καί(“不仅……而且……”)结合而成的修辞反问句,用于引出强烈的疑难:“亚里士多德难道不是……不仅与……相反,而且与自身相反吗?”主要动词 ἐναντιοῦται 支配与格补足语(τοῖς ἄλλοις φιλοσόφοις、τῇ ἐναργείᾳ、ἑαυτῷ)。

  2. 2.115πλὴν εἰ τὴν ἁφὴν τῆς τοιαύτης αἰτιάσαιτό τις, οὐ τὴν γεῦσιν, οὐ διαφερόμεθα

    转折词 πλήν(“不过”、“但”)后接由 εἰ 引导的条件分句(主句为 οὐ διαφερόμεθα)。动词 αἰτιάομαι(“归咎于、归因于”)采取支配宾格(τὴν ἁφήν)与属格(τῆς τοιαύτης[省略了 αἰσθήσεως 等])的双重结构,意为“若有人把这种感知的原因归于触觉而非味觉”。

  3. 2.115ταῖς † τρισίν, ὄψει, ἀκοῇ, ὀσφρήσει

    底本中带有标记符(crux)之处。由于前文明确论述形状与体积是触觉与视觉(ὄψεως καὶ ἁφῆς)的共通对象,此处作“三门:视觉、听觉、嗅觉”与上下文明显矛盾,表明写本传承中存在讹误。句法上,ὄψει、ἀκοῇ、ὀσφρήσει 作为同位语依附于 ταῖς τρισίν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:311.30-313.12