- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:303.30-305.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论灵魂》卷二第5章(417b8–12)进行注解,阐明从第二种潜能向现实的过渡(如思维与感知)并非受动或质变,而是“从闲置到作为”的转变且不可称为教导;同时指出从第一种潜能向习性(获得知识)的过渡也是向着自然本性圆满的进展,而非伴随消灭的严格意义上的质变。
" Διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ." Ὡς γὰρ ὁ οἰκοδόμος, ὅταν ἤδη ἐνεργῇ, οὐδεμίαν ὑπομένει ἀλλοίωσιν κατὰ τὴν τέχνην, οὕτως οὐδὲ τὸ ἐπιστῆμον, ὅταν ἐνεργῇ κατὰ τὴν ἐπιστήμην, οὐδὲ τὸ αἰσθανόμενον, ὅταν αἰσθάνηται· ἐξ ἀργίας γὰρ εἰς ἐργασίαν ἡ μεταβολή, οὐκ ἐξ εἴδους εἰς εἶδος, ὅπερ ποιεῖ ἡ ἀλλοίωσις.
“因此,说运用明智者在运用明智时遭受质变是不妥当的,正如建筑工人在建造时[也不能这样说]一样。” 因为正如建筑工人一旦处于活动中便在技术方面不遭受任何质变一样,拥有知识者在依照知识活动时,以及感知者在感知时也是如此;因为这种转变是从闲置到作为,而不是从形式到形式——而这后者才是质变所造成的。
"Τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοοῦν καὶ τὸ φρονοῦν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον.1" Τουτέστι τὸ κατὰ τὴν δευτέραν δύναμιν θεωρούμενον, ὥσπερ ἔχει τὸ φρονοῦν, ὅταν ἄγηται εἰς τὴν δευτέραν ἐνέργειαν, οὐ διδάσκεσθαι λέγοιτ’ ἂν ὑπὸ τοῦ εἰς τὴν ἐνέργειαν ἄγοντος· οὐ γὰρ μανθάνει ὑπὸ τοῦ μεταβάλλοντος αὐτό, τοῦτο δέ ἐστι τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν· οὐ γὰρ πάσχει τι ὑπ’ αὐτοῦ, ὥστε οὐδὲ ἐκεῖνο ποιεῖ.
“因此,就思维者与运用明智者而言,从处于潜能之物引导至完全现实者,理当不拥有‘教导’之名,而拥有另一种称谓。” 也就是说,依照第二种潜能被考量者——正如运用明智者那样——每当被引导至第二种活动时,不会被说成是由引导它进入活动者所教导的;因为它并不从使它发生转变者——即可知者或可感觉者——那里学习;因为它并未遭受来自那者的任何受动,因而那者也并未发生作用。
"Τὸ δ’ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, καὶ τὰ ἑξῆς." Τουτέστι τὸ κατὰ τὴν προτέραν δύναμιν, οἷόν ἐστι τὸ ἐπιστήμης δεκτικὸν οἷον τὸ παιδίον, ὑπὸ τοῦ ἐνεργείᾳ ἐπιστήμονος εἰς τὴν ἕξιν προαγόμενον. εἰπὼν δ’ ὅπως ἔχει ἡ ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὴν ἐνέργειαν μεταβολή, λέγει νῦν καὶ περὶ τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ πρότερον ἐνεργείᾳ μεταβολῆς, οἷόν ἐστι τὸ εἰς ἐπιστήμην ἀγόμενον παιδίον. τὸ οὖν οὕτω μεταβάλλον, φησίν, οὐδ’ ὅλως πάσχειν φήσομεν· κυρίως γὰρ τὸ πάσχειν ἐπὶ τῶν φθειρομένων λέγεται κατὰ τὴν συνήθη χρῆσιν· ἢ εἰ καὶ τοῦτο λέγοιτο πάσχειν, φησί, δύο τρόπους εἶναι φατέον τοῦ τε πάσχειν καὶ τοῦ ἀλλοιοῦσθαι, τὸ μὲν ὅταν2 εἰς στέρησιν μεταβάλλῃ ἐκ τοῦ εἰδέναι εἰς τὸ μὴ εἰδέναι μεθιστάμενον, ὅπερ ἐστὶ καὶ κυρίως πάθος, ἐπειδὴ τὸ πάθος φθορά τις καὶ εἰς τὸ χεῖρον μεταβολή (κυρίως γὰρ πάσχει τὰ χείρω γινόμενα), καὶ ἔτι ὅταν ἐξ ἐναντίου εἴδους εἰς ἐναντίον μεταβάλλῃ (κἀνταῦθα γὰρ φθορά τις γίνεται τοῦ ἐξ οὗ ἡ μεταβολή, καὶ διὰ τοῦτο πάθος τὸ τοιοῦτο), τὸ δὲ ὅταν εἰς τελειότητα καὶ τὴν φύσιν, τουτέστιν ἐφ’ ὃ πέφυκεν καὶ οὗ ἡ φύσις στοχάζεται, ὡς τὸ ἐπιστήμης δεκτικὸν ὅταν ἤδη δέξηται τὴν ἐπιστήμην. ὅταν γὰρ εἰς ὃ πέφυκε μεταβάλλῃ, εἰς τελειότητά πως καὶ τούτων ἡ μεταβολή, καὶ ἡ ἐπίδοσις εἰς αὐτό, οὐχ ὁμοίως δὲ τῷ τὴν ἕξιν ἔχοντι· ἀπὸ γὰρ στερήσεως εἰς ἕξιν ἐπὶ τούτων ἡ μεταβολή, οὐκ ἀπὸ ἕξεως εἰς ἐνέργειαν. πρότερον μὲν οὖν τὸ πάθος διαιρῶν τὸ μὲν εἶπεν ἐπὶ τῶν ἐξ ἐναντίας ἕξεως εἰς ἐναντίαν μεταβαλλόντων καὶ οὕτω λεγομένων δυνάμει, τὸ δὲ ἐπὶ τῶν ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν προχωρούντων· νῦν δ’ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν δεύτερον οὐδ’ ὅλως ἐστὶ πάθος οὐδ’ ἀλλοίωσις (διὸ οὐδὲ κίνησις ἂν εἴη οὐδὲ διδασκαλία ἡ κατὰ τοῦτο μεταβολή), τὸ δὲ ἐπὶ τοῦ προτέρου δυνάμει διχῶς διεῖλεν, εἴς τε τὸ εἰς στέρησιν μεταβάλλειν, ὅπερ εἶπεν κυρίως πάσχειν καὶ ἀλλοιοῦσθαι, ἢ τὸ εἰς τὴν ἕξιν ἀπὸ στερήσεως, ὅπερ οὔτε πάθος ἐστὶν οὔτε ἀλλοίωσις, ἢ ὁμωνύμως.
“而那从处于潜能起、从处于完全现实且具有教导能力者那里学习并接受知识的事物,等等。” 也就是说,依前一种潜能而言的事物,比如能接受知识者(如小孩),被在现实中拥有知识者引导至习性中。在说明了从第二种潜能向活动的转变是如何的之后,他现在也论述从前一种潜能向前一种现实的转变,正如被引导至知识的小孩那样。因此他说,对于如此转变的事物,“我们将说它根本不遭受受动”;因为严格意义上的受动依日常惯用法而言乃是就那些被消灭之物说的;他说,“或者如果这也说成是遭受受动,则必须说受动与遭受质变有两种方式”:其一,每当它转变进入缺失,从知晓转变为不知晓时,而这也是严格意义上的受动,因为受动是某种消灭与向更差状态的转变(因为变差之物乃在严格意义上受动);进一步,每当它从相反的形式转变为相反的形式时也是如此(因为在此处也发生了转变所由之物的某种消灭,且为此缘故这种事物是受动);其二,每当它向着圆满与自然本性转变时,即向着它生来所适于的目标以及自然本性所意图的目标转变,正如能接受知识者已经接受了知识之时。因为每当它向着生来适于之物转变时,这些事物的转变在某种程度上也是向着圆满的,且其进展是向着自身,然而与拥有习性者并不相同;因为在它们的情形下,转变是从缺失到习性,而不是从习性到活动。因此,先前他在区分受动时,把一种方式说成是在那些从相反习性转变为相反习性且如此被称为潜能者身上的情形,而把另一种说成是在那些从习性前进到活动者身上的情形;但现在并非如此,而是第二种根本不是受动也不是质变(因此依此发生的转变既不是运动也不是教导),而他把处于前一种潜能的情形区分为了两类:其一转变为缺失,他称之为严格意义上的受动与遭受质变;其二从缺失转变为习性,这既非受动亦非质变,或者仅仅是同名异义地如此。
- 2.106Τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοοῦν καὶ τὸ φρονοῦν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον
按非人称结构(δίκαιόν [ἐστι] + 宾格不定式结构)理解。中性主格形容词 δίκαιον 省略了系动词 ἐστί,带冠词分词短语 Τὸ ... εἰς ἐντελέχειαν ἄγον 作不定式 ἔχειν 的逻辑主语(主语宾格),而 οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν ἐπωνυμίαν 为其宾语。斐洛庞奴斯在后文的注疏中虽从受动角度(ἄγηται, οὐ διδάσκεσθαι)进行释义,但引文自身的句法骨架为主动式,即“引导者拥有另一称谓是理所应当的”。
- 2.107δύο τρόπους εἶναι φατέον τοῦ τε πάσχειν καὶ τοῦ ἀλλοιοῦσθαι, τὸ μὲν ὅταν... τὸ δὲ ὅταν...
由动词性形容词 φατέον 引出宾格不定式结构(δύο τρόπους εἶναι)。带冠词不定式 τοῦ τε πάσχειν καὶ τοῦ ἀλλοιοῦσθαι 为修饰 τρόπους 的说明性(同位语式)属格。随后的相关指示代词短语 τὸ μὲν ὅταν ... τὸ δὲ ὅταν ... 构成针对复数名词 τρόπους 的部分同位语(partitive apposition),分别以“当……时”的从句具体展开这两种方式。
