- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:301.1-302.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》417b2,阐明受动与质变被区分为导向消灭的严格意义与导向圆满或活动发挥的广义(保存),并结合第一、第二潜能与现实的区别对此进行了讨论。
" Οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον." Διελόμενος τὰ διάφορα σημαινόμενα τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ τὸ πάσχειν ἁπλοῦν ἐστι, ταὐτὸν λαμβάνων τὸ πάσχειν καὶ τὸ ἀλλοιοῦσθαι, ὡς δῆλον αὐτὸς ποιεῖ μετ’ ὀλίγον. εἰπὼν γὰρ ὅτι “τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ ἤτοι οὐδὲ πάσχειν φατέον”, τοῦτο εἰπὼν ἐπήνεγκε τὸ “ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως”, ταὐτὸν λέγων τὸ πάσχειν καὶ ἀλλοιοῦσθαι. διττὸν οὖν φησι τὸ πάσχειν, τὸ μὲν εἰς φθορὰν ἄγον, ὅπερ ἐστὶ καὶ κυρίως πάθος τε καὶ ἀλλοίωσις, τὸ δὲ εἰς τελειότητα, ὅπερ οὐ κυρίως λέγεται πάθος οὐδὲ ἀλλοίωσις, ἀλλὰ γένεσις μᾶλλον. καὶ ἵνα συντόμως εἴπω, διττοῦ ὄντος τοῦ δυνάμει, εἰ μὲν ἐκ τοῦ δευτέρου δυνάμει, ὅπερ ἦν τὸ κατὰ τὰς ἕξεις, εἰς τὴν ἐνέργειαν μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν, εἴ γε ἀλλοιοῦσθαι λέγεται, οἷον τὸ λευκαινόμενον ἢ μελαινόμενον, ὅπερ μένον κατὰ τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον τὸ αὐτὸ κατὰ παθητικὴν ποιότητα μεταβολὴν ἴσχει, ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλον φθειρομένης τῆς ἕξεως μετέβαλλεν.1 τὸ δὲ ἐκ τοῦ τὴν ἕξιν ἔχειν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν μεταβάλλον οὐ κατά τινα ποιότητα τὴν μεταβολὴν ἴσχει· οὐδὲ γὰρ φθαρείσης ἄλλης ποιότητος εἰς ἄλλην μετέβαλλεν, ἀλλὰ τῆς αὐτῆς ἕξεως μενούσης τὴν ἐνέργειαν μόνην προεχειρίσατο. οὐ γὰρ δὴ ἀλλοιοῦσθαι φήσαιμεν ἂν τὸν οἰκοδόμον ἐκ τοῦ μὴ οἰκοδομεῖν εἰς τὸ οἰκοδομεῖν μεταβάλλοντα, ἢ τὸν γεωμέτρην, ἡνίκα προχειρίζεται τὰ θεωρήματα. ἡ μὲν οὖν ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ μεταβολὴ προφανὲς ὅτι οὐδ’ ἂν ὑπονοηθείη ἀλλοίωσις, ἢ εἴ τινι φίλον καὶ ταύτην ἀλλοίωσιν καλεῖν, ἕτερον ἂν εἴη, φησί, τοῦτο γένος ἀλλοιώσεως, καὶ οὐχ ὥσπερ ἐν τῇ συνηθείᾳ λέγεται· τοῦτο δέ ἐστιν ἡ μεταβολὴ ἡ κατὰ τὰς παθητικὰς ποιότητας, ὅταν ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλῃ τὸ μεταβάλλον, τοῦ ὑποκειμένου τοῦ αὐτοῦ μένοντος. ἡ δὲ ἐκ τοῦ προτέρου δυνάμει ἐπὶ τὸ δεύτερον δυνάμει, πρῶτον δ’ ἐνεργείᾳ μεταβολή, εἰ μὲν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλοι, ἀλλοίωσίς ἐστιν, ὡς ὅταν τι ἐκ θερμοῦ ψυχρὸν γίνηται καὶ ἐκ λευκοῦ μέλαν· δυνάμει γὰρ τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον· ὅταν δὲ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλῃ, γένεσίς ἐστι τοῦτο καὶ οὐκ ἀλλοίωσις, ὡς ὅταν ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος γίνηται καὶ ἐξ οὐ πυρὸς πῦρ, καὶ ἐπὶ τῶν ὁμοίων. ἢ οὖν οὐδὲ τοῦτο κυρίως ἀλλοίωσις, ἀλλὰ γένεσις ἁπλῶς, ἢ δύο τρόποι εἶεν ἂν ἀλλοιώσεως, ἥ τ’ ἐκ στερήσεως εἰς εἶδος μεταβολὴ καὶ ἡ ἐξ ἐναντίου εἰς ἐναντίον. ἔστι δ’ ἡ μὲν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολή τις γένεσις καὶ τίς φθορά, καὶ 〈οὐχ〉 ἁπλῶς γένεσις, ὡς ἐν τῷ Περὶ γενέσεως εἴρηται, φθορὰ μὲν τοῦ ἐξ οὗ μετέβαλλεν, γένεσις δὲ τοῦ εἰς ὃ μετέβαλλεν. οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ ὁμοίου. δοκεῖ μὲν πᾶν τὸ ἐκ δυνάμει ὄντος εἰς ἐντελέχειαν μεταβάλλον πάσχειν τε καὶ ἀλλοιοῦσθαι, οὐ μὴν οὕτως ἔχει. ὅθεν καὶ αὐτὸς χρησάμενος ἐπὶ παντὸς τοῦ ἐκ δυνάμει εἰς ἐνέργειαν μεταβάλλοντος τῷ τοῦ πάθους ὀνόματι, ταὐτὸν δ’ εἰπεῖν τῷ τῆς ἀλλοιώσεως (εἶπε γὰρ ὅτι ‘τὸ μέν ἐστι φθορὰ ὑπὸ τοῦ ἐναντίου’· φθείρεται γὰρ τὸ μέλαν ἐπιγινομένου τοῦ λευκοῦ· ἔστι δὲ τοῦτο τὸ πρότερον δυνάμει· δυνάμει γὰρ τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον, ἐπειδὴ πέφυκεν εἰς αὐτὸ μεταβάλλειν· ‘τὸ δὲ τελειότης’· τελειότης γὰρ τοῦ οἰκοδόμου καὶ τῶν λοιπῶν ἐπιστημόνων τὸ ἐνεργεῖν κατὰ τὴν ἕξιν) ἐνταῦθα κοινῶς κατὰ παντὸς τοῦ δυνάμει τὸ πάσχειν κατηγορήσας, τοῦτο δέ ἐστι τὸ ἀλλοιοῦσθαι, διὰ τὸ μὴ πεφροντικέναι τὴν συνήθειαν ἐπὶ τούτων διαφορᾶς ὀνομάτων, διαρθρώσει τὸν λόγον ἐφεξῆς καὶ ἐρεῖ,2 τί μέν ἐστι κυρίως ἀλλοίωσις, τί δὲ ἢ οὐδὲ ὅλως ἀλλοίωσις ἢ τὸ ὅλον τοῦτο ὁμώνυμος ἀλλοίωσις.
“然而受动也不是单一的,而是一方是在相反者作用下的某种消灭,另一方则毋宁是保存。” 在区分了“在潜能中”与“在现实中”的各种含义之后,他现在意图表明受动也不是单一的,将受动与遭受质变视为同一回事,正如他自己在稍后明确指出的那样。因为在说了“从在潜能中的状态进行学习并通过在完全现实中且能够施教者的作用而接受知识之物,要么应当说它甚至未曾受动”之后,说了这些之后他又补充道“要么存在着两种质变的方式”,将受动与遭受质变说成同一回事。因此他说受动是双重的:一种导向消灭,这正是严格意义上的受动与质变;另一种则导向圆满,这在严格意义上既不被称为受动也不被称为质变,而毋宁被称为生成。简而言之,潜能既然是双重的,如果它是从第二种潜能——即依诸习性而言的潜能——转变为活动,那就根本不是质变也不是受动;如果说遭受质变至少是被说成如变白或变黑之物那样,在实体和基底上保持同一的同时依受动性质经受变化,即在习性被消灭的同时从一种相反性质转变为另一种相反性质。但那从拥有习性而未活动转变为从事活动之物,并非依某种性质经受转变;因为并不是在另一种性质被消灭时转变为另一种性质,而是在同一习性保持不变的同时,仅仅将活动准备就绪。因为我们绝不会说从不建造转变为建造的建筑师遭受了质变,或者几何学家在将诸定理准备就绪时遭受了质变。因此,从第二种潜能向第二种现实的转变甚至不会被猜测为质变,这是显然的;或者如果有人乐意将此也称为质变,他说,这也将是另一种类的质变,而不是日常习惯用法中所述说的那样;而这[日常用法中的质变]乃是依受动性质而言的转变,即在基底保持同一的同时,发生转变之物从相反性质转变为相反性质。另一方面,从较先的潜能向第二种潜能——即第一种现实——的转变,如果是从相反者转变为相反者,则是质变,例如某物从热变为冷、从白变为黑;因为相反者在潜能上恰是其相反者。然而,每当它从匮乏转变为形式时,这是生成而非质变,例如从非人生成为人、从非火生成为火,以及在类似的情形中。因此,要么这在严格意义上也不是质变,而是单式的生成;要么质变便会有两种方式,即从匮乏向形式的转变,以及从相反者向相反者的转变。然而,从相反者向相反者的转变是某种生成和某种消灭,正如在《论生成与消灭》中所说的那样,它不是单式的生成,对于转变所由之物而言是消灭,而对于转变所向之物而言则是生成。“然而受动也不是单一的,而是一方是在相反者作用下的某种消灭,另一方则毋宁是在完全现实中且相似者的作用下对在潜能中之物的保存。”凡是从在潜能中的状态转变为完全现实之物,似乎都在受动和遭受质变,但事实绝非如此。由此,他本人对于凡是从潜能向活动转变之物也使用了“受动”的名称——换言之即“质变”的名称(因为他说“一方是在相反者作用下的消灭”——因为在白色产生时黑色被消灭,而这乃是较先的潜能;因为相反者在潜能上恰是其相反者,既然它生来适于转变为它;“另一方则是圆满”——因为依习性从事活动乃是建筑师及其他有知识者的圆满),在这里由于日常习惯在这些事情上未曾注意名称的区别,因而普遍地将受动——即遭受质变——述谓于一切在潜能中的事物之后,他接下来将使论说条理分明,并阐明何为严格意义上的质变,何者要么根本不是质变,要么纯粹是同名异义的质变。
- 2.104εἰ μὲν ἐκ τοῦ δευτέρου δυνάμει, ὅπερ ἦν τὸ κατὰ τὰς ἕξεις, εἰς τὴν ἐνέργειαν μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν, εἴ γε ἀλλοιοῦσθαι λέγεται, οἷον τὸ λευκαινόμενον ἢ μελαινόμενον, ὅπερ μένον κατὰ τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον τὸ αὐτὸ κατὰ παθητικὴν ποιότητα μεταβολὴν ἴσχει, ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλον φθειρομένης τῆς ἕξεως μετέβαλλεν.
句子的核心骨架是“εἰ μὲν ... μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν”(如果……转变,那就根本不是质变也不是受动)。随后的“εἴ γε ἀλλοιοῦσθαι λέγεται...”是表示限定或理由的前提条件从句(“如果至少遭受质变被说成是如……”)。句末的“φθειρομένης τῆς ἕξεως μετέβαλλεν”是承接关系代词 ὅπερ 引导的分句的谓语部分,对前面“从相反性质向相反性质转变”并伴随习性消灭的过程作了重申与完结。
- 2.104ὅθεν καὶ αὐτὸς χρησάμενος ἐπὶ παντὸς τοῦ ἐκ δυνάμει εἰς ἐνέργειαν μεταβάλλοντος τῷ τοῦ πάθους ὀνόματι, ταὐτὸν δ’ εἰπεῖν τῷ τῆς ἀλλοιώσεως (...) ἐνταῦθα κοινῶς κατὰ παντὸς τοῦ δυνάμει τὸ πάσχειν κατηγορήσας, τοῦτο δέ ἐστι τὸ ἀλλοιοῦσθαι, διὰ τὸ μὴ πεφροντικέναι τὴν συνήθειαν ἐπὶ τούτων διαφορᾶς ὀνομάτων, διαρθρώσει τὸν λόγον ἐφεξῆς καὶ ἐρεῖ
这是一个带有长距离倒置(hyperbaton)的复杂句结构。主语是 αὐτός(亚里士多德),两个分词 χρησάμενος 和 κατηγορήσας 夹带着长篇的括号内解释,统领并依附于主要谓语将来时动词 διαρθρώσει(将使之条理分明)和 ἐρεῖ(将阐明)。在括号中引述和解说之后,κατηγορήσας 对先前的 χρησάμενος 进行了呼应与承接。
