- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:307.20-308.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《灵魂论》417b19–28,阐明感觉的作因依赖于外在个别事物而心灵则以灵魂内部的普遍者为对象,指出关涉可感觉者的个别技艺知识亦依赖于外在质料与工具,并总结了区分潜能与现实活动的初衷。
" Διαφέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν." Εἰπὼν ὅμοιον εἶναι τὸ κατ’ ἐνέργειαν αἰσθάνεσθαι τῷ θεωρεῖν, λέγει καὶ πῇ διαφέρει, ὅτι τῆς μὲν κατ’ ἐνέργειαν αἰσθήσεως ἔξω τὰ ποιητικά (ἔξωθεν γὰρ προσπιπτόντων τῶν αἰσθητῶν αἰσθανόμεθα), τὰ δὲ θεωρητὰ οὐκ ἔξωθεν. εἶτα καὶ τὴν αἰτίαν προστίθησι τοῦ τὰ μὲν ἔξωθεν προσπίπτειν τὰ δὲ μή, ὅτι ἡ μὲν αἴσθησις τῶν καθ’ ἕκαστά ἐστι, ταῦτα δὲ ἐν ἰδίᾳ ὑποστάσει, ὧν καὶ χρῄζει εἰς τὸ εἶναι τὸ ζῷον (πρὸς γὰρ τὴν τούτων χρείαν ἡ αἴσθησις τῷ ζῴῳ δέδοται), ἡ δὲ ἐπιστήμη τῶν καθόλου ἀντιλαμβάνεται, τὰ δὲ καθόλου, φησίν, ἐν αὐτῇ1 πώς εἰσι τῇ ψυχῇ· ἀκριβῶς δὲ τὸ πῶς προσέθηκεν, ἤτοι ἐπειδὴ τὸ ἐν αὐτῇ ὡς ἔν τινι τόπῳ, ὥσπερ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς φησι “καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν”, οὐ κυρίως δὲ δῆλον ὅτι ἐν τόπῳ, ἀλλὰ κατὰ ἀναλογίαν, ἢ ὅτι καὶ τῶν καθόλου ἡ μὲν ὑπόστασις ἐν τοῖς καθ’ ἕκαστά ἐστιν, ὅταν δὲ ὡς καθόλου καὶ κοινὰ λαμβάνηται, ἐν τῇ ψυχῇ γίνεται· τὸ γὰρ κοινῶς αὐτοῖς εἶναι ἐν τῷ νοεῖσθαί ἐστι τὴν κοινότητα αὐτῶν,2 τὰ δὲ νοήματα ἐν τῇ ψυχῇ. τὸ δὲ διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ εἶπεν, ἀλλ’ οὐκ ἐπ’ αὐτῇ, τουτέστιν ἐν τῷ ἔχοντι τὴν ψυχήν.
“但这有所不同,因为对于前者而言,现实活动的作因来自外在。” 在说明了依现实活动进行感知类似于进行观照之后,他又说明了在何种方面存在差异:依现实活动而言的感觉,其作因在外(因为是由于可感觉者从外在触及,我们才感知),而观照的对象则不来自外在。接着他又补充了为什么前者从外在触及而后者不然的原因:感觉属于个别事物,而这些事物处于个别的实体存在中,动物为了其生存也需要它们(因为感觉正是为了这些事物的需要而被赋予动物的);而知识把握普遍事物,并且正如他所说,普遍事物“在某种意义上就在灵魂自身之中”。他准确地加上了“在某种意义上”,或者是因为它们在灵魂之中如同在某种场所之中——正如他自己在后文中也说“那些称灵魂为形式之场所的人确实说得好”,但显然并非本义上的在场所之中,而是依照类比——或者是因为普遍事物的实体存在也是在个别事物之中的,但每当它们作为普遍和共同之物被把握时,便在灵魂中生成;因为对于它们而言共同地存在,就在于它们的共通性被思惟,而思想内容是在灵魂之中的。至于他说“因此思惟由他自主”,他用的是[阳性代词]而非[阴性代词],也就是说,是在拥有灵魂者身上。
"Ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς ἐπιστήμαις τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν." Οὐ μόνον, φησίν, ἡ αἴσθησις περὶ τὰ κατὰ μέρος καὶ αἰσθητὰ ἔχουσα δεῖται τῶν ἔξωθεν παρόντων, ἵνα ἐνεργήσῃ, ἀλλὰ καὶ αὐταὶ αἱ περὶ τὰ αἰσθητὰ ἔχουσαι ἐπιστῆμαι οὐκ ἐφ’ ἑαυταῖς ἔχουσι τὸ ἐνεργῆσαι, ὅταν βούλωνται, ἀλλὰ δεῖ καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῆς αἰσθήσεως παρεῖναι ἔξωθεν περὶ ὃ ἡ ἀπ’ αὐτῶν ἐνέργεια γίνεται. καὶ γὰρ καὶ αὗται περὶ τὰ καθ’ ἕκαστα καὶ ἔξω καὶ ἐν ἰδίᾳ ὑποστάσει καταγίνονται, οἷον ὁ πολιτικός, ὁ μηχανικὸς καὶ ἁπλῶς οἱ κατὰ μέρος τεχνῖται· τούτων γὰρ ἡ ἐπιστήμη περὶ τὰ καθ’ ἕκαστα. οἷον ὁ πολιτικὸς σκέψεται, εἰ δεῖ τόνδε τὸν στρατηγὸν παραλαβεῖν, καὶ ὁ οἰκοδόμος, εἰ χρηστέον τῷδε τῷ λίθῳ· τούτων δὲ ἡ σκέψις μερικῶν ὄντων ἐπιστήμης ἐστὶ δηλονότι, καὶ οὐκ αἰσθήσεως. ἡ μὲν οὖν καθόλου κατὰ τὰς τέχνας θεωρία ἐν αὐτοῖς, ἡ δὲ ἀπὸ τῶν τεχνῶν περὶ τὰ καθ’ ἕκαστα θεωρία γινομένη οὐκέτι ἐπ’ αὐτοῖς· δεῖ γὰρ τῆς ὕλης καὶ τῶν ὀργάνων.
“在关于可感觉者的诸门知识中也是同样如此,并且出于相同的原因。” 他说,不仅关涉个别与可感觉事物的感知需要外在之物的现前以便进行现实活动,而且关涉可感觉事物的诸知识本身,也没有在其意愿时将现实活动付诸实现的自主能力;相反,在它们身上正如在感觉身上一样,也必须有由它们生发的活动所关涉的客体从外在现前。因为这些知识也同样致力于那些在外的且处于个别实体存在中的个别事物,例如政治家、机械制造者以及简而言之从事个别事务的技术人员;因为他们的知识关涉个别事物。例如政治家将审视是否应当任用这位将领,建筑工人将审视是否应当使用这块石头;但对这些作为个别事物的审视,显而易见属于知识,而非属于感觉。因此,依照技艺的普遍观照在于他们自身之中,但由技艺生发的关涉个别事物的观照却不再由他们自主;因为这需要质料和工具。
"Ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις." Πῶς τὸ θεωρεῖν τὰ καθόλου ἐφ’ ἡμῖν, καὶ πῶς ὁ πρακτικὸς νοῦς ἀντιλαμβάνεται τῶν κατὰ μέρος.3 ὑπερτίθεται οὖν νῦν τὴν περὶ τούτων σκέψιν· ἐρεῖ γὰρ περὶ τούτων ἐν τῷ τρίτῳ λόγῳ. οὗ δὲ χάριν τὴν διαίρεσιν ἐποιήσατο τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, ὑπομιμνήσκει ἡμᾶς· ὑπὲρ γὰρ τοῦ δεῖξαι, πῶς λέγεται τὰ ζῷα, ὅτε μὴ αἰσθάνεται, δυνάμει αἴσθησιν ἔχειν· κατὰ γὰρ τὴν δευτέραν δύναμιν, ἥτις ἤδη ἐπὶ τῶν τὰς ἕξεις ἐχόντων κατηγορεῖται, ἐφ’ ὧν οὔτε τὸ πάσχειν οὔτε τὸ ἀλλοιοῦσθαι λεχθείη ἂν κυρίως· εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ οὐκ εἰς τὸ ἐναντίον ἡ μεταβολή, ὡς εἶπεν.
“然而关于这些问题,日后还会有澄清的机会。” [即关于]观照普遍事物如何由我们自主,以及实践心灵如何把握个别事物。因此他现在推迟了关于这些问题的考查;因为他将在第三卷中讨论它们。并且他提醒我们,他是为了什么目的才对潜能与现实活动进行划分的:为了表明动物在不进行感知时,如何被称为在潜能上拥有感觉;因为这是依照第二种潜能而言的,这种潜能已经被述谓于那些拥有习性者,在它们身上无论是承受还是质变,都不能在本义上被言说;因为正如他所说,这种进展是向着自身,而转变并非向着对立面。
- 2.109τὸ δὲ διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ εἶπεν, ἀλλ’ οὐκ ἐπ’ αὐτῇ
对亚里士多德原文(417b24,διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ)中代词 αὐτῷ 的句法解读。在语法上,αὐτῷ 既可视为中性(指能力),亦可视为阳性(指人)。斐洛庞诺斯通过将其与阴性形式 ἐπ’ αὐτῇ(指灵魂自身 αὐτὴ ἡ ψυχή)进行对照,明确判定其为阳性,解释为“拥有灵魂的人(ἐν τῷ ἔχοντι τὴν ψυχήν)”。
- 2.109τὸ γὰρ κοινῶς αὐτοῖς εἶναι ἐν τῷ νοεῖσθαί ἐστι τὴν κοινότητα αὐτῶν
主语为带定冠词的不定式短语 τὸ κοινῶς αὐτοῖς εἶναι(“它们共同地存在”,与格 αὐτοῖς 为述语性与格),述语为介词短语 ἐν τῷ νοεῖσθαι ...(“在于被思惟”)。不定式 νοεῖσθαι 支配的宾格 τὴν κοινότητα αὐτῶν 作被动态不定式的内涵宾格(即“它们的共通性被思惟”)。
- 2.111Πῶς τὸ θεωρεῖν τὰ καθόλου ἐφ’ ἡμῖν, καὶ πῶς ὁ πρακτικὸς νοῦς ἀντιλαμβάνεται τῶν κατὰ μέρος.
由两个并列的 Πῶς 从句构成的省略句。作为名词性的间接疑问结构,它们具体阐释了前文引文中的“关于这些问题(περὶ τούτων)”所指的内容,省去了主句动词(例如“[即是指]如何……”)。
