- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:306.11-307.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯讨论了从第一潜能向习性(由产生者引起)以及从习性向现实活动(由对象引起)的转变,并在感觉灵魂与理性灵魂之间进行对比,阐明了感觉与知识/观照的结构类比。
ἡ μὲν οὖν ἐκ τοῦ πρώτου δυνάμει εἰς τὴν ἕξιν μεταβολὴ1 ἐν τῇ κυήσει ὑπὸ τῆς ἐν τῷ γεννῶντι φύσεως γίνεται· ἡ δ’ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ὑπὸ τῶν αἰσθητῶν. διὸ ἅμα τῷ γεννηθῆναι, ἐὰν παρῇ τὸ αἰσθητόν, ἀντιλαμβάνεται τὸ γεννηθέν· ὅθεν εὐθὺς κλαυθμυρίζεται εἰς ἀσυνήθη καὶ ψυχρὸν ἀέρα ἐμπῖπτον, καὶ ἁμιλλώμενον οὐ μόνον τῇ ἁφῇ τοῦ περιέχοντος ἀέρος, ἀλλὰ καὶ τῇ ὄψει τοῦ φωτός. δῆλον δ’ ὅτι ὥσπερ τούτων αἰσθάνεται, οὕτω κἂν τὰ τῶν λοιπῶν αἰσθήσεων αἰσθητὰ παρῇ, πείσεται πάντως, ψόφων φημὶ καὶ γευστῶν καὶ ὀσμῶν. οὕτω μὲν οὖν ἐπὶ τῆς αἰσθητικῆς ψυχῆς τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ ἡ κατὰ ταῦτα μεταβολή· ἔκ τε τῆς ἐπιτηδειότητος εἰς τὴν ἕξιν ὁ γεννήσας, ἀπὸ δὲ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν τὰ αἰσθητά, ὅταν αὐτά τε παρῇ καὶ ὅσων ἄλλων χρεία εἰς τὴν τούτων ἀντίληψιν, οἷον φωτὸς μὲν ἐπὶ τῶν ὁρατῶν καὶ τοῦ διαφανοῦς καὶ καθαροῦ καὶ ἀνεπιθολώτου, τοῦ διηχοῦς δ’ ἐπὶ τῶν ψόφων, καὶ τοῦ διόσμου ἐπὶ τῶν ὀσφραντῶν. ἐπειδὴ δὲ καὶ ἐν τῇ λογικῇ ψυχῇ ἔστι τὸ διττὸν δυνάμει καὶ ἐνεργείᾳ, τί ἂν εἴη καὶ ἐπὶ ταύτης τῆς μεταβολῆς αἴτιον; ἔξω μὲν οὖν σωμάτων οὖσα κεχώρισται πάντῃ τοῦ πρώτου δυνάμει, νοῦς οὖσα καθαρὸς καὶ πάντα τὰ νοητὰ καθ’ ἕξιν ἔχουσα, πεσοῦσα δ’ εἰς τὴν γένεσιν, ὥσπερ ὁ ἐπιστήμων ὑπὸ νόσου ἢ χρόνου ἢ λουτροῦ,2 μεταβάλλει ἐξ ἐπιστήμης εἰς ἀνεπιστημοσύνην, καὶ γίνεται κατὰ τὸ πρῶτον δυνάμει ἐπιστήμων τὴν ἐπιτηδειότητα μόνην ἔχουσα, οὐ μὴν τὴν ἕξιν. ἄγεται δ’ εἰς τὴν ἕξιν ὑπὸ τοῦ διδασκάλου ἢ καὶ ὑπὸ τῶν αἰσθητῶν, αὐτὴ ζητοῦσα καὶ εὑρίσκουσα καὶ διὰ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνιοῦσα· ἐπὰν δὲ τὴν ἕξιν κτήσηται, τὸ τηνικαῦτα τὴν βούλησιν ἔχει ποιητικὸν αἴτιον τοῦ μεταβάλλειν ἐπὶ τὴν ἐνέργειαν ἀπὸ τῆς ἕξεως· ὅταν γὰρ προαιρῆται, προχειρίζεται τοὺς ἐν αὐτῇ λόγους εἰς ἐνέργειαν * * * λέγω δὲ τοῦ αἰσθητοῦ,3 ὁ δὲ νοῦς οὐδὲν ἔξωθεν δεῖται, ἀλλ’ αὐτὸς ἑαυτὸν προάγει. ἀποδίδωσιν οὖν τούτου τὴν αἰτίαν, ὅτι ἡ μὲν αἴσθησις μερικοῦ τινος τὴν ἀντίληψιν ἔχει, τὸ δὲ μερικὸν σῶμά τί ἐστιν· εἰκότως οὖν ἔξωθεν· ὁ δὲ νοῦς τῶν καθόλου ἀντιλαμβάνεται, τὰ δὲ καθόλου λόγοι, οὗτοι δὲ οὐκ ἔξωθεν, ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ· διὸ οὐ δέεται ὁ νοῦς ἔξωθέν τινος τοῦ τελειοῦντος. εἶπεν δ’ εὐθὺς ἔχειν ἤδη ὥσπερ ἐπιστήμην καὶ τὸ αἰσθάνεσθαι, οὐχ ὡς εὐθὺς τῷ γεννηθῆναι τῶν ζῴων ἐπιστήμην ἐχόντων, ἀλλὰ τὸ διττὸν τῆς αἰσθήσεως δηλῶσαι βουληθείς, τό τε κατὰ τὴν ἕξιν καὶ τὸ κατὰ τὴν ἐνέργειαν, τὴν κατὰ τὴν ἕξιν αἴσθησιν ὁμοίαν εἶπεν εἶναι τῇ τῆς ἐπιστήμης παρουσίᾳ· ὥστε παραδείγματος ἕνεκεν τὴν ἐπιστήμην παρέθετο. ἔχει γὰρ ἡ αἴσθησις τὴν αἰσθητικὴν δύναμιν ὥσπερ τινὰ ἐπιστήμην· ὡς γὰρ τὸ μανθάνον διὰ μαθήσεως μεταβάλλον ἔχει τὴν ἐπιστήμην, οὕτω καὶ τὸ γεννηθὲν εὐθὺς τὴν καθ’ ἕξιν αἴσθησιν ἔχει· ὃ γὰρ ἐπ’ ἐκείνου ἡ μάθησις, τοῦτο ἐπὶ τούτου ἡ γέννησις. εἰ δὲ ἔχει εὐθὺς τῷ γεννηθῆναι τὴν καθ’ ἕξιν αἴσθησιν, οὐ δι’ ἀλλοιώσεως ἄρα γίνεται τὸ αἰσθάνεσθαι κατ’ ἐνέργειαν, ὥσπερ οὐδὲ τὸ ἐνεργεῖν κατὰ τὴν ἐπιστήμην δι’ ἀλλοιώσεως γίνεται. καὶ τὸ κατ’ ἐνέργειαν δὲ ὁμοίως λέγεται τῷ θεωρεῖν· ὥσπερ 〈γὰρ〉 τὸ κατὰ δύναμιν αἰσθάνεσθαι ὅμοιόν ἐστι τῷ ἐπίστασθαι, οὕτως τὸ κατ’ ἐνέργειαν αἰσθάνεσθαι τῇ κατ’ ἐπιστήμην θεωρίᾳ ὅμοιον.
因此,从第一潜能向习性的转变,是在怀胎中由产生者之内的自然本性引起的;而从习性向现实活动的转变,则是由可感觉者引起的。因此一经出生,只要可感觉者在场,被产生者便会感知它;因而它在落入生疏且寒冷的空气中时,不仅抵抗着周围空气的触觉,而且抵抗着光的视觉,随即啼哭起来。并且显而易见,正如它感知这些事物一样,如果其余感觉的可感觉者也在场,它也必定会有所承受——我是指声音、味道和气味。因此,在感觉灵魂方面,潜能与现实活动以及依照它们所发生的转变便是如此:从适宜性向习性乃是由产生者[所引导],而从习性向现实活动则是由可感觉者[所引导],只要它们自身在场,并且为了对它们的感知所必需的其他一切条件也在场,例如对于可见者而言的光以及透明、清澈且未受搅扰的介质,对于声音而言的透音介质,以及对于可嗅者而言的透香介质。然而,既然在理性灵魂中也存在潜能与现实活动的双重性,那么在这种转变中原因又会是什么呢?当它处于肉体之外时,它完全脱离了第一潜能,作为纯粹的心灵并在习性中拥有全部可理知者;但在堕入生成之后,正如具备知识者因疾病、岁月或沐浴[而遗忘]一样,它便从知识转变为无知,并成为依照第一潜能而言的具备知识者,仅具有适宜性,而绝非具有习性。而它是由教师或者也由可感觉者引导至习性的,即通过自身探索与发现,并经由个别事物上升至普遍事物;每当它获得了习性,此时它便将意愿作为从习性转变为现实活动的作因;因为每当它选择时,它便将自身之内的诸理型[诸逻各斯]调动到现实活动之中。[但感觉需要外在的事物,]我是指可感觉者,心灵却不需要来自外在的任何事物,而是自身引导自身。因此,他给出了这一点的原由:感觉拥有对某种个别事物的感知,而个别事物是某种物体;因此理所当然来自外在;但心灵把握普遍事物,而普遍事物是诸理型,它们不是来自外在,而是在灵魂自身之中;所以心灵并不需要某种来自外在的使其趋于圆满的事物。 他又说知觉也立即如同知识一样被拥有,这并不是说动物一出生就拥有知识,而是意图说明感觉的双重性,即依习性而言的感觉与依现实活动而言的感觉,因而说依习性而言的感觉类似于知识的临在;因此他是为了举例的缘故才引出知识的。因为感觉拥有感觉能力,正如拥有某种知识一样;正如学习者通过学习发生转变而拥有知识,被产生者同样一出生就拥有依习性而言的感觉;因为在前者身上学习所是的东西,在后者身上出生便是如此。而如果它一出生就拥有依习性而言的感觉,那么在现实活动中进行感知便不会是通过质变而发生的,正如依照知识活动也不是通过质变发生的一样。并且,处于现实活动中的[知觉]与进行观照也是相应而言的;因为正如依照潜能进行感知类似于拥有知识,依照现实活动进行感知同样类似于依照知识进行观照。
- 2.108ἐκ τοῦ πρώτου δυνάμει εἰς τὴν ἕξιν μεταβολὴ
介词短语 ἐκ τοῦ πρώτου δυνάμει(“从处于第一潜能者”)和 εἰς τὴν ἕξιν(“向着习性”)置于冠词 ἡ 与名词 μεταβολή 之间作定语修饰。τοῦ πρώτου δυνάμει 是中性冠词 τοῦ 将形容词 πρώτου 与副词性表达 δυνάμει 实词化后的构造,受 ἐκ 管辖。
- 2.108ὥσπερ ὁ ἐπιστήμων ὑπὸ νόσου ἢ χρόνου ἢ λουτροῦ
在 ὥσπερ 引导的比较从句中省略了谓语动词(如“遗忘”或“失去知识”)。这一省略先行对应了紧随其后的主要谓语 μεταβάλλει ἐξ ἐπιστήμης εἰς ἀνεπιστημοσύνην(“从知识转变为无知”)。
- 2.108προχειρίζεται τοὺς ἐν αὐτῇ λόγους εἰς ἐνέργειαν * * * λέγω δὲ τοῦ αἰσθητοῦ
原文此处存在脱文( *),标志着从心灵的自我现实活动转入与感觉相对比(感觉需要外在对象)。随后的属格短语 λέγω δὲ τοῦ αἰσθητοῦ(“我是指可感觉者”)应理解为对脱文中所缺的外在对象表达作同位解释的说明性属格。
