← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§295.1-295.33

感觉能力的潜能与感觉的双重含义

注解亚里士多德《论灵魂》417a4–a9,阐明由于感觉能力处于潜能而非现实中,因而不能自行感知构成器官自身的元素,并通过对用语的分析解释了“感觉”作为习性(潜能)与活动(现实)的两重含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.95

" Ἐνόντος πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστιν ἡ αἴσθησις καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις." Τὰ γὰρ στοιχεῖα ἔχει ποιότητας τὰς μὲν οὐσιώδεις αὐτῶν καὶ συμπληρωτικάς, τὰς δὲ κατὰ συμβεβηκός. τῶν μὲν οὖν οὐσιωδῶν ποιοτήτων τῶν στοιχείων ἡ ἁφή ἐστιν ἀντιληπτική, οἷον θερμότητος, ψυχρότητος, ὑγρότητος, ξηρότητος· αὗται μὲν γὰρ αἱ ποιότητες εἰδοποιοὶ αὐτῶν εἰσι· τῶν δὲ κατὰ συμβεβηκὸς αὐτοῖς ὑπαρχόντων, οἷον χρωμάτων, ψόφων, ὀσμῶν καὶ τῶν ἄλλων αἱ ἄλλαι αἰσθήσεις εἰσὶν ἀντιληπτικαί. τὸ δὲ καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις ἀντὶ τοῦ καθ’ αὑτῶν ἢ τῶν συμβεβηκότων τούτοις·1 εὐθείαις γὰρ ἐχρήσατο ἀντὶ γενικῶν. πολλὴ δὲ ἡ τοιαύτη χρῆσις· “οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει” ἀντὶ τοῦ τῶν δὲ τῶν δύο σκοπέλων.

“既然火、土及其他元素内在其中,感觉便是对这些元素自身的,或是对其偶性特性的[感觉]。” 因为诸元素具有一些本质的且构成其自身的性质,又具有一些偶性的性质。触觉便领会诸元素的本质性质,例如热、冷、湿、燥;因为这些性质是形成其形式的;而其他各感觉则领会偶性地属于它们的东西,例如颜色、声音、气味及其他。至于“自身或属于它们的偶性特性”这一表述,是用来代替“它们自身的或属于它们的偶性特性的”;因为他使用了直格来代替属格。这样的用法很多,正如“两块巨石,其一伸入广阔天空”用来代替“在两块巨石之中”一样。

§2.96

"Δῆλον οὖν ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον." Ἐντεῦθεν ἡ λύσις τῆς ἀπορίας. ἐπειδὴ γάρ, φησί, δυνάμει ἐστὶν ἡ αἴσθησις καὶ οὐκ ἐνεργείᾳ, οὐκ ἀντιλήψεται μὴ παρόντος τοῦ ποιητικοῦ αὐτῆς καὶ προακτικοῦ εἰς τὴν ἐνέργειαν, ὥσπερ οὐδὲ τὸ καυστὸν μὴ παρόντος πυρὸς οὐ καίει αὐτὸ ἑαυτό, οἷον τὸ ξύλον ἢ τὸ ἔλαιον. ἀναλογεῖ οὖν τῷ μὲν πυρὶ τὸ αἰσθητόν, τῷ δὲ καυστῷ ἡ αἰσθητικὴ δύναμις.

“由此显而易见,感觉者并不处于现实中,而只处于潜能中。” 从此引出了疑难的解决。他说,因为感觉处于潜能中而非现实中,所以在使它发生作用并将它引导向现实活动之物不在场时,它便不会领会,正如同可燃之物在火不在场时不会自行燃烧一样,例如木头或油。因此,感觉对象相当于火,而感觉能力相当于可燃之物。

§2.97

"Ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν διχῶς· τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν." Ἐπειδὴ εἶπεν δυνάμει εἶναι τὴν αἴσθησιν μὴ παρόντων τῶν αἰσθητῶν, γίνεσθαι δ’ ἐνεργείᾳ παρόντων, αὐτὸ τοῦτο πιστώσασθαι βούλεται. ὥσπερ γάρ, φησί, τὸ αἰσθανόμενον διττόν ἐστι, τὸ μὲν κατὰ τὴν ἕξιν, καθάπερ λέγομεν αἰσθητικὸν εἶναι τὸν καθεύδοντα ἄνθρωπον, τὸ δὲ κατὰ τὴν ἐνέργειαν, ὡς τὸν ἐγρηγορότα καὶ ἤδη ἐνεργοῦντα κατὰ τὰς αἰσθήσεις, οὕτω, φησί, καὶ ἡ δύναμις ἡ αἰσθητικὴ καὶ ἡ ἐνέργεια αὐτῆς, αὐτὸ λέγω τὸ αἰσθάνεσθαι, διχῶς λέγεται, τὸ μὲν δυνάμει, λέγω δὴ τὸ τὴν ἕξιν ἔχον μὴ μέντοι ἐνεργοῦν, καὶ τὸ ἤδη ἐνεργοῦν. τὸ μὲν οὖν πρῶτον αἰσθάνεσθαι ἀντὶ τοῦ αἰσθανομένου ἔλαβε,2 τουτέστιν αὐτὸ τὸ σύνθετον· τὸ δὲ διχῶς ἂν λέγοιτο καὶ ἡ αἴσθησις, τουτέστιν ἡ αἰσθητικὴ δύναμις· τὸ δὲ ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι αὐτὴν τὴν ἐνέργειαν. ὅθεν δῆλον ὅτι τὸ ἐπειδὴ τὸ αἰσθάνεσθαι ἀντὶ τοῦ αἰσθανόμενον ἔλεγε.

“而由于我们从两重意义上说‘感觉’:因为对于在潜能中听与看的东西,我们也说它在听与在看。” 既然他曾说过,当感觉对象不在场时感觉处于潜能中,而在它们在场时感觉处于现实中,他便意图确证这一点本身。他说,正如感觉者是两重的,一者依照习性(正如我们说沉睡的人是具有感觉能力的一样),另一者依照现实活动(如同清醒并且已经依照各感觉进行现实活动的人一样),同样地,感觉能力及其现实活动,我指的是感觉活动本身,也是在两重意义上被言说的:一者在潜能中(我指的是具有习性却并未活动者),另一者是已经在活动者。因此,他最初使用“感觉”是代替了“感觉者”,即复合体本身;而“感觉也会在两重意义上被言说”,即是感觉能力;至于“同样地还有感觉活动”则指现实活动本身。由此显然可见,他说“由于感觉”是用来代替“感觉者”。

语法注2 条
  1. 2.95τὸ δὲ καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις ἀντὶ τοῦ καθ’ αὑτῶν ἢ τῶν συμβεβηκότων τούτοις

    注解者针对亚里士多德引文(读标)中格位不规则用法的语法说明。在关系从句 ὧν ἐστιν ἡ αἴσθησις(“感觉是对它们的[感觉]”)之后的修饰语中,本应与先行词 ὧν(诸元素)相呼应而使用属格 καθ’ αὑτῶν ἢ τῶν συμβεβηκότων τούτοις(“关于它们自身或属于它们的偶性的”),但原文却采用了直格(主格/宾格中性复数)καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα。注疏者指出这是一种以直格代属格的常见修辞性格位交替用法。

  2. 2.97τὸ μὲν οὖν πρῶτον αἰσθάνεσθαι ἀντὶ τοῦ αἰσθανομένου ἔλαβε

    注解者对引文开头的带冠词不定词 τὸ αἰσθάνεσθαι(“感觉/进行感知”)所作的句法判定。注疏者认为该不定词转喻性地代替了其实体化分词形式 τὸ αἰσθανόμενον(“感觉者”,即器官与能力的复合体),借此理清主语与后文关于习性(潜能)及活动(现实)划分之间的对应关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:295.1-295.33