- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:299.24-300.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯详细阐释了亚里士多德所区分的第一潜能(接受能力、质料)与第二潜能(习性的拥有)及其各自的转变方式。他指出前者伴随着通过学习以及从相反习性而来的转变(严格意义上的质变或生成),而后者则并非通过质变,而是仅仅将习性运用于现实活动之中。
" Ἑκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον δυνατός ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἄν μή τι κωλύσῃ τῶν ἔξωθεν." Ὁ γὰρ ἄνθρωπος κοινῶς ἐπιστήμων λέγεται, ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἐπιστήμης δεκτική ἐστι· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ γένος καὶ ἡ ὕλη, ἀντὶ τοῦ ἡ φύσις αὐτὴ τοῦ ἀνθρώπου καὶ αὐτὸ τὸ ὑποκείμενον· γένος γὰρ λέγει καὶ τὸ ὑποκείμενον. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὴν ὕλην ἔφαμεν δυνάμει· πᾶσα γὰρ ὕλη δυνάμει ἐστὶν ἐκεῖνο οὗ ἔστιν ὕλη, τῷ δύνασθαι δέξασθαι αὐτό.1 ἄλλο δὲ σημαινόμενον τοῦ δυνάμει λέγεται ἐπὶ τοῦ τὴν ἕξιν ἔχοντος ἤδη καὶ μὴ ἐνεργοῦντος, ὅτι θελήσας ἐνεργῆσαι ἐνεργήσειεν ἄν, εἰ μή τι κωλύσῃ· ὥστε ἐν δυνάμει καὶ οὗτος. ὁ δὲ πρὸς τῷ ἕξιν ἔχειν καὶ ἐνεργῶν κατ’ αὐτὴν οὗτος ἤδη ἐντελεχείᾳ λέγεται εἶναι. τὴν δὲ κατ’ ἐνέργειαν ἐπιστήμην ἔδειξε διὰ τοῦ προσθεῖναι τόδε τὸ ἄλφα· οὗτος γὰρ ὁ κατὰ τὴν γραμματικὴν ἐνεργῶν, ὁ λέγων ἢ γράφων τὸ ἄλφα.
“但这二者中的每一方都不是以同一种方式具有潜能,而是一方由于其属和质料是如此这般的,另一方则由于只要愿意就能够进行沉思,除非受到某些外在事物的阻碍。” 因为人在普遍意义上被称为是有知识的,乃是因为人的本性能够接受知识;因为对他[亚里士多德]而言,“属和质料”就意味着这一点,用以指代人的本性自身以及基底自身;因为他也把基底称为“属”。按照这一含义,我们也曾称质料为在潜能中;因为一切质料都由于能够接受某物,而在潜能上是〔自身〕作为其质料的那个东西。而“在潜能中”的另一种含义,则是在谈论已经拥有习性但并未活动的事物时所使用的,因为只要希望从事活动,若无阻碍它便会从事活动;因此这一事物也是在潜能中的。与此相对,在拥有习性之外更依其从事活动者,现在则被称为在完全现实中存在。而他通过附加“这个阿尔法”指明了现实中的知识;因为依照文法从事活动者,正是那个说出或书写阿尔法的人。
"Ἀλλ’ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις ἐξ ἐναντίας μεταβάλλων ἕξεως." Ἐπὶ παραδειγμάτων δείκνυσι τίνι διαφέρουσιν οἱ εἰρημένοι τρόποι τοῦ δυνάμει, ὅτι ὁ μὲν κατὰ τὸ πρῶτον σημαινόμενον τῆς δυνάμεως δυνάμει ὢν ἐπιστήμων εἰς τὸ ἔχειν τοῦτο ὃ δύναται διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις οὗτος ἐξ ἐναντίας ἕξεως μεταβάλλων ἐπιστήμων γίνεται. ἢ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλει ἤγουν ἀπὸ ψευδοῦς δόξης ἐπὶ τὴν ἀληθῆ, ὧν τὸ μὲν πρῶτον ἀπὸ στερήσεως εἰς εἶδός ἐστι μεταβολή, καὶ ἔστι γένεσις καὶ οὐκ ἀλλοίωσις, τὸ δὲ δεύτερον ἐξ ἐναντίας ἕξεως μεταβολὴ εἰς τὴν ἐναντίαν,2 καὶ ἔστι κυρίως ἀλλοίωσις· ἡ γὰρ ἀλλοίωσις μεταβολή ἐστιν ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον, τοῦ αὐτοῦ ὑποκειμένου μένοντος. ἀλλοίωσις μὲν οὖν αὕτη· αὐτὸς δὲ ὁλοσχερέστερον νῦν τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴν ἀλλοίωσιν εἰπὼν μετ’ ὀλίγον καὶ τοῦτο διορθώσει καὶ διοριεῖται ἐπὶ τίνος κυρίως ἡ ἀλλοίωσις λέγεται. τὸν δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν ἐπιστήμην, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν προχωροῦντα, ἐφ’ οὗ ἦν τὸ ὕστερον σημαινόμενον τοῦ δυνάμει, οὐ δι’ ἀλλοιώσεώς φησιν οὐδὲ διὰ μεταβολῆς γίνεσθαι,3 ἀλλὰ τρόπον ἄλλον ἐκ τοῦ τοιούτου δυνάμει γίνεσθαι τὸ ἐνεργείᾳ, ὁμοίως καὶ ἐπὶ τοῦ τὴν ἐπιστήμην ἔχοντος, μὴ ἐνεργοῦντος δέ, καὶ ἐπὶ τοῦ τὴν αἴσθησιν· ἄλλον δὲ τρόπον λέγων ὅτι οὐκ ἀλλοιότερος γίνεται ὁ τοιοῦτος, ἀλλὰ μόνον τὴν ἐνέργειαν προχειρίζεται. ὄντος οὖν διττοῦ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸ μὲν δυνάμει πᾶν πρὸς ἀπουσίαν τινὸς λέγεται εἶναι δυνάμει, τὸ δ’ ἐνεργείᾳ πρὸς παρουσίαν τῆς ἐνεργείας· τὸ μὲν γὰρ πρῶτον δυνάμει πρὸς ἀπουσίαν καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας λέγεται, τὸ δὲ δεύτερον πρὸς τὴν ἀπουσίαν τῆς ἐνεργείας.
“然而一方是通过学习而经受质变,且屡屡是从相反的习性转变而来的。” 他通过实例阐明了潜能的上述诸种方式有何不同:依照潜能的第一种含义在潜能上有知识的一方,通过学习经受质变而进至拥有其所能接受之物,且屡屡从相反的习性转变而来,由此成为有知识者。因为他要么是从无知转变为认知,要么是从虚假的意见转变为真实的意见;在二者之中,前者是从匮乏向形式的转变,是生成而非质变,而后者则是从相反的习性向其对立面的转变,因而是严格意义上的质变;因为质变是在同一基底保持不变的同时,从已被赋予形式之物向已被赋予形式之物的转变。因此,这便是质变;但他本人眼下虽然较为粗略地把从潜能向现实的转变称为质变,不久之后亦会对此予以修正,并明确界定质变在严格意义上是针对什么被述说的。另一方面,对于从拥有感觉或知识但未活动进而从事活动者——后一种潜能的含义正是适用于此——他指出这并非通过质变亦非通过转变而生成,而是以另一种方式从这种潜能生成现实中的存在,在拥有知识而未活动者身上以及在〔拥有〕感觉者身上皆是如此;而他说“以另一种方式”,是因为这样的人并未发生任何质变,而仅仅是将活动准备就绪。因此,既然潜能与现实皆是双重的,一切在潜能中的事物便都是相对于某种事物的缺失而被说成在潜能中,而在现实中的事物则是相对于活动的现前被述说的;因为第一种潜能是相对于习性与活动的双重缺失而言的,而第二种潜能则是相对于活动的缺失而言的。
- 2.102τῷ δύνασθαι δέξασθαι αὐτό
带冠词不定词的与格短语,表示原因或方面(“由于能够接受某物”)。δύνασθαι 指质料接受形式的潜能,αὐτό 指向前文先行词 ἐκεῖνο 所代表的事物。
- 2.103ὧν τὸ μὲν πρῶτον ἀπὸ στερήσεως εἰς εἶδός ἐστι μεταβολή ... τὸ δὲ δεύτερον ἐξ ἐναντίας ἕξεως μεταβολὴ εἰς τὴν ἐναντίαν
关系代词 ὧν 是部分属格,指代紧接其前的两种转变(从无知到认知,以及从虚假意见到真实意见)。随后的 τὸ μὲν πρῶτον 与 τὸ δὲ δεύτερον 分别作为二者的对应主语,将前者界定为“从匮乏向形式的转变(生成)”,将后者界定为“从相反习性向相反者的转变(严格意义上的质变)”。
- 2.103τὸν δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν ἐπιστήμην, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν προχωροῦντα ... οὐ δι’ ἀλλοιώσεώς φησιν οὐδὲ διὰ μεταβολῆς γίνεσθαι
宾格分词短语 τὸν ... προχωροῦντα 采用了前置先取结构(prolepsis),作为 φησίν 的宾语或不定词 γίνεσθαι 的逻辑主语。随后的谓语部分由不定词 γίνεσθαι 构成,并在后文将主语重述为中性表达(“从这种潜能生成现实中的存在”)。
