- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:296.1-297.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德将遭受作用、运动与活动暂且等同来展开论述的文句(417a14),指出该文句与前文疑难的承接关系,并深入分析了活动与运动的内外延差异及即时性与时间推进的本质区别。
" Πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν." Εἰπὼν καὶ ἀπορήσας διὰ μέσου, διὰ τί οὐχὶ καὶ ἑαυτῶν αἱ αἰσθήσεις αἰσθάνονται, καὶ ἀποδοὺς τὴν αἰτίαν τούτου ὅτι μὴ πάρεστι τὸ ποιητικόν, μεταβαίνει ἐπὶ τὸ δεῖξαι, πῶς πάσχον πῇ μὲν ὡς ὑπὸ ὁμοουσίου πάσχει, πῇ δὲ ὡς ὑπὸ ἀνομοίου. δυνάμει μὲν οὖν ἡ λύσις τῆς δευτέρας ἀπορίας ἐπελύσατο καὶ τοῦτο, ὥσπερ ἐδείξαμεν· ἐνταῦθα μέντοι καὶ ἰδίᾳ αὐτὸ τοῦτο δείκνυσιν. ἐπειδὴ οὖν τὸ ἐνταῦθα λεγόμενον ἀκόλουθον τῇ λέξει τῇ “φασὶ δὲ καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν· τοῦτο δὲ πῶς δυνατὸν ἢ ἀδύνατον, εἴρηται μὲν καὶ ἐν τοῖς καθόλου λόγοις περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν”· οἷς εἰ προσθείημεν ‘λεκτέον δὲ καὶ νῦν’, ἐφεξῆς ἂν εἴη τὸ νῦν λεγόμενον1 πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν.2 ἐπειδὴ δὲ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι ἢ πάσχειν συμβαίνει, καὶ διὰ τοῦτο ὅλως ἠπόρησεν περὶ τοῦ πάσχειν, ὑπὸ τίνος γίνεται καὶ πῶς, πότερον ὑπὸ ὁμοίου, ὥς τισι δοκεῖ, ἢ ὑπὸ ἀνομοίου, ὡς ἑτέροις, οὐ δοκεῖ δὲ αὐτὸ τοῦτο ὑγιὲς εἶναι τὸ τὴν αἴσθησιν πάσχειν καὶ ἀλλοιοῦσθαι ἁπλῶς (οὐ γὰρ τὸ ἐνεργεῖν παρ’ ἄλλου κινεῖσθαί τε καὶ πάσχειν, τὸ αἰσθάνεσθαι, ὡς δείξει ἐφεξῆς) νῦν φησιν ὅτι λέγομεν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν εἰπεῖν τὰς αἰσθήσεις καὶ κινεῖσθαι ἢ ἐνεργεῖν, μέχρις ἂν διαστελλώμεθα, ὅτι οὐκ ἔστι τὸ ἐνεργεῖν τὰς αἰσθήσεις ταὐτὸν τῷ κινεῖσθαί τε καὶ πάσχειν. κἂν γάρ ἐστιν ἡ κίνησις ἐνέργειά τις, ἡ μὲν ἐνέργεια καθολικωτέρα ἐστὶ τῆς κινήσεως, ἡ δὲ κίνησις τοῦ πάσχειν. πᾶν μὲν γὰρ τὸ πάσχον καὶ κινεῖται, τὸ δὲ κινούμενον πᾶν ἐνεργεῖ, οὐκέτι μέντοι τὸ ἐνεργοῦν καὶ κινεῖται. ἐνέργεια μὲν γάρ ἐστιν, ὡς αὐτὸς διωρίσατο ἐν τῇ Φυσικῇ ἡ ἀθρόα προβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δὲ ἀτελής ἐστιν ἐνέργεια· ἡ γὰρ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδὸς κίνησίς ἐστι. ᾗ μὲν οὖν ἡ κίνησις ἐνέργειά τις ἀτελής, ταύτῃ ταὐτὸν δόξει εἶναι ἡ ἐνέργεια καὶ ἡ κίνησις· ᾗ δὲ ἡ ἐνέργεια οὐκ ἔστιν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδος, ταύτῃ οὐ ταὐτὸν ἡ κίνησις τῇ ἐνεργείᾳ. καὶ γὰρ ὥσπερ ἡ διάθεσις λέγεται μὲν καὶ κοινότερον καὶ ἐπὶ τῆς ἕξεως, λέγεται δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῆς ἕξεως ἰδικώτερον, οὕτω δὴ καὶ ἡ ἐνέργεια λέγεται καὶ κοινότερον καὶ κατὰ πάσης κινήσεως, λέγεται δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῆς κινήσεως, διότι κίνησις μέν ἐστιν ἡ ἐκ τοῦ πρώτου δυνάμει ἐπὶ τὸ δεύτερον πρόοδός τινος τῶν περὶ τὴν οὐσίαν σωζομένης αὐτῆς τῆς οὐσίας, ἐνέργεια δέ ἐστιν ἡ τελεία προβολὴ τῆς ἕξεως μηδὲν τῆς ἕξεως ἀλλοιοτέρας γινομένης. καὶ ἔστι τῷ ὄντι τελεία ἐνέργεια ἡ ἀθρόα προβολὴ τῆς ἕξεως ἡ μὴ συμπροϊοῦσα τῇ κινήσει τοῦ χρόνου, ἀλλὰ κατὰ πᾶν μέρος αὐτοῦ ὁμοίως ἔχουσα, οἵα ἐστὶν ἡ τοῦ φωτὸς προβολή· ἅμα γὰρ τῷ φανῆναι τὸ φωτιστικὸν ἀθρόον πᾶν τὸ ἐπιτήδειον καταλάμπεται, οὐ συμπροϊούσης τῆς τοῦ φωτὸς ἐνεργείας τῇ τοῦ χρόνου κινήσει, ἀλλ’ ἐν παντὶ μέρει αὐτοῦ ὁμοίως ἐχούσης. τοιαύτη ἐστὶ καὶ ἡ τῆς αἰσθήσεως ἐνέργεια· ἅμα γὰρ τῷ ἀναβλέψαι ἀχρόνως τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα· ὅθεν οὐδέ φησι κινεῖσθαι τὰς αἰσθήσεις, ἀλλ’ ἐνεργεῖν. τοῦτο μὲν οὖν ἐνέργεια κυρίως· διὸ καὶ περὶ τῶν θείων εἶπεν ὅτι ἄνευ δυνάμεως ἐνέργειαί εἰσι. κίνησις δ’ οἷον ἡ μάθησις ἡ τῆς ἕξεώς ἐστι μεταβολὴ κατὰ μέρος ἐπὶ τὸ τέλειον ἀπὸ τοῦ ἀτελοῦς.
“首先,我们便把遭受作用、被运动与活动当作是同一回事来谈论。” 在中间提出并讨论了诸感觉为何不同样感觉自身这一疑难,并将此原因归结为促发作用者并不在场之后,[亚里士多德]进而展示遭受作用者如何在一种意义上是由同类者施加作用,而在另一种意义上是由相异者施加作用。诚然,正如我们所表明的,第二条疑难的解决在潜能上也已解决了这一点;然而在此处,他专门展示了这一点本身。因此,此处所言乃是紧承着这句原文:“人们还说同类者承受同类者的作用;至于这如何可能或不可能,在关于作用与受作用的普遍论述中也已经说明过了。”若我们在这些话后加上“而现在也应当予以说明”,那么现在所说的“首先,我们便把遭受作用、被运动与活动当作是同一回事来谈论”便顺理成章地承接其后。由于他说过感觉发生在被运动或遭受作用之中,并因此对一般的受作用提出了疑难——受作用是由何者引发以及如何引发,是像某些人所认为的由同类者引发,还是像另一些人所认为的由相异者引发——然而感觉本身仅仅是遭受作用与发生质变这一观点似乎并不健全(因为感觉活动,即来自他者的现实活动,并非被运动与遭受作用,正如他随后将要展示的那样),所以他现在说,我们把说诸感觉遭受作用与被运动或活动当作是同一回事来谈论,直到我们作出区分,即诸感觉的活动并不等同于被运动和遭受作用。因为纵使运动是一种活动,活动也比运动更具普遍性,而运动又比受作用更具普遍性。凡受作用者皆在被运动,而凡被运动者皆在活动,然而活动者却不再必然都在被运动。因为正如他自己在《物理学》中所规定的,活动乃是从习性出发的倏然展现,而运动则是不完全的活动;因为从最初的潜能通往习性的道路乃是运动。因此,就运动是一种不完全的活动而言,在这一方面活动与运动似乎是同一的;但就活动并非从不完全向完全的进展而言,在这一方面运动与活动便不是同一的。正如“状态”一词既可以在较宽泛的意义上使用并适用于“习性”,也可以为了与习性相对立而更为专门地使用,同样地,“活动”一词既可以在较宽泛的意义上使用并适用于一切运动,也可以为了与运动相对立而被使用;因为运动是在实体自身得以保全的前提下,围绕实体的某种属性从最初的潜能向第二潜能的进展,而活动则是习性的完全展现,且习性本身不发生任何质变。事实上,那不随时间的运动一同推进、而在时间的每一个部分都同样持存的习性的倏然展现,才是真正完全的活动,正如光的展现一样;因为发光者一显现,一切适宜之物便倏然被照亮,光的活动并不随时间的运动一同推进,而是在时间的每一个部分中都同样持存。感觉的活动亦是如此;因为我们一抬眼,便无时间延迟地领会了感觉对象;因此他说诸感觉也不是在被运动,而是在活动。这才是严格意义上的活动;所以谈及神圣之物时他也说过,它们是没有潜能的诸活动。而运动则如同学习一样,乃是习性从不完全向完全的逐步变化。
- 2.98οἷς εἰ προσθείημεν ‘λεκτέον δὲ καὶ νῦν’, ἐφεξῆς ἂν εἴη τὸ νῦν λεγόμενον
关系代词与格 οἷς 指代前文所引用的亚里士多德文句。条件从句 εἰ προσθείημεν(不定过去时祈愿气)与主句 ἄν εἴη(ἄν+现在时祈愿气)构成潜在条件句(思想上的假设),注释家以此提出一种假设性的文句补充,用以说明当前文本与前文论断在脉络上的直接承接关系。
- 2.98ἐπειδὴ δὲ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι ἢ πάσχειν συμβαίνει ... νῦν φησιν ὅτι λέγομεν
该长句的骨干结构由原因从句 ἐπειδὴ δὲ εἶπεν ... 起始,中间插入括号性质的说明(οὐ δοκεῖ δὲ ...),最终在主句 νῦν φησιν ὅτι λέγομεν(“他现在说我们谈论……”)中收束。主句中 λέγομεν 的内容由属格独立结构 ὡς τοῦ αὐτοῦ ὄντος 引导,并由 μέχρις ἄν 加虚拟式(διαστελλώμεθα,“直到我们区分……”)引导的时间/限定从句加以限定。
