← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§298.24-299.23

潜能与实现的区分及潜能的双重含义

针对亚里士多德为阐明感觉本性而引入潜能与实现的区分(417a21–22),斐洛庞努斯评述了此前未加限定的用语,并阐明了潜能的双重含义:作为资质的潜能与拥有习性但未施展的潜能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.99

" Διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας." Μέλλων διαίρεσιν ποιεῖσθαι τοῦ πάσχειν καὶ τοῦ ἐνεργεῖν καὶ δείξειν αὐτῶν τὴν διαφοράν (εἶπεν γὰρ ὅτι νῦν τέως ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν) φησὶ δεῖν διαίρεσιν ποιήσασθαι καὶ δυνάμεως καὶ ἐντελεχείας. ἐχρήσατο γὰρ τῷ τῆς δυνάμεως ὀνόματι ἐπὶ τῆς αἰσθήσεως καὶ ἔλυσε τούτῳ τὴν ἀπορίαν ἣν ἠπόρησε, διὰ τί ἡ αἴσθησις οὐκ αἰσθάνεται αὑτῆς. ἀλλὰ καὶ διεῖλε τὴν αἴσθησιν εἰς τὴν δυνάμει καὶ εἰς τὴν ἐνέργειαν κατὰ τὰ αὐτὰ τῷ αἰσθάνεσθαι· καὶ γὰρ τοῦτο ἔδειξε διχῶς λεγόμενον. ἐπεὶ οὖν μὴ ἁπλοῦν ἐστι τὸ ὄνομα τῆς δυνάμεως, καθόλου περὶ δυνάμεως καὶ ἐντελεχείας διαστείλασθαι προαιρεῖται, τίνι τε ἀλλήλων διαφέρει, καὶ τί ἐστιν ἕκαστον αὐτῶν, καὶ ποσαχῶς τὸ δυνάμει. δι’ ὧν δείξει ἅμα ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ἡ κατ’ ἐνέργειαν ἀλλοίωσις οὐδὲ κίνησις· οὐ γὰρ τὸ ὁπωσοῦν δυνάμει ὂν εἰς τὴν ἐνέργειαν μεταβάλλον ἀλλοιοῦται, ᾧ μέχρι νῦν ὡς οὕτως ἔχοντι, διὰ τὸ μὴ διῃρῆσθαι ποσαχῶς τὸ δυνάμει, ἐκέχρητο.1

“但对于潜能与实现亦须予以区分。” 既然他将要对承受作用与活动做出区分并阐明它们的不同(因为他说过,我们暂且把承受作用、被运动与活动当作是同一回事来谈论),他说我们对于潜能与实现亦须做出区分。因为他在感觉的事情上使用了“潜能”这一名称,并以此解决了自己所提出的疑难,即感觉为何不能感知自身。而且,他还把感觉区分为潜能上的与现实中的,正如对“感知”所做的一样;因为他指出了这也是按两种方式述说的。既然潜能这一名称并非单纯,他便决定对潜能与实现做出普遍的区分,探讨它们彼此有何不同,它们各自是什么,以及潜能在多少种意义上被述说。通过这些,他将同时表明现实中的感觉既非质变亦非运动;因为并非任何潜能之物在转变为现实时都是在经受质变,而此前由于未曾区分潜能有多少种意义,他一直将其当作是如此这般的来使用的。

§2.100

"Νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν." Ἁπλῶς, τουτέστιν ἀδιορίστως περί τε τῆς δυνάμεως καὶ ἐντελεχείας λέγομεν μὴ εἰδότες τὴν διαφορὰν αὐτῶν, καὶ τί ἕκαστον σημαίνει, καὶ ποσαχῶς λέγεται. νῦν δὲ εἶπεν, ἐπειδὴ τῷ μὲν δυνάμει ἐπὶ τῆς αἰσθήσεως πρὸ ὀλίγου ἐχρήσατο, τῷ δὲ ἐνεργείᾳ ὄντι καὶ τῇ ἐνεργείᾳ ἐπὶ τοῦ ποιεῖν καὶ πάσχειν· πάντα γὰρ πάσχειν ἔφη ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος· ἢ νῦν εἶπε μέχρι τῆς ὑπ’ αὐτοῦ γενομένης διαιρέσεως τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ.2

“因为现在我们是单纯地谈论它们。” “单纯地”,也就是说,我们对于潜能与实现是不加规定地谈论,尚不知晓它们的差异,各自意味着什么,以及在多少种意义上被述说。他说“现在”,是因为不久前他在感觉的事情上使用了“在潜能中”,而在施加作用与承受作用的事情上使用了“在现实中存在”与“现实”;因为他说过,凡事物皆承受促成性的且现实存在之物的作用。或者说,他是指截至由他自己做出潜能与现实的区分之前的那段叙述而言称作“现在”。

§2.101

"Ἔστι μὲν γὰρ οὕτως ἐπιστῆμόν τι ὡς ἄν εἴποιμεν ἄνθρωπον ἐπιστήμονα, ὅτι ὁ ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην." Διαστέλλεται τὸ δυνάμει καὶ δείκνυσι διττόν. καὶ γὰρ τὸ πεφυκὸς καὶ δυνάμενον τὴν ἕξιν δέξασθαι δυνάμει τοιοῦτον λέγομεν, ὡς τὸν ἄνθρωπον ἐπιστήμονα δυνάμει λέγομεν, ὅτι ἡ φύσις αὐτοῦ ἐπιστήμης ἐστὶ δεκτική, καθ’ ὃ σημαινόμενον καὶ τὴν ὕλην λέγομεν δυνάμει, καὶ ἔτι δυνάμει λέγομεν τὸ ἤδη τὴν ἕξιν ἔχον καὶ μὴ ἐνεργοῦν κατ’ αὐτήν· καὶ γὰρ ὁ μουσικὸς ὅταν μὴ ἐνεργῇ, δυνάμει λέγεται μουσικός. αὕτη δέ ἐστιν ἡ δύναμις, ἣν ἐν τοῖς ἔμπροσθεν εἶπεν τὴν πρώτην ἐντελέχειαν, ἐν ᾗ καὶ τὴν ψυχὴν ἔδειξεν οὖσαν· ἐν μεθορίῳ μὲν γάρ ἐστι τῆς τε πρώτης δυνάμεως καὶ τῆς δευτέρας ἐνεργείας· διὸ καὶ ἀμφοτέρως ὀνομάζεται. καὶ τίς ἡ τοῦ δυνάμει ἑκατέρου διαφορά, διαστέλλεται σαφῶς λέγων.

“因为某物是有知识的,其情形正如我们可以说人是有知识的,因为人属于有知识和拥有知识者之列。” 他区分了潜能之物,并表明它是双重的。因为凡依本性能够接受习性者,我们称其为在潜能上是如此的,正如我们说人在潜能上是有知识的,因为人的本性能够接受知识,按这一含义我们也称质料是在潜能中的;此外,我们亦把已经拥有习性但并未依照该习性而活动者称为在潜能中的;因为音乐家在不从事活动时,亦被称为在潜能上的音乐家。这也就是他在前文中称为第一实现的那种潜能,他表明灵魂亦处于其中;因为它介于第一潜能与第二现实的交界处;因此它兼具二者的名称。至于这两种潜能各自的区别是什么,他正清晰地加以区分并阐述。

语法注2 条
  1. 2.99ᾧ μέχρι νῦν ὡς οὕτως ἔχοντι, διὰ τὸ μὴ διῃρῆσθαι ποσαχῶς τὸ δυνάμει, ἐκέχρητο.

    关系代词 ᾧ 为中性与格,充当动词 ἐκέχρητο(支配与格)的宾语;其先行词是前一否定句中所否定的假设,即“凡潜能转化为现实皆为质变”这一前提。分词短语 ὡς οὕτως ἔχοντι 意为“当作是如此这般成立的”。

  2. 2.100ἢ νῦν εἶπε μέχρι τῆς ὑπ’ αὐτοῦ γενομένης διαιρέσεως τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ.

    与前文由 ἐπειδή 引导的解释(“他说‘现在’是因为……”)相对,连词 ἤ 引入了另一种解释,将 νῦν 视为引语或指代一定范围:“或者说,他用‘现在’是指截至由他自己做出潜能与现实的区分之前”。介词短语 μέχρι... 界定了 νῦν 所指的时段或叙述范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:298.24-299.23