← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§308.29-310.7

感觉中承受的含义与非质料形式的接纳

斐洛庞诺斯解释了亚里士多德为何在感知上使用并不严格的“承受”与“质变”术语,并借助蜡块与印章戒指的比喻,论述了感觉能力以认知且非质料的方式接纳可感觉形式,并通过这种承受作用同化于可感觉对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.112

" Ἐπεὶ δὲ ἀνώνυμος αὐτῶν ἡ διαφορά, διώρισται δὲ περὶ αὐτῶν ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν." Ἐπειδὴ χρῆται τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ἐπὶ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, εἶπεν δ’ ὅτι οὔτε πάσχειν οὔτε ἀλλοιοῦσθαί ἐστι τὸ αἰσθάνεσθαι, τὴν αἰτίαν τοῦ χρῆσθαι τοῖς ὀνόμασι τούτοις ἐπὶ τοῦ αἰσθάνεσθαι λέγων,1 ἐπειδὴ γάρ, φησίν, ἀνώνυμός ἐστιν ἡ διαφορὰ τῶν δυνάμεων τούτων (οὐ γὰρ ἔχομεν ἰδίοις ὀνόμασι διακεκριμένην ἑκατέραν τῶν δυνάμεων) ἐμάθομεν δὲ λόγῳ, τίς ἡ διαφορὰ τῶν δυνάμεων τούτων, ἀνάγκη ἡμᾶς χρῆσθαι ἐπ’ αὐτοῖς τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν, ἐπειδή, ὡς εἶπον, ὀνόματα αὐταῖς ἐν τῇ συνηθείᾳ οὐ κεῖται.

“但是,由于它们的差异没有专门名称,而关于它们是不同的以及如何不同已经作出了界定,因此有必要将‘承受’与‘质变’作为本名来使用。” 由于他在依现实活动的感觉上使用了“承受”与“质变”,却又说过感知既非承受亦非质变,因此他陈述了在感知上使用这些名称的原因。他说,因为这些潜能的差异没有专门名称(因为我们并没有用专名把这两种潜能中的每一种区分开来),但我们通过论证获知了这些潜能的差异究竟为何,所以我们必须在它们身上把“承受”与“质变”当作本名来使用,因为正如我所说,在日常用法中并未给它们确立专门名称。

§2.113

"Τὸ δ’ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ, καθάπερ εἴρηται." Ἐπειδὴ μέλλει λέγειν ὅτι πάσχει τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ, εὐλόγως τοῦτο προείληφε τὸ δυνάμει εἶναι τὸ αἰσθητικὸν οἷον τὸ αἰσθητόν ἐστιν ἐντελεχείᾳ. ἤδη δὲ τοῦτο προείρηκε καὶ ὅτε ἐζήτει, εἰ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ τοῦ ἀνομοίου. δυνάμει δέ ἐστι τὸ αἰσθητικὸν οἷον τὸ αἰσθητὸν κατὰ τὴν δευτέραν δύναμιν. οὐ γὰρ παθόν τι οὐδὲ ἀπ’ ἐναντίας ἕξεως μεταβάλλον ὁμοιοῦται αὐτῷ, ἀλλὰ τὸ εἶδος αὐτοῦ δεξάμενον, οὐχ ὡς ὕλη αὐτοῦ γινόμενον· οὐδὲ γὰρ λευκὴ γίνεται ἡ αἴσθησις δεξαμένη τὸ εἶδος τοῦ αἰσθητοῦ (διὸ οὐδὲ πάσχειν οὐδὲ ἀλλοιοῦσθαι κυρίως λέγεται), ἀλλὰ τὸν λόγον τοῦ εἴδους γνωστικῶς ἐν ἑαυτῇ δεχομένη. ὥσπερ γὰρ τὸν κηρόν φαμεν δυνάμει εἶναι ὅπερ τὸν δακτύλιον,2 διότι παθὼν ὑπ’ αὐτοῦ γίνεται ὅπερ ἐστὶν ἐκεῖνος ἐνεργείᾳ, οὐ τὴν ὕλην αὐτοῦ δεξάμενος, ἀλλὰ μόνον τὸ εἶδος, οὕτω καὶ ἡ αἴσθησις παθοῦσα ὑπὸ τῶν αἰσθητῶν τὰ εἴδη αὐτῶν ἀσωμάτως ἀναμάττεται. διαφέρει δέ, ὅτι ὁ μὲν κηρὸς αὐτὸς ὕλη γίνεται τοῦ εἴδους τοῦ ἐν τῷ δακτυλίῳ, ἡ δ’ αἴσθησις οὐχ ὕλη γίνεται τοῦ αἰσθητοῦ, ἀλλὰ γνωστικῶς τὴν ἰδέαν αὐτοῦ ἐκμάττεται· ἔχει δέ τι πλέον ἡ αἴσθησις παρὰ τὸν κηρόν· ὁ μὲν κηρὸς γὰρ εἰ καὶ ὕλη γίνεται τοῦ εἴδους τοῦ ἐν τῷ δακτυλίῳ, ἀλλὰ οὐ δι’ ὅλου αὐτοῦ δέχεται τὸ εἶδος, ἀλλ’ ἐπιπολῆς, ἡ μέντοι αἰσθητικὴ δύναμις ὅλη δι’ ὅλης ζωτικῶς τὰς τῶν αἰσθητῶν ἀπομάττεται ἰδέας.

“而正如已经说过的,感觉能力在潜能上就是可感觉对象现已在现实态中所是的那样。” 由于他将要说明感觉能力受到可感觉对象的承受作用,因此他合乎情理地预先假定了这一点:感觉能力在潜能上就是可感觉对象在现实态中所是的那样。并且在先前探讨相似者是受相似者承受还是受不相似者承受时,他已经预先说过这一点了。感觉能力依照第二种潜能,在潜能上就是可感觉对象所是的那样。因为感知者与它同化,既不是通过有所承受,也不是通过从相反的习性转变而来,而是通过接纳它的形式,并不是成为它的质料;因为感觉在接纳了可感觉对象的形式后并不变成白的(因此它既不在本义上被称为承受,也不被称为质变),而是在自身之中以认知的方式接纳形式的理式。因为正如我们说蜡在潜能上就是印章戒指所是的那样,因为在受到它的作用后,蜡便成为那枚戒指在现实活动中所是的那样,不是接纳它的质料,而仅仅是接纳形式,感觉在受到可感觉对象的作用后也是如此,以非身体的方式将它们的形式模印下来。但不同之处在于,蜡本身成为了印章戒指中形式的质料,而感觉并不成为可感觉对象的质料,而是在认知上将它的意象模刻下来;并且感觉相比于蜡还有某种更进一步的优越之处:因为蜡即便成为了戒指中形式的质料,也不是贯穿自身全体接受形式,而是在表面上接受,然而感觉能力却是全体贯穿全体地以生命活动的方式将可感觉对象的意象模印下来。

§2.114

"Πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο." Εἰπὼν ἐν τοῖς ἄνω, πῶς λέγεται πάσχειν τὸ πάσχον ὑπό τε τοῦ ὁμοίου καὶ ὑπὸ τοῦ ἐναντίου, τοῦτο καὶ ἐπὶ τῆς αἰσθήσεως ἁρμόζει, ὅτι πρὸ μὲν τοῦ παθεῖν ὑπὸ τοῦ αἰσθητοῦ οὐκ ἔστιν ὁμοία αὐτῷ κατ’ ἐνέργειαν, * * ὁμοία αὐτῷ γίνεται3 τὸν εἰρημένον πολλάκις τρόπον. προθέμενος δὲ εἰπεῖν κοινῶς περὶ πάσης τῆς αἰσθήσεως ἀποδέδωκε λόγον τῆς αἰσθητικῆς ψυχῆς τὸ εἶναι αὐτὴν δυνάμει τοιαύτην, ὁποῖά ἐστι τὰ αἰσθητὰ ἐντελεχείᾳ, τῆς κατ’ ἐνέργειαν αἰσθητικῆς ψυχῆς δηλονότι τοιαύτης οὔσης ἐνεργείᾳ, οἷα τὰ αἰσθητά. εἰ δὲ τοιοῦτον, ἡ αἰσθητικὴ ψυχὴ ἐξ ἀνάγκης ἀχώριστος ἂν εἴη, εἴ γέ ἐστι δύναμις καθ’ ἣν τὸ ἔχον αὐτὴν ὁμοιούμενον τοῖς αἰσθητοῖς διὰ τοῦ πάσχειν πως ὑπ’ αὐτῶν καὶ ἀλλοιοῦσθαι ἀντιλαμβάνεται αὐτῶν.

“因此,它作为不相似者而承受,但承受了之后便已同化,并且成为了像那对象一样。” 在前面说明了承受者如何既被称为受相似者承受又被称为受相反者承受之后,他也将这一点应用到感觉上:即在受到可感觉对象的作用之前,感觉在现实活动上与它并不相似,[但在承受了之后]便以屡次述及的方式变得与它相似。而在打算对全部感觉作普遍论述时,他给出了感觉灵魂的定义:即它在潜能上就是可感觉对象在现实态中所是的那种样子,依现实活动的感觉灵魂显而易见在现实活动中就是可感觉对象所是的那种样子。如果情况如此,那么感觉灵魂必然是不可分离的,倘若它确实是一种能力,拥有它的主体凭借这种能力,通过在某种意义上受到可感觉对象的作用并发生质变而与它们同化,进而把握它们。

语法注3 条
  1. 2.112Ἐπειδὴ χρῆται ... λέγων

    从句开头为 Ἐπειδὴ χρῆται ... εἶπεν δέ ...,其后接续分词 λέγων 而缺乏独立的主动词,构成轻微的破格结构(anacoluthon)。分词 λέγων 承担了引介亚里士多德论证理由的核心谓语功能(“在陈述……的原因时说”)。其核心论旨随后由 ἐπειδὴ γάρ, φησίν ... ἀνάγκη ἡμᾶς χρῆσθαι 承接展开。

  2. 2.113τὸ εἶναι ὅπερ τὸν δακτύλιον

    短语 ὅπερ τὸν δακτύλιον 在间接引语的不定式结构中,表语 τὸν δακτύλιον 受不定式主语 τὸν κηρόν 的格吸引而呈现宾格,意为“蜡在潜能上正是那枚戒指[在现实活动中]所是的那样”。

  3. 2.114οὐκ ἔστιν ὁμοία αὐτῷ κατ’ ἐνέργειαν, * * ὁμοία αὐτῷ γίνεται

    希腊文手稿中的星号 标示出文本脱落(lacuna)。从上下文来看,紧接在 πρὸ μὲν τοῦ παθεῖν(承受之前)之后的转折成分(例如 πεπονθυῖα δέ 或 παθοῦσα δέ,意为“但在承受之后”)在此遗失。各语言译文皆用方括号补出其逻辑对应的对比含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:308.29-310.7