- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:297.12-298.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯分析了介于倏然的完全活动与不完全运动之间的推论理智的性质,阐明了活动、运动与受作用三者的外延层级及其同名异义的同一性基础,并基于施动者与受动者在潜能上的同类性与现实上的相异性解释了承受作用的发生过程。
μεταξὺ δὲ τούτων εἰσὶν αἱ διανοητικαὶ κινήσεις ἤτοι ἐνέργειαι, καὶ εἴ τι ταύταις ὅμοιον, αἵτινες οὔτε κυρίως κινήσεις εἰσίν (οὐ γάρ ἐστι μεταβολὴ τῆς ἕξεως) οὔτε καθάπαξ ἐνέργειαι· οὐδὲ γὰρ ὁμοίως ἔχουσιν ἐν παντὶ μέρει χρόνου, οὐδὲ ἀθρόα αὐτῶν ἀπὸ τῆς ἕξεως ἡ προβολὴ γίνεται, ἀλλὰ ἄλλη πρὸ ἄλλης πρότασις, ἔσχατον δὲ τὸ συμπέρασμα. οὔτε οὖν ἁπλῶς κίνησις τὸ τοιοῦτον οὔτε ἁπλῶς ἐνέργεια, εἰ μὴ τὴν κυρίως ἐνέργειαν διέλοι τις εἴς τε τὴν ἀθρόαν καὶ ἀμερῆ καὶ εἰς τὴν μεριστήν. ὅθεν καὶ ἐν τοῖς ἔμπροσθε καὶ τὴν διάνοιαν κίνησιν ἔλεγεν εἶναι τοῦ συναμφοτέρου. ἀλλὰ καὶ ἡ διάνοια καθ’ ἕκαστον τῶν ὅρων ἀθρόαν ἴσχει τὴν προσβολήν, καὶ ἔστιν ἕκαστον ὡς γνωστόν τι λαβεῖν, ὅπερ ἐπὶ τῆς κινήσεως, τῆς φυσικῆς λέγω, οὐ συμβαίνει. εἰ γὰρ καὶ ἀθρόον ἑκάστην τῶν προσαποδεδομένων κινεῖται,1 ἀλλ’ οὐ πάντως καὶ τέλος φυσικὸν τὸ τοιοῦτον ἐνδέχεται γενέσθαι, οἷον ὡς ἐπὶ τῶν κατὰ τόπον κινουμένων τὸ μεταξύ· οὔτε γὰρ τῶν βαρέων οὔτε τῶν κούφων φυσικὸν τοῦτο πέρας. ταύτῃ οὖν ἐνέργειά πως καὶ ἡ διάνοια. ὥσπερ οὖν ἐπὶ πλέον ἡ ἐνέργεια τῆς κινήσεως, οὕτω καὶ ἡ κίνησις τοῦ πάθους. τὸ μὲν γὰρ πάσχον καὶ κινεῖταί πως· οὐκ ἄνευ γὰρ κινήσεως τὸ πάθος· τὸ κινούμενον δὲ οὐ πάντως καὶ πάσχει· οὐ γὰρ δὴ πάθος καὶ ἡ κατὰ τόπον κίνησις. τὸ γὰρ πάσχειν πρὸς τὸ ποιεῖν λέγεται, ποιεῖν δέ ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν· ἐκ γὰρ τῆς ποιότητος τὸ ποιεῖν· καὶ πάσχειν ἄρα ἐστὶ τὸ κατὰ ποιότητα κινεῖσθαι καὶ μεταβάλλεσθαι. ὥστε εἰ κίνησις μὲν ἐν ταῖς τρισὶ κατηγορίαις, ποσῷ, ποιῷ, ποῦ, τὸ πάσχειν μόνως ἐν τῷ ποιῷ, ἐπὶ πλέον ἄρα ἡ κίνησις τοῦ πάθους· ἡ δ’ ἐνέργεια τῆς κινήσεως. πῇ δὲ τὰ αὐτά, διότι τίς μὲν ἐνέργεια κίνησις, τὶς δὲ κίνησις πάθος. οὐχ ὡς γένος δὲ ἡ ἐνέργεια τῆς κινήσεως κατηγορεῖται, οὐδὲ ἡ κίνησις τοῦ πάθους, ἀλλ’ ὡς ὁμώνυμος φωνή.2 δείξει μὲν αὐτῶν μετ’ ὀλίγον τὴν διαφοράν, ὡς εἶπον· νῦν δὲ ὡς τῶν αὐτῶν ὄντων λέγει, πῶς καὶ ὑπὸ τίνος κινεῖταί τε καὶ πάσχει τὸ πάσχον. ὅλως δὲ κέχρηται τούτοις ὡς τοῖς αὐτοῖς, ὅτι τε πῇ ταὐτά εἰσιν, ὡς εἴπομεν, καὶ αὐτὸς τῇ συνηθείᾳ ἑπόμενος ἐχρήσατο τούτοις ὡς τοῖς αὐτοῖς· καὶ ἀνωτέρω γοῦν, ἔνθα ἔλεγε τὴν ψυχὴν αἰτίαν εἶναι ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἔλεγεν αὐτὴν καὶ ἀλλοιώσεως αἰτίαν εἶναι· εἶναι γὰρ τῆς αἰσθήσεως αἰτίαν, ταύτην δὲ ἀλλοίωσιν εἶναι· ἡ δὲ ἀλλοίωσις πάθος. ὡς τῶν αὐτῶν οὖν ὄντων ἐπὶ τῆς αἰσθήσεως τοῦ τε ἐνεργεῖν καὶ κινεῖσθαι καὶ πάσχειν, περὶ τοῦ πάσχειν πῶς γίνεται λέγει. τὸ γὰρ πάσχον, φησίν, ὑπὸ ποιοῦντος πάσχει· πρὸς ἄλληλα γὰρ τὸ ποιεῖν καὶ τὸ πάσχειν. ἐδείχθη δὲ ἐν τῇ Φυσικῇ ὅτι τὸ ποιητικόν τινος ἐνεργείᾳ ὂν ποιεῖ εἰς τὸ πάσχον, δυνάμει ὂν ὅπερ τὸ ποιοῦν.3 εἰ δὴ τὸ πάσχον μηδέπω ὂν ἐνεργείᾳ ἀλλὰ δυνάμει τοῦτο γίνεται ὑπὸ τοῦ ποιητικοῦ αὐτοῦ ὄντος ἐνεργείᾳ τοιούτου, κατὰ μέν τι ὑπὸ τοῦ ὁμοίου πείσεται (δυνάμει γὰρ ὅμοιον τῷ ποιοῦντι τὸ πάσχον), κατὰ δέ τι ὑπὸ τοῦ ἀνομοίου (ἐνεργείᾳ γὰρ ἀνόμοιόν ἐστι· τὸ γὰρ δυνάμει τι εἶναι καὶ τὸ ἐνεργείᾳ ἀνόμοιον)· ὅταν μέντοι πάθῃ, ὅμοιόν ἐστι· τέλος γὰρ τοῦ τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν τὸ ὁμοιωθῆναι τὸ πάσχον τῷ ποιοῦντι. μέχρι γὰρ τοσούτου τὸ θερμαῖνον θερμαίνει τὸ δυνάμει μὲν θερμόν, ἐνεργείᾳ δὲ ψυχρόν, ἕως ἂν ἑαυτῷ ὁμοίως θερμὸν ποιήσῃ· γενόμενον δὲ ὅμοιον οὐκέτι πάσχει ὑπ’ αὐτοῦ· οὐδὲν γὰρ ὑπὸ τοῦ ὁμοίου πάσχει. εἰ γὰρ καὶ πάσχει τὸ λυχνιαῖον φῶς ὑπὸ τῆς λαμπάδος (σβέννυται γὰρ ὑπ’ αὐτῆς), ἀλλ’ ὡς ὑπὸ ἀνομοίου πάσχει· ὡς γὰρ ἔνδεια ὑπὸ ὑπερβολῆς πάσχει· δύο γὰρ λαμπάδες ἰσοσθενεῖς οὐδὲν ὑπ’ ἀλλήλων πείσονται.
介于这些之间的,乃是推论理智的运动即活动,以及任何与此相似者,它们既非严格意义上的运动(因为它们并非习性的质变),亦非纯然的活动;因为它们既非在时间的每一个部分都同样持存,其从习性出发的展现亦非倏然发生,而是一个前提先于另一个前提,最后才是结论。因此,此类事物既非单纯的运动,亦非单纯的活动,除非人们将严格意义上的活动区分为倏然而不可分者与可分者。正因如此,他此前也说过推论理智乃是复合体的运动。但推论理智在针对每一个词项时亦具有倏然的领会,并且能够将每一项作为某种已知者来把握,而这在运动中——我指的是自然运动——并不会发生。因为即使在运动中它倏然穿过所指定的每一个中间点,但此类中间点无论如何也不可能成为自然的终点,正如在依空间运动者那里的中间状态一样;因为这无论对于重物还是轻物而言都不是自然的界限。因此在这一方面,推论理智在某种意义上亦是一种活动。正如活动比运动更为宽泛一样,运动也比承受作用更为宽泛。因为凡承受作用者在某种意义上皆被运动,由于承受作用不能没有运动;而被运动者却并非在一切情况下都承受作用,因为依位置的运动显然并非承受作用。因为承受作用乃是相对于施加作用而言的,而施加作用则是依质的属性发生改变——因为施加作用源于质——所以承受作用也就是依质的属性被运动和改变。因此,如果运动存在于三个范畴中,即数量、性质与处所,而承受作用仅仅存在于性质中,那么运动便比承受作用更为宽泛,而活动比运动更为宽泛。然而,它们在某一特定方面是相同的,因为某种特定的活动是运动,而某种特定的运动是承受作用。活动述说运动并非作为属,运动述说承受作用亦非作为属,而是作为同名异义的名称。正如我所说的,他不久后便会指出它们之间的区别;但现在他把它们当作是同一回事,来阐明承受作用者是如何以及由何者被运动和承受作用的。总体而言,他把这些当作是同一回事来使用,既是因为正如我们所说它们在某一方面是相同的,也是因为他遵循习惯用法而把它们当作是同一回事;至少在前面,当他说灵魂作为运动的始原所在乃是原因时,他也说过它是质变的原因;因为他说灵魂是感觉的原因,而感觉是质变,质变则是承受作用。因此,既然在感觉的事情上活动、被运动与承受作用如同同一回事,他便论述承受作用是如何发生的。他说,凡承受作用者皆承受施加作用者的作用;因为施加作用与承受作用是相对的。在《物理学》中已经阐明,某物的促成者以现实存在着,作用于承受作用者,而后者在潜能上正是施加作用者之所是。如果承受作用者尚未现实地存在而是在潜能上存在,并由那在现实上即是如此的促成者使之成为如此,那么它在某一方面将承受同类者的作用(因为在潜能上承受作用者与施加作用者是同类的),但在另一方面则承受相异者的作用(因为在现实上它是相异的;因为在潜能上是某物与在现实上是某物是相异的)。然而,一旦它承受了作用,它便是同类的;因为一方施加作用而另一方承受作用的终点,就是使承受作用者同化于施加作用者。因为温热者温热那在潜能上温热而在现实上寒冷之物,直至将其变为像自身一样温热;而一旦变成为同类者,便不再承受它的作用;因为没有任何事物承受同类者的作用。即便油灯的光受到火把的作用(因为它被火把熄灭),它也是作为受到相异者的作用而承受的;因为它是作为亏缺而受到过剩的作用;因为两支力量相等的火把彼此之间绝不会承受任何作用。
- 2.98εἰ γὰρ καὶ ἀθρόον ἑκάστην τῶν προσαποδεδομένων κινεῖται
ἑκάστην 作为内宾格(或表穿经空间的宾格)依附于动词 κινεῖται(“穿过所额外指定的每一个中间点/阶段而运动”)。它与前句推论理智对各个词项的倏然把握(ἀθρόαν ἴσχει τὴν προσβολήν)相对照,强调即使自然运动一瞬间通过各个中间点,这些点本身也不能成为自然的终点(τέλος)。
- 2.98οὐχ ὡς γένος δὲ ἡ ἐνέργεια τῆς κινήσεως κατηγορεῖται, οὐδὲ ἡ κίνησις τοῦ πάθους, ἀλλ’ ὡς ὁμώνυμος φωνή
属格 τῆς κινήσεως 与 τοῦ πάθους 由表述词动词 κατηγορεῖται 支配,表示述说的对象(“就运动而言/就受作用而言述说”)。这表明活动并非作为运动的本质属概念(genus)来述说,而仅仅是作为同名异义词(多义词)应用于其上。
- 2.98δυνάμει ὂν ὅπερ τὸ ποιοῦν
分词短语 δυνάμει ὂν 的逻辑主语是前文的 τὸ πάσχον,并以关系代词短语 ὅπερ τὸ ποιοῦν [ἐστιν ἐνεργείᾳ] 作为补足语:“[受动者]在潜能上即是施动者[在现实上]之所是”。
