- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:292.15-294.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对感觉为何不感知其固有器官的疑难,本节提出了三重原因进行解决:器官无法触及自身、缺乏作为媒介的光照空气、施动者与受动者必然相异;并进而借助体内各部分的不均匀性解释了疾病状态下对体内热度及体液失调的共同感知。
εἰ δὲ μὴ ἅψεται, οὐδὲ ἡ ἐν αὐτῷ αἰσθητικὴ δύναμις ἀντιλήψεται αὐτοῦ· οὕτω γὰρ ἡ τῶν αἰσθητῶν ἀντίληψις ἐγίνετο, κατὰ θίξιν μὲν τοῦ αἰσθητηρίου πρὸς τὸ αἰσθητόν, κρίσιν δὲ καὶ ἀντίληψιν τῆς ἐν αὐτῷ αἰσθητικῆς δυνάμεως. μία μὲν οὖν αἰτία αὕτη, δευτέρα δὲ ὅτι δεῖται τοῦ μεταξὺ ἀέρος· διὸ τῆς λήμης ἐν τῷ ὀφθαλμῷ οὔσης οὐκ ἀντιλαμβανόμεθα· καὶ οὐδὲ τοῦ μεταξὺ ὡς ἔτυχεν ἀέρος ἔχοντος, ἀλλὰ πεφωτισμένου. ὥστε εἰ ἡ αἴσθησις δυνάμει ὅπερ τὸ αἰσθητόν, τὸ δὲ αἰσθητὸν τῷ ποιεῖν τι εἰς τὴν αἴσθησιν ἄγει αὐτὴν εἰς τὴν οἰκείαν ἐνέργειαν, τὸ δὲ ποιοῦν εἰς πάσχον ποιεῖ, πᾶν δὲ τὸ πάσχον κινεῖται, ἡ ἄρα αἴσθησις ὑπὸ τῶν αἰσθητῶν πάσχει τε καὶ κινεῖται. εἰ δὲ ἡ μὲν αἴσθησις δυνάμει ἐστίν, ἐνεργείᾳ δὲ τὸ αἰσθητόν, τούτων δὲ τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, τὸ ἄρα πάσχον δυνάμει μὲν ὅμοιόν ἐστι τῷ ποιοῦντι, ἐνεργείᾳ δὲ ἀνόμοιον. ἐπιλέλυται ἄρα καὶ ἡ προτέρα ἀπορία διὰ τῆς δευτέρας. εἰ δὲ τὸ αἰσθητικὸν δυνάμει ὂν πάσχει ὑπὸ τοῦ αἰσθητοῦ καὶ γίνεται ἐνεργείᾳ αἰσθητικόν, πάσχει δὲ τὸ πάσχον ὑπὸ τοῦ ἀνομοίου, οὐδὲν δὲ αὐτὸ ἑαυτῷ ἀνόμοιον, οὐδὲν ἄρα αὐτὸ ὑφ’ ἑαυτοῦ πάσχει. εἰκότως ἄρα τὸ αἰσθητικὸν ἑαυτοῦ οὐκ ἀντιλαμβάνεται, ἐπειδὴ μηδὲ πάσχει αὐτὸ ὑφ’ ἑαυτοῦ, λέγω δὴ τὸ συναμφότερον, τὴν αἰσθητικὴν δύναμιν σὺν τῷ αἰσθητηρίῳ. καὶ ἔστιν αὕτη τρίτη καὶ μάλιστα κυριωτάτη αἰτία τοῦ μὴ τὰς αἰσθήσεις τῶν ἰδίων αἰσθητηρίων ἀντιλαμβάνεσθαι· τοῦ συναμφοτέρου γὰρ ἡ ἀντίληψις, καὶ τοῦτό ἐστι τὸ πάσχον ὑπὸ τῶν αἰσθητῶν· ἕτερον οὖν τὸ ποιοῦν ἐξ ἀνάγκης ὀφείλει.1 τί οὖν; οὐ συναισθανόμεθα ἑαυτῶν θερμότερον διακειμένων ἢ ψυχρότερον ἤ τι τοιοῦτον ἀπὸ δυσκρασίας τῶν ἐν ἡμῖν στοιχείων; καὶ ὁπηνίκα δὲ τὸ κρυσταλλοειδὲς ἀπό τινος πάθους χρωματισθῇ, δοκοῦμεν τῷ αὐτῷ χρώματι καὶ τὸν ἀέρα καὶ τὰ ἄλλα ὁρατὰ κεχρῶσθαι. λέγουσι πρὸς τοῦτο κάλλιστα καὶ οἱ ἰατροί, ὅτι πυρεττόντων ἢ ψυχομένων ἐν ταῖς νόσοις ἑαυτῶν αἰσθανόμεθα, οὐκ αὐτῶν τῶν αἰσθητικῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων,2 ἀλλὰ τῶν ὑγρῶν αἵματός τε καὶ πνεύματος. ἐπεὶ οὖν ἡ αἰσθητικὴ δύναμις πρώτως ἐν σαρξίν ἐστι καὶ νεύροις, εἰκότως τῶν ὑγρῶν δυσκράτως ἐχόντων, πνεύματος λέγω καὶ αἵματος, παρακειμένων τε τοῖς αἰσθητικοῖς μορίοις τῇ θίξει ἀντιλαμβανόμεθα αὐτῶν, ὥσπερ καὶ τοῦ ἀέρος τεθερμασμένου ἢ κατεψυγμένου τῇ θίξει διὰ τὴν παράθεσιν ἀντιλαμβανόμεθα. κἂν αὐτῶν δὲ τῶν στερεῶν ἅψηται ὁ πυρετός, ἐπειδὴ μὴ ὁμαλῶς θερμαίνεται ἀλλ’ ἀνωμάλως, πάντως εἰσί τινα μὲν μόρια κατὰ φύσιν ἔχοντα, τινὰ δὲ παρὰ φύσιν. συμβαίνει οὖν τὰ ἔτι κατὰ φύσιν ἔχοντα ἀντιλαμβάνεσθαι τῶν παρὰ φύσιν διακειμένων· ἀδύνατον γὰρ ὁμαλὴν γενέσθαι τὴν δυσκρασίαν· τότε γὰρ ἐπὶ φθορὰν λοιπὸν τὸ ζῷον ὁδεύει. αὕτη οὖν αἰτία τῆς συναισθήσεως. καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, οἱ ἑκτικῷ κατεχόμενοι λοιπὸν πυρετῷ, τοῦτο δέ ἐστιν οἱ τὰ στερεὰ αὐτὰ πυρέττοντες, ὁμαλῆς γενομένης ἐν αὐτοῖς τῆς δυσκρασίας δι’ ὅλων τῶν στερεῶν συναίσθησιν οὐδεμίαν τῆς ἐν αὐτοῖς θερμασίας λαμβάνουσι, διὰ τὸ ὁμαλὴν εἶναι δι’ ὅλων τῶν μορίων τὴν θερμασίαν καὶ μὴ εἶναι τὸ μὲν ποιοῦν, τὸ δὲ πάσχον, ὥσπερ οὖν οὐδὲ οἱ ἐκ φύσεως ἐπὶ τὸ θερμότερον κεκραμένοι συναίσθονται αὐτοῦ τούτου, διὰ τὸ ὁμαλὴν εἶναι δι’ ὅλου τὴν θερμότητα, ἄλλως τε καὶ διὰ τὸ σύνηθες, ἐπεὶ καὶ τῶν ἐν τῇ γαστρὶ καὶ τοῖς ἄλλοις κοιλώμασιν ὑγρῶν τὴν κατὰ φύσιν μὲν συμμετρίαν ἐχόντων οὐκ αἰσθανόμεθα, ὅταν δὲ παρὰ φύσιν ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον χωρήσῃ, τότε συναίσθησιν αὐτῶν λαμβάνομεν. κατὰ φύσιν μὲν γὰρ ἔχον τὸ ζῷον ἡδονῆς καὶ λύπης ἐξήρτηται,3 ἀγόμενον δὲ ἐπὶ τὸ κατὰ φύσιν μὲν αὐτοῦ τούτου τὸ συναισθόμενον ἥδεται, ἐπὶ δὲ τὸ παρὰ φύσιν λυπεῖται. περὶ δὲ τοῦ συνισταμένου χυμοῦ ἐν τῷ ὄμματι, πῶς αὐτὸν ὁρῶμεν, καὶ πῶς κατὰ φύσιν μὲν ἔχοντος τοῦ αἰσθητηρίου οὐκ ἀντιλαμβανόμεθα αὐτοῦ, παρὰ φύσιν δὲ ἔχοντος ἀντιλαμβανόμεθα, οὔπω διὰ τῶν εἰρημένων ἐπιλέλυται· ὁ γὰρ εἰρημένος λόγος μόνῃ τῇ ἁπτικῇ αἰσθήσει ἁρμόζει. ἀλλὰ μὴν καὶ ἡ γεῦσις κατὰ φύσιν μὲν ἔχοντος τοῦ γευστικοῦ αἰσθητηρίου οὐκ ἀντιλαμβάνεται τοῦ χυμοῦ τοῦ ἐνυπάρχοντος τῇ ἐν τῷ αἰσθητηρίῳ ὑγρότητι, παρὰ φύσιν δὲ ἔχοντος ἀντιλαμβάνεται, ὥσπερ ἐν ταῖς νόσοις πικρότητος, εἰ τύχοι, καὶ ἁλμυρότητος καὶ τῶν τοιούτων.
而如果它不触及,其内部的感觉能力也不会领会它;因为对感觉对象的领会正是这样产生的:一方面是通过感觉器官对感觉对象的触及,另一方面是通过其内部感觉能力的判别与领会。因此,这是一重原因,而第二重原因在于它需要作为媒介的空气;所以当眼眵在眼睛里时我们并不感知它;并且所需的媒介空气也不能是随意的状态,而必须是被照亮的。从而,如果感觉在潜能上就是感觉对象之所是,而感觉对象通过对感觉施加某种作用而将它推进到其固有的现实活动中,施动者作用于受动者,且一切受动者都在被运动,那么感觉就是被感觉对象所作用并被运动的。如果感觉处于潜能中,而感觉对象处于现实中,且二者中一者施动而另一者受动,那么受动者在潜能上相似于施动者,但在现实上不相似。因此,前面的疑难也通过第二个疑难得到了解决。如果感觉者作为处于潜能之物受到感觉对象的作用而在现实中成为感觉者,且受动者是受到不相似者的作用,而没有任何事物对其自身是不相似的,那么没有任何事物会受到自身的作用。因此,感觉者不领会自身是合情合理的,既然它甚至不受到自身的作用——我指的是复合体,即感觉能力连同感觉器官。这是各感觉不领会其固有感觉器官的第三个也是最决定性的原因;因为领会属于复合体,而这正是受到感觉对象作用的东西;因此施动者必然必须是相异的。那么,情况如何呢?难道由于我们体内各元素的不调,当我们处于较热或较冷或诸如此类的状态时,我们没有共同感知到自身吗?而且每当晶状液因某种疾患而着色时,我们便觉得空气和其他可见事物都被染上了同样的颜色。医家们针对这一点也说得极好:当我们在疾病中发烧或变冷时,我们感知到自身并不是因为感觉神经本身或肌肉被加热,而是因为体液——血液与精气——被加热。既然感觉能力最首要地存在于肌肉与神经中,那么理所当然地,当体液——我指的是精气与血液——处于失调状态并毗邻于感觉部分时,我们通过触及领会它们,正如我们因其邻接而通过触及领会变热或变冷的空气一样。即使热病触及了坚实部分本身,由于它们不是均匀地变热而是不均匀地变热,总会有某些部分处于本性状态,而另一些部分处于反常状态。于是便发生这样的情况:那些仍处于本性状态的部分领会那些处于反常状态的部分;因为不调不可能变得完全均匀;因为若到那时,动物就已经走向消亡了。这便是共同感知的原因。这一点确实如此,因为那些已被消耗热缠身的人——即那些坚实部分本身发烧的人——由于不调在全部坚实部分中变得均匀,对他们体内的热便得不到任何共同感知,这是因为热在所有部分中都是均匀的,并不存在一者施动而另一者受动的情况;正如同那些生性体质偏热的人并不共同感知到这一点本身一样,因为热在全身是均匀的,另外也是由于习惯;因为对于胃及其他腔体内的液体,当它们具有符合本性的适度比例时我们并不感知,而一旦它们反乎本性地趋向过多或过少,我们那时便会得到对它们的共同感知。因为当动物处于本性状态时是免于快乐与痛苦的,但当被引导向符合本性的状态时,共同感知到这一过程的部分便感到快乐,而被引导向反乎本性的状态时则感到痛苦。但是,关于眼中凝聚的体液,我们如何看到它,以及为什么当感觉器官处于本性状态时我们不领会它,而当〔感觉器官〕处于反常状态时我们却领会它,这通过前述的论述尚未得到解决;因为前述的说理仅适用于触觉。此外,味觉同样在味觉器官处于本性状态时不领会存在于器官内湿润中的味道,而在处于反常状态时则领会它,正如在疾病中偶然会感知到苦味、咸味及诸如此类的味道一样。
- 2.94ἕτερον οὖν τὸ ποιοῦν ἐξ ἀνάγκης ὀφείλει
动词 ὀφείλει 的补足语不定词 εἶναι 被省略。此处需补充理解为“施动者必然应当[是与受动者]相异的”。
- 2.94οὐκ αὐτῶν τῶν αἰσθητικῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων
属格独立结构,从否定方面说明前文 ἑαυτῶν αἰσθανόμεθα 的情况或原因(“不是因为感觉神经本身或肌肉被加热”)。其后的 ἀλλὰ τῶν ὑγρῶν αἵματός τε καὶ πνεύματος 同样承前共享分词 τεθερμασμένων。
- 2.94ἡδονῆς καὶ λύπης ἐξήρτηται
抄本异文 ἐξήρτηται 在文意上应理解为 ἐξῄρηται(ἐξαιρέω 的完成时被动态直陈式第三人称单数,表“从……中免除/排除”,支配夺格性属格 ἡδονῆς καὶ λύπης)。这切合上下文论证:处于本性状态的动物处于快苦的中立态,唯有被导向符合本性时体验到快乐,被导向反常时体验到痛苦。
