- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:302.18-303.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺将亚里士多德关于“潜能与完全现实的相似性”的论述解释为习性(如知识与感觉)与其固有活动之间的关系。他阐明了感觉如何在无质料的情况下接受可感觉者的形式,并论证了知识的运用并非质变,而是对自身的圆满与保存。
ἐρεῖ δὲ τὰ ὑφ’ ἡμῶν προτεθεωρημένα. εἰπὼν δὲ τὴν μὲν τῶν μεταβολῶν ὑπὸ τοῦ ἐναντίου γίνεσθαι φθείροντος τὸ ἐναντίον, τὴν δὲ ὑπὸ τοῦ ὁμοίου, τὸν τρόπον τῆς ὁμοιότητος τοῦ ποιοῦντος καὶ πάσχοντος ἐδήλωσεν, ἐπενεγκὼν ὅτι οὕτως ὁμοίου ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, ὅπερ ἴσον ἐστὶ τῷ ὡς ἕξις πρὸς τὴν οἰκείαν ἐνέργειαν. ἡ γὰρ ἀπὸ τῆς ἕξεως ἐνέργεια οὕτως ἐστὶν ὁμοία αὐτῇ, ὡς τὸ οἰκεῖον ἔργον καὶ ἡ οἰκεία ἐνέργεια ἑκάστῳ οὗ ἐστιν ἔργον. ὥσπερ οὖν ἐστιν ὁμοία τῇ οἰκοδομικῇ ἢ γεωμετρικῇ ἕξει ἥ τε οἰκοδομικὴ καὶ ἡ γεωμετρικὴ ἐνέργεια, οὕτως ὅμοιον τὸ τὴν ἕξιν ἔχον τῷ τὴν ἐνέργειαν ἔχοντι, ὑφ’ οὗ προάγεται εἰς ἐνέργειαν, τοῦ μὲν ποιοῦντος, τοῦ δὲ πάσχοντος. ἐπεὶ γὰρ τὸ νοεῖν τε καὶ αἰσθάνεσθαι κατὰ τὴν τῶν εἰδῶν λῆψιν τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν γίνεται, ταὐτόν πως τὸ κατ’ ἐνέργειαν νοοῦν καὶ αἰσθανόμενον τοῖς νοητοῖς τε καὶ αἰσθητοῖς. οὕτως οὖν ἡ αἴσθησις δυνάμει ὅπερ τὸ αἰσθητόν, καὶ ὁ νοῦς ὅπερ τὸ νοητόν, ὡς ἡ ἕξις ὁμοία τῇ οἰκείᾳ ἐνεργείᾳ. ὥσπερ οὖν ἡ ἕξις παρούσης τῆς ἐνεργείας τὴν οἰκείαν τελειότητα ἀπολαμβάνει οὐ φθειρομένη οὐδὲ ἀλλοιουμένη, οὕτω καὶ ἡ αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητόν (δυνάμει δὲ τὸ κατὰ τὴν ἕξιν) ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ ὄντος προάγεται εἰς ἐνέργειαν ὁμοιουμένη αὐτῷ οὕτως ὡς πέφυκεν ὁμοιοῦσθαι. ὥσπερ γὰρ τὸν κηρὸν λέγομεν δυνάμει ὅπερ τὸν δακτύλιον, γίνεσθαι δὲ ἐκτυπούμενον ὑπ’ αὐτοῦ ἐνεργείᾳ, ὅπερ ἐκεῖνος,1 οὐχ ὅτι γέγονεν ὁ κηρὸς ὅπερ ὁ δακτύλιος κατὰ τὴν ὕλην, ἀλλ’ ὅτι τὸ ἐκτύπωμα κατὰ τὴν ἐπιφάνειαν ἑαυτοῦ ἐδέξατο, οὕτω δεῖ νοεῖν καὶ ἐπὶ τῶν αἰσθήσεων, ὅταν λέγωμεν γίνεσθαι αὐτὰς ὅπερ τὸ αἰσθητόν, οὐχ ὅτι λευκὴ γίνεται ἡ ὄψις ἢ μέλαινα, ἀλλ’ ὅτι τὰ εἴδη τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης γνωστικῶς ἐν ἑαυταῖς αἱ αἰσθήσεις ἐπιδέχονται. εἰπὼν δὲ σωτηρίαν εἶναι τὴν τοιαύτην πεῖσίν τε καὶ μεταβολὴν τὴν τοῦ οὕτω λεγομένου δυνάμει, ἐδήλωσε πῶς σωτηρία ἐπενεγκὼν θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην. σωτηρία γὰρ τῆς ἕξεως ἡ οἰκεία ἐνέργεια· οἱ γοῦν ἐνεργοῦντες κατὰ τὰς ἕξεις μᾶλλον σώζουσιν αὐτάς. ἅμα δὲ διὰ τούτου ἐξηγήσατο, πῶς εἶπεν τὸ ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, καὶ ἐδήλωσε περὶ ποίας δυνάμεως καὶ ἐντελεχείας ὁ λόγος αὐτῷ, ὅτι περὶ τῆς δευτέρας δυνάμεως τῆς κατὰ τὴν ἕξιν καὶ τῆς δευτέρας ἐνεργείας. αὕτη γὰρ τελείωσίς ἐστι καὶ σωτηρία τῆς οἰκείας δυνάμεως, ὥσπερ τῆς θεωρητικῆς ἕξεώς τε καὶ ἐπιστήμης τελειότης ἐστὶ καὶ σωτηρία αὐτὴ ἡ θεωρία. ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις2 καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως. ὁ γὰρ ἔχων τὴν ἐπιστήμην, εἶτα προχειριζόμενος ταύτης τὰς ἐνεργείας, οὐκ ἂν λέγοιτο κυρίως κατὰ αὐτὴν τὴν τῶν ἐνεργειῶν προχείρισιν πάσχειν τε καὶ ἀλλοιοῦσθαι· οὐδὲ γὰρ μεταβολή τις ἐπὶ τούτου γέγονεν, ἀλλὰ μόνον τελείωσις καὶ φανέρωσις τῆς ἕξεως. ἤτοι οὖν οὐδὲ ἀλλοίωσις αὕτη κυρίως, ἢ εἴ τινι φίλον καὶ ταύτην ἀλλοίωσιν καλεῖν, ἕτερον ἂν εἴη γένος ἀλλοιώσεως καὶ ὁμώνυμον, καὶ οὐ τὸ καθωμιλημένον καὶ λεγόμενον ἐπὶ τῆς κατὰ τὸ ποιὸν μεταβολῆς, ἥντινα καὶ κίνησίν φαμεν. τὸ δὲ εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις δεικτικὸν μάλιστά ἐστιν τοῦ μὴ ἀλλοίωσιν εἶναι τὸ τοιοῦτο, εἴ γε ἀλλοίωσις μὲν μένοντος τοῦ ὑποκειμένου κατὰ τὴν οὐσίαν τοῦ αὐτοῦ κατὰ πάθος ἐστὶ μεταβολὴ ἐξ ἄλλου εἰς ἄλλο, φθειρομένου τοῦ προϋπάρχοντος, τὸ δὲ εἰς τὴν ἑαυτοῦ τελειότητα προϊὸν εἰς ἑαυτὸ τὴν ἐπίδοσιν ποιεῖται, τὸ αὐτὸ μένον καὶ οὐκ ἐξ ἄλλου εἴδους φθαρέντος εἰς ἄλλο μεταβάλλον.
而他将述说我们先前所考量的事情。在说了诸转变中的一种是由消灭相反者的相反者造成的,而另一种则是由相似者造成的之后,他表明了作用者与受动者相似的方式,补充道它是相似的,“正如潜能对完全现实所具有的关系那样”,这等同于“正如习性对其固有的活动那样”。因为源于习性的活动与它自身是相似的,正如固有的功用与固有的活动对于每一件它是其功用的事物那样。因此,正如建造活动与几何学活动与建造习性或几何学习性是相似的,拥有习性者也同样与拥有活动者相似——它是通过后者而被引导至活动中的——其中一者在作用,另一者在受动。因为既然思维与感知是依照对可思维者与可感觉者的形式的接受而发生的,那么在现实中思维和感知之物在某种程度上就与诸可思维者及诸可感觉者是相同的。因此,感觉在潜能上恰是可感觉者,且理智恰是可思维者,正如习性与其固有的活动相似那样。因此,正如在活动临在时,习性重新获得其固有的圆满而既未被消灭也未遭受质变,感觉同样在潜能上恰是可感觉者(而在潜能上乃是依习性而言的),它被在现实中的可感觉者引导至活动中,以它生来适于变得相似的方式变得与它相似。因为正如我们说蜡在潜能上恰是印章,而在被它压印时在现实中生成为它所是的那样,这并非因为蜡在质料上生成为印章所是,而是因为蜡在自身的表面上接受了印记,所以在诸感觉的情形下,每当我们说它们生成为恰是可感觉者所是时,也必须这样来理解,并不是说视觉变白或变黑,而是诸感觉在自身中无质料地以认识的方式接受了可感觉者的诸形式。在说了如此被称为潜能者的这种受动与转变乃是保存之后,他补充道“因为拥有知识者生成为从事观照”,从而表明了它是如何作为保存的。因为固有的活动乃是习性的保存;至少,那些依诸习性从事活动的人更能保存它们。与此同时,他也通过这一点解释了他如何说出“正如潜能对完全现实所具有的关系那样”,并且表明了他的论说所关涉的是何种潜能与完全现实,即这是关于依习性而言的第二种潜能以及第二种活动。因为这正是固有潜能的达致圆满与保存,正如观照自身乃是观照性习性与知识的圆满与保存一样。 “这要么不是遭受质变(因为进展是向着自身且向着完全现实的),要么是另一种类的质变”。因为拥有知识进而将知识的活动准备就绪者,依诸活动的准备就绪自身而言,不会在严格意义上被称为受动和遭受质变;因为在这件事上并未发生任何转变,而只是习性的达致圆满与显现。因此,这要么在严格意义上甚至不是质变,要么如果有人乐意将此也称为质变,这也将是另一种类的、同名异义的质变,而不是人们在依性质发生转变的情形中所述说且通用的质变——这后者我们也称之为运动。而“因为进展是向着自身”这句话,尤其表明这种事物并不是质变;如果说质变至少是在基底依实体保持同一的同时依受动从一物到另一物的转变,伴随着预先存在之物的消灭;而前进向其自身圆满之物乃是向着自身完成进展,保持着同一,而不是从另一种被消灭的形式转变为另一种形式。
- 2.104ὥσπερ τὸν κηρὸν λέγομεν δυνάμει ὅπερ τὸν δακτύλιον, γίνεσθαι δὲ ἐκτυπούμενον ὑπ’ αὐτοῦ ἐνεργείᾳ, ὅπερ ἐκεῖνος
前半句 ὅπερ τὸν δακτύλιον 中,δακτύλιον 受宾格主语 τὸν κηρόν 吸引而为宾格;后半句 ὅπερ ἐκεῖνος 中则未发生格的吸引,直接保留了主格代词 ἐκεῖνος。两者均为表语性同位结构,表“恰是彼物所是”。
- 2.104εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις
虽然 αὐτό 本身是指示代词,但斐洛波诺在紧随其后的句子中将其改述为 εἰς ἑαυτὸ τὴν ἐπίδοσιν ποιεῖται(“向着自身完成进展”),表明此处 αὐτό 被解作反身代词 ἑαυτό(“向着自身”)。
