- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:305.3-306.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯回顾了先前关于感觉的讨论(包括同类与相反者的受动、两种潜能与现实活动的区分),并基于417b16阐明,产生者(母体内的自然本性)如何通过孕育过程将感觉的第一潜能(种子的适宜性)引导至第一现实活动(依习性而言的感觉能力)。
" Τοῦ δὲ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος." Ἀρξάμενος τοῦ περὶ τῶν αἰσθήσεων λόγου καὶ κοινῇ περὶ πάσης αἰσθήσεως προθέμενος διαλαβεῖν, εἶτα εἰπὼν ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν συμβαίνει (δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι), ταῦτα εἰπὼν καθόλου περὶ τοῦ ποιοῦντος καὶ πάσχοντος, πότερον τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει, ἢ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου· ταύτῃ δὲ τῇ ἀπορίᾳ ἐπισυνῆψεν ἑτέραν ἀπορίαν,1 διὰ τί οὐκ ἀντιλαμβάνεται τῶν οἰκείων αἰσθητηρίων ἡ αἴσθησις αἰσθητῶν γε ὄντων. ἐπιλυόμενος δὲ τὴν ἀπορίαν ταύτην εἶπεν ὅτι ἡ αἴσθησις δύναμίς ἐστιν, οὐκ ἐνέργεια· διὸ καθάπερ τὸ καυστὸν οὐ καίεται ὑφ’ ἑαυτοῦ ἄνευ τοῦ καυστικοῦ, οὕτω καὶ ἡ αἴσθησις οὐκ ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητηρίου, ἅτε δὴ ἐκτὸς αὐτοῦ ἐνεργῆσαι μὴ δυναμένη· ἐπεὶ οὖν οὐδὲν αὐτὸ εἰς ἑαυτὸ ποιεῖ οὐδὲ ὑφ’ ἑαυτοῦ πάσχει, ἡ δὲ αἴσθησις τῷ πάσχειν αἰσθάνεται, δῆλον ὡς οὐκ ἂν ἀντιλάβοιτο αὐτὴ ἑαυτῆς, τουτέστι τοῦ οἰκείου αἰσθητηρίου, μεθ’ οὗ τὰς ἐνεργείας ποιεῖται, ἐπεὶ μηδὲ εἰς ἑαυτὸ ποιῆσαι δύναται. διχῶς οὖν ἡ αἴσθησις, φησίν, ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι. πάσχει δὲ τὸ πάσχον, φησίν, ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος· τὸ γὰρ ξύλον δυνάμει ὂν ὅπερ τὸ πῦρ, πάσχει ὑπὸ τοῦ πυρὸς ἐνεργείᾳ ὄντος, καὶ ὁ μαθητὴς δυνάμει ὢν ὅπερ ὁ διδάσκαλος, πάσχει ὑπὸ τοῦ διδασκάλου ἐνεργείᾳ ὄντος. πρὶν οὖν παθεῖν τὸ πάσχον ἀνόμοιόν ἐστι τῷ ποιοῦντι, πεπονθὸς δέ ἐστιν ὅμοιον. ὥστε ἔστιν ὡς τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπ’ ἀνομοίου· εἰ μὲν γὰρ τὸ δυνάμει παθητικὸν θεωροῦμεν, ἀνόμοιόν ἐστι τῷ ποιοῦντι, πολλάκις δέ, φησί, καὶ ἐναντίον· εἰ δὲ τὸ ἤδη πεπονθός, ὅμοιόν ἐστιν. ἐντεῦθεν οὖν ἐπειδὴ ὅλως εἰς μνήμην ἦλθε τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ καὶ τοῦ ποιεῖν καὶ πάσχειν, διαίρεσιν ἀμφοτέρων ἐποιήσατο καὶ εἶπεν ὅτι διχῶς τὸ δυνάμει καὶ διχῶς τὸ ἐνεργείᾳ, καὶ ὅτι καὶ τὸ πάσχειν διχῶς, τὸ μὲν φθορὰ ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον. εἶτα εἶπεν ὅπως ἔχει κατὰ τὸ πάσχειν ἡ αἴσθησις, ὅτι πάσχει ὑπὸ τοῦ αἰσθητοῦ οὐκ εἰς φθορὰν ἀγομένη, ἀλλ’ εἰς τελειότητα. ταῦτα οὖν εἰπὼν νῦν φησιν, ὅπως ἔχει καὶ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. ἐπειδὴ γὰρ διττὸν τὸ δυνάμει, τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, τὸ μὲν κατὰ τὴν ἐπιτηδειότητα μόνην ἄνευ τῆς ἕξεως, τὸ δὲ κατὰ τὴν ἕξιν ἄνευ τῆς ἐνεργείας, φησὶν ὅτι δυνάμει ἐστὶν αἰσθητικὸν τὸ κατὰ τὴν ἐπιτηδειότητα τὸ σπέρμα καὶ ὅλως ἡ ὕλη τοῦ ζῴου. ὥσπερ γὰρ τὸ ἄρτι τεχθὲν παιδίον ἔχει εἰς τὸ εἶναι2 γραμματικόν, οὕτως ἔχει καὶ ἡ τοῦ ζῴου ὕλη εἰς τὸ αἰσθητικὴ εἶναι. τί οὖν ἐστι τὸ ἄγον τὸ δυνάμει τὸ πρῶτον εἰς τὴν ἕξιν, τουτέστι τὸ δεύτερον μὲν δυνάμει πρῶτον δ’ ἐνεργείᾳ; τὸ γεννῶν, φησίν· ἐν γὰρ τῇ κυήσει ἄγεται ἡ ἐπιτηδειότης εἰς τὴν ἕξιν. ὥσπερ οὖν τὸ παιδίον ἄγει εἰς τὴν ἕξιν ὁ ἐνεργείᾳ γραμματικός, οὕτως καὶ τὸ σπέρμα καὶ ὅλως τὴν τοῦ ζῴου ὕλην ἄγει ἡ ἐν τῇ μητρὶ φύσις ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν. ἔστιν οὖν ἡ κύησις ἀλλοίωσις καὶ μεταβολὴ τοῦ πεφυκότος αἰσθάνεσθαι ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν. ὅταν δὲ ἀποκυηθῇ, ἤδη τὴν ἕξιν ἔχει· ἐπὰν γὰρ τελεία ἐγγένηται ἡ τοῦ αἰσθάνεσθαι κατὰ πᾶσαν αἴσθησιν ἕξις, εὐθὺς ἀποκυΐσκεται· οὕτω γὰρ γεννᾶται τὸ ζῷον μετὰ τῆς ἕξεως τῆς αἰσθητικῆς.
“然而就具有感觉能力者而言,第一种转变乃是由产生者引起的。” 在开始关于诸感觉的论述并意图共同探讨一切感觉之后,接着他说感觉是在某种被运动与受动中发生的(因为它似乎是某种质变),并在普遍地陈述了这些关于作用者与受动者的事情——究竟是同类受同类作用,还是相反者受相反者作用——之后;他又在这个疑难之后附加上了另一个疑难:既然感觉器官本身是可感觉的,为什么感觉并不把握其自身固有的感觉器官?而在解决这个疑难时他说,感觉是一种潜能,而非现实活动;因此正如可燃之物若无能燃之物便不会自行燃烧一样,感觉也不把握其自身固有的感觉器官,因为它确实无法脱离器官而活动;因此,既然没有任何事物对自己发生作用,也不受自身的作用,而感觉是通过受动而进行感知的,显而易见它不会感知自身,即不会感知其借以实施各项活动的固有感觉器官,因为连对自身发生作用它都无法做到。“因此,”他说,“感觉有两种,一种在潜能中,一种在现实活动中,同样,进行感知也是如此。”而受动者,他说,乃是受到具有作用性且处于现实活动中的事物的促动;因为木材在潜能中是火所是的东西,它受现实中存在的火的作用;学生在潜能中是教师所是的东西,他受现实中存在的教师的作用。因此,在受动之前,受动者与作用者是不同类的,但在受动之后则是同类的。因而,在某种意义上是同类受同类作用,在某种意义上则是受不同类者作用;因为如果我们考量在潜能中承受作用者,它与作用者是不同类的——并且他说,往往甚至是相反的;但如果考量已经受动者,它则是同类的。因此,从这里开始,既然他整体上提及了潜能与现实活动、作用与受动,他便对二者作了划分,并说潜能有两种,现实活动也有两种,且受动也有两种:其一是由相反者引起的消灭,其二则毋宁说是保存。接着他说明了感觉在受动方面是如何的,即它受可感觉者的作用,不是被引向消灭,而是被引向圆满。因此在说了这些之后,他现在说明在潜能与现实活动方面又是如何的。因为潜能是双重的,一种为第一潜能,另一种为第二潜能——前者仅依照没有习性的适宜性,后者则依照没有现实活动的习性——他说,依照适宜性而在潜能中具有感觉能力的,乃是种子以及一般的动物质料。因为正如初生的小孩对于成为文法学者具有某种关系,动物的质料对于具有感觉能力也具有这种关系。那么,究竟是什么把第一潜能引导至习性——也就是第二潜能且为第一现实活动——的呢?“是产生者,”他说;因为在怀胎过程中,适宜性被引向习性。因此正如现实中的文法学者把小孩引导至习性,母亲体内的自然本性同样把种子以及一般的动物质料引导至依习性而言的感觉。所以,怀胎乃是生来适于感知之物向着依习性而言的感觉所发生的质变与转变。而当它被分娩出来时,它就已经拥有了这种习性;因为每当依照每种感觉进行感知的习性完全生成于其中时,它便立刻被分娩出来;因为动物就是这样连同感觉习性一起被产生出来的。
- 2.108Ἀρξάμενος τοῦ περὶ τῶν αἰσθήσεων λόγου καὶ κοινῇ περὶ πάσης αἰσθήσεως προθέμενος διαλαβεῖν, εἶτα εἰπὼν ... ταῦτα εἰπὼν καθόλου ... ταύτῃ δὲ τῇ ἀπορίᾳ ἐπισυνῆψεν ἑτέραν ἀπορίαν
句首连续出现的副词性分词(Ἀρξάμενος ..., προθέμενος ..., εἰπὼν ..., ταῦτα εἰπὼν ...)构成了对亚里士多德先前论证进程的回顾,但未出现直接承接这些主格分词的主动词,而是通过非一致句结构(破格语法/anacoluthon)转入了 ταύτῃ δὲ τῇ ἀπορίᾳ ἐπισυνῆψεν ἑτέραν ἀπορίαν。在结构上,前半部分分词表达背景前提,而带有连接词 δέ 的 ἐπισυνῆψεν 实际承担了主句核心谓词的功能。
- 2.108ὥσπερ γὰρ τὸ ἄρτι τεχθὲν παιδίον ἔχει εἰς τὸ εἶναι γραμματικόν, οὕτως ἔχει καὶ ἡ τοῦ ζῴου ὕλη εἰς τὸ αἰσθητικὴ εἶναι
动词 ἔχω 与介词短语 εἰς τὸ ... 连用,表示“就……而言处于某种关系/状态”(ἔχω εἰς ...)。该句式建立了类比:新生儿(第一潜能)对于成为文法学者的关系,正对应于动物的质料/种子对于拥有感觉能力的关系。
