← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§310.8-311.30

可感觉对象的三分法与共通可感觉对象

菲洛波诺斯解释了亚里士多德何以从普遍的感觉过渡到对各个个别感觉及其对象的论述,引介了可感觉对象的三分法(特有、共通与偶性),并深入分析了共通可感觉对象(特别是体积与形状)的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.115#1

" Λεκτέον δὲ καθ’ ἑκάστην αἴσθησιν περὶ τῶν αἰσθητῶν πρῶτον." Τὸν κοινὸν περὶ αἰσθήσεως λόγον ἀποδοὺς καὶ ὁρισάμενος τὴν αἰσθητικὴν δύναμιν ὅτι ἔστι δυνάμει ὅπερ τὸ αἰσθητόν, καὶ εἰπὼν 〈ὅτι〉 μὴ πάσχουσα μὲν ὑπὸ τοῦ αἰσθητοῦ ἀνομοία ἐστί, παθοῦσα δὲ ὑπ’ αὐτῶν ὁμοία αὐτοῖς γίνεται, μετέρχεται εἰς τὸν περὶ ἑκάστης ἰδίᾳ αἰσθήσεως λόγον, διότι, καθὼς ἤδη εἶπεν, ἐν οἷς τὸ κοινῶς κατηγορούμενον μὴ ἔστι γένος ἀλλ’ ὁμώνυμος φωνή, οὐκ αὐτάρκης ὁ κοινὸς λόγος τὴν φύσιν τοῦ πράγματος ἡμῖν γνωρίσαι, ἀλλὰ δεῖ τὸν περὶ ἑκάστου σημαινομένου ὑπὸ τῆς ὁμωνύμου φωνῆς ἰδίᾳ λόγον ποιήσασθαι, ὁπότε οὐδὲ ὁ περὶ τῶν γενῶν λόγος αὐτάρκης εἰς τὸ γνωρίσαι τὰ εἴδη τὰ καθ’ ἕκαστον.1 μέλλων δὲ τὸν περὶ ἑκάστης αἰσθήσεως ἀποδοῦναι λόγον πρότερον περὶ τῶν ἑκάστῃ αἰσθήσει αἰσθητῶν διαλαμβάνει διὰ τὸν πολλάκις εἰρημένον λόγον, εἶτα περὶ τῶν ἐνεργειῶν αὐτῶν καὶ οὕτως περὶ τῶν δυνάμεων. ζητήσειε δ’ ἄν τις, διὰ τί μὴ πρὸ τοῦ κοινοῦ λόγου τῆς αἰσθήσεως διέλαβε περὶ τοῦ ἁπλῶς αἰσθητοῦ. λέγω οὖν ὅτι συμπεριέλαβε καὶ τὸν περὶ τούτου λόγον ἐν τῷ περὶ τῆς αἰσθήσεως κοινῷ λόγῳ, ἔνθα ἔλεγε τῶν στοιχείων εἶναι τὴν αἴσθησιν καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις, καὶ πάλιν εἰπὼν ὅτι ὅπερ τὸ αἰσθητὸν ἐνεργείᾳ, τοῦτο δυνάμει ἡ αἴσθησις, καὶ ὅτι τοῦ μὲν αἰσθητικοῦ τὰ ποιητικὰ ἔξωθεν 〈καὶ〉 καθ’ ἕκαστα, τοῦ δὲ νοητικοῦ ἐν αὐτῷ καὶ καθόλου. διὰ τούτων οὖν πάντων τί ποτέ ἐστι τὸ ἁπλῶς αἰσθητὸν ἐσήμανεν, ὅτι τὰ συμβεβηκότα τοῖς στοιχείοις, ὅτι τὰ μερικά, ὅτι ταῦτα οἷς ἡ αἴσθησις κατ’ ἐνέργειαν ὑπ’ αὐτῶν πάσχουσα ὁμοιοῦται πρότερον δυνάμει οὖσα ὁμοία αὐτοῖς. καὶ ἐνταῦθα δὲ μέλλων περὶ τῶν ἰδίως ἑκάστῃ αἰσθήσει αἰσθητῶν διαλεχθῆναι, πρότερον διαίρεσίν τινα παραδίδωσι καθόλου τῶν αἰσθητῶν πάντων, ποσαχῶς λέγεται, ἵνα τὰ κυρίως αἰσθητὰ ἀπὸ τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν, ἅπερ οὐδὲ αἰσθητά ἐστι, τῷ οἰκείῳ λόγῳ χωρίσας περὶ τούτων τὸν λόγον ποιήσηται, καὶ μὴ παραπίπτοντα κἀκεῖνα ταράσσῃ τὴν διδασκαλίαν. τριχῶς οὖν, φησί, λέγεται τὰ αἰσθητά. τῶν γὰρ αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός· καὶ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ μὲν κοινά ἐστι τῶν αἰσθήσεων, τὰ δὲ ἴδια ἑκάστης. ἴδια μὲν οὖν ἑκάστης αἰσθήσεώς εἰσιν αἰσθητὰ τὰ αὐτῇ μόνῃ ὑποπίπτοντα, οἷον ὄψει μὲν χρώματα, ἀκοῇ δὲ ψόφοι, ὀσφρήσει δὲ ἀτμοί, γεύσει δὲ χυμοί, τῇ ἁφῇ δὲ θερμότης, ὑγρότης, ψυχρότης, ξηρότης, ἀντιτυπία, βάρος καὶ τὰ ὅμοια. ἴδια δὲ ταῦτα λέγονται αἰσθητά, διότι οὐχ ὑποπίπτουσιν ἄλλῃ αἰσθήσει· οὔτε γὰρ ἡ ὄψις ἀτμῶν ἢ χυμῶν ἢ ἁπτῶν ἀντιλαμβάνεται οὔτε τῶν ἄλλων οὐδεμία αἰσθήσεων τῶν ἄλλῃ αἰσθήσει ἀντιληπτῶν ἀντιλαμβάνεται. ταῦτα μὲν οὖν ἴδια αἰσθητά· κοινὰ δὲ αἰσθητά φησιν εἶναι πέντε τινά, κίνησιν, ἠρεμίαν, ἀριθμόν, σχῆμα, μέγεθος. κοινὰ δέ φησιν εἶναι ταῦτα πασῶν, οὐχ ὅτι ἓν ἕκαστον αὐτῶν πάσαις ταῖς αἰσθήσεσιν ὑποπίπτει, ἀλλ’ ὅτι ἕκαστον πλείοσι καὶ οὐ μιᾷ, τινὰ δὲ καὶ πάσαις ἅμα. τὸ μὲν γὰρ μέγεθος κοινόν ἐστιν αἰσθητὸν ὄψεως καὶ ἁφῆς· ὁρῶμεν γὰρ ὅτι μέγας ἐστὶν ὁ ἄνθρωπος ἢ μέγα τὸ ὄρος, καὶ ἁπτόμενοι δὲ αἰσθανόμεθα ὅτι μέγας ἢ μικρὸς ὁ προσπεσὼν ὄγκος καὶ τὸ διάστημα. ἤδη δὲ καὶ ψόφου λέγομεν ᾐσθῆσθαι μεγάλου ἢ μικροῦ, ἀλλ’ ἐνταῦθα κατὰ ἀναλογίαν τὸ μέγεθος εἴληπται, οὐ κυρίως. μέγεθος γὰρ νῦν λέγομεν τὸ συνεχὲς τῶν κοινῶν εἶναι αἰσθητῶν· ὁ μέντοι μέγας ψόφος ποιότητός ἐστιν ἐπιτεταμένης καὶ ἀνειμένης δηλωτικός, διὸ τὸ ἀμυδρὸν ἢ σφοδρὸν κυριώτερον ἐπὶ τῶν ψόφων ἁρμόζει λέγειν. τὸ δὲ σχῆμα κοινόν ἐστι καὶ αὐτὸ αἰσθητὸν ἁφῆς καὶ ὄψεως. σχῆμα δὲ λέγω, οὐχ ὅτι τόδε τρίγωνον ἢ κύκλος (τοῦτο γὰρ λόγου ἐστὶ τὸ εἰπεῖν ὅτι σχῆμά ἐστιν ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἢ ὑπὸ τριῶν ἢ ὁσωνδήποτε) ἀλλ’ ὅτι ἁπλῶς περιγέγραπται, πᾶσα δὲ περιγραφὴ κατά τι τῶν σχημάτων γίνεται. καὶ τὰ ἄλογα γοῦν ὅταν ἐπὶ μικρὸν ὕψος καὶ ἐπανάστημα γῆς ἐμπέσωσιν, ἐπιβαίνουσι διελθεῖν, ἅτε δὴ ἐπιστάμενα ὡς περιγέγραπται τὸ μέγεθος, καὶ οἷά τέ ἐστιν διελθεῖν·2 εἰς δὲ ὑψηλὸν πάνυ καὶ ἀπόκρημνον χωρίον ἐμπεσόντα οὐδὲ ἐπιχειρεῖ παρελθεῖν συναισθανόμενα καὶ τοῦ μεγέθους καὶ τοῦ σχήματος· ὥστε καὶ αὐτοῦ τοῦ εἴδους τοῦ σχήματος ἀμυδρά τις αὐτοῖς γίνεται συναίσθησις· φεύγει γοῦν τὰς τοιάσδε τῶν ὁδῶν τὰς εἰς ὀξὺ ἢ κοῖλον ἐσχηματισμένας,3 αἱρεῖται δὲ τὴν λείαν καὶ ἐπ’ εὐθείας.

“但是,依每一种感觉,首先必须论述可感觉对象。” 在给出了关于感觉的普遍论述,并将感觉能力定义为在潜能上就是可感觉对象所是的那样,且说明了在未受可感觉对象作用时是不相似的、但在受它们作用之后便变得与它们相似之后,他进而转向关于各个个别感觉的论述;因为正如他已经说过的,在那些普遍述说的东西不是一个属而是一个同名异义词的场合,普遍论述并不足以让我们认识事物的本性,而是必须对同名异义词所指示的每一个事物作出个别的论述,鉴于甚至关于属的论述也不足以让人认识各个具体的种。而在打算给出关于每一种感觉的论述时,出于屡次述及的理由,他首先探讨各个感觉的可感觉对象,然后探讨它们自身的现实活动,从而再探讨诸能力。但有人可能会探究,为什么在感觉的普遍论述之前,他没有探讨绝对意义上的可感觉对象。对此我说,在关于感觉的普遍论述中他也已经包揽了关于这方面的论述:在那里他说感觉是关于元素自身或属于它们的偶性的,并且他又说可感觉对象在现实活动中是什么,感觉在潜能上也就是什么,以及感觉能力的致动原因是来自外部且关于个别事物的,而理智能力的致动原因则在自身之内且关于普遍者。因此,通过所有这些,他已经指明了绝对意义上的可感觉对象究竟是什么:它是元素的偶性,是个别事物,是那些依现实活动的感觉在受到它们作用时所同化的对象(尽管在此之前感觉只是在潜能上与它们相似)。在这里,既然他将要讨论专属于每一种感觉的可感觉对象,他便首先提出关于全部可感觉对象的一个普遍划分,即它以多少种方式被述说;以便通过本己的论述将本义的可感觉对象与偶性的可感觉对象(后者甚至根本不是可感觉对象)区分开来之后,对前者展开论述,免得那些〔偶性对象〕也横生旁枝而扰乱教学。因此他说,可感觉对象以三种方式被述说。因为在可感觉对象中,有些是自身的可感觉对象,有些是偶性的;而在自身的可感觉对象中,有些是诸感觉所共通的,有些则是各个感觉所特有的。每一个感觉所特有的可感觉对象,就是仅仅归属于它自身的对象,例如对视觉而言是颜色,对听觉而言是声音,对嗅觉而言是气味,对味觉而言是滋味,对触觉而言是热、湿、冷、燥、抵抗、重以及诸如此类的事物。这些被称为特有的可感觉对象,是因为它们并不归属于另一门感觉;因为视觉既不把握气味或滋味,也不把握可触之物,其他任何感觉也不把握由另一门感觉所把握的对象。这些便是特有的可感觉对象;而他指出共通的可感觉对象有五种:运动、静止、数、形状、体积。他说这些是全部感觉共通的,并不是说它们中的每一项都归属于所有的感觉,而是说每一项都归属于多种感觉而非仅一种感觉,有的甚至同时归属于所有的感觉。因为体积是视觉和触觉共通的可感觉对象;因为我们看见人是大的或山是大的,并且通过接触我们也感知到迎面而来的块体和距离是大还是小。而且我们已经习惯于说感知到了大或小的声音,但在此处体积是按比喻被采用的,而非本义。因为我们现在所谓的体积,乃是共通可感觉对象中的连续量;然而巨大的声音所表明的乃是增强或减弱的性质,因此对于声音而言,说微弱或强烈是更为恰当的本义说法。形状本身同样也是触觉和视觉共通的可感觉对象。我所谓的形状,并不是指这是三角形或圆形(因为说它是被一条线、三条线或无论多少条线所包围的形状,乃是属于理性的事),而是仅仅指它是被界定出轮廓的,并且任何轮廓的界定都是依某种形状而生成的。无理性的动物至少在碰到地面的一点微小高度和突起时,便会登上去走过,因为它们知道体积已被界定出轮廓,并且自身能够跨过去;但当它们碰到非常高且陡峭的地方时,它们由于同时感知到体积和形状,甚至根本不会尝试走过去;以至于甚至对于形状本身的形式,在它们那里也产生了一种模糊的同时感知;它们至少会避开那些被形塑为尖锐或凹陷的道路,而选择平坦且笔直的道路。

语法注3 条
  1. 2.115ὁπότε οὐδὲ ὁ περὶ τῶν γενῶν λόγος αὐτάρκης εἰς τὸ γνωρίσαι τὰ εἴδη τὰ καθ’ ἕκαστον

    连词 ὁπότε 引导原因从句(“鉴于”、“既然”),与 οὐδέ(“甚至不”)连用以强化举轻明重(a fortiori)的论证。名词短语 ὁ περὶ τῶν γενῶν λόγος(“关于属的论述”)作主语,表语形容词 αὐτάρκης 与表目的的介词短语 εἰς τὸ γνωρίσαι(“足以让人认识”)搭配。

  2. 2.115ἅτε δὴ ἐπιστάμενα ὡς περιγέγραπται τὸ μέγεθος, καὶ οἷά τέ ἐστιν διελθεῖν

    小词组合 ἅτε δή 与分词 ἐπιστάμενα(中性复数主格,与前面的 τὰ ἄλογα 一致)搭配,表达客观明确的原因(“鉴于它们知晓”)。连接词 ὡς 引导宾语从句,由 καί 连接两个并列从属分句:περιγέγραπται τὸ μέγεθος 与 οἷά τέ ἐστιν διελθεῖν(“它们能够跨越”)。

  3. 2.115τὰς τοιάσδε τῶν ὁδῶν τὰς εἰς ὀξὺ ἢ κοῖλον ἐσχηματισμένας

    动词 φεύγει 的宾语结构。带冠词的指示形容词 τὰς τοιάσδε 支配部分属格 τῶν ὁδῶν,其后接处于第二位置的定语从属分词短语 τὰς εἰς ὀξὺ ἢ κοῖλον ἐσχηματισμένας,进一步限定“诸道路中被形塑为尖角或凹陷的那些”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:310.8-311.30