- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:290.29-292.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
探讨了亚里士多德提出的“为什么不发生感觉本身的感觉”这一疑难(417a2),通过理智与具身、受动的感官之间的结构差异,解释了感觉器官为何不能感知自身。
" Ἔχει δὲ ἀπορίαν, διὰ τί οὐ καὶ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις." Ἀπορήσας καθόλου πότερον τὸ πάσχον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ τοῦ ἀνομοίου, πρὶν ἐπιλύσασθαι ταύτην τὴν ἀπορίαν ἑτέραν ἐπισυνάπτει ἀπορίαν, καὶ διὰ τῆς λύσεως τῆς δευτέρας ἐπιλύεται καὶ τὴν προτέραν· τοῦτο γὰρ ἔθος τῷ Ἀριστοτέλει. τίς οὖν ἡ ἀπορία; εἰ ἡ αἴσθησις, φησίν, ἀντιληπτική ἐστι τῶν αἰσθητῶν, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια, δι’ ὧν αἰσθανόμεθα, διὰ τί οὐχὶ καὶ τούτων ἡ αἴσθησις ἀντιλαμβάνεται, καὶ μηδενὸς ἔξωθεν παρόντος; οἷον διὰ τί ὁ ὀφθαλμὸς οὐχ ὁρᾷ ἑαυτὸν συγκείμενός τε ἐκ τούτων ἅ ἐστιν ὁρατά, λέγω δὴ τῶν στοιχείων; ἠπόρησε δὲ ταύτην τὴν ἀπορίαν, οἰκείαν μὲν οὖσαν καὶ ἄλλως τοῖς περὶ αἰσθήσεως λόγοις, νῦν δ’ ὅτι καὶ ἡ λύσις αὐτῆς συνίστησι τὸ τὴν αἴσθησιν ἐν τῷ πάσχειν τε καὶ ἀλλοιοῦσθαι συμβαίνειν.1 τίς οὖν ἡ λύσις τῆς ἀπορίας; φησὶν οὖν ὅτι ἡ αἴσθησις δυνάμει μόνον ἐστὶ τοῦτο ὅπερ ἐστί, πᾶν δὲ τὸ δυνάμει προάγεται εἰς ἐνέργειαν ὑπό τινος ἐνεργείᾳ ὄντος· οὐκοῦν καὶ ἡ αἴσθησις δυνάμει οὖσα προάγεται εἰς ἐνέργειαν ὑπὸ τοῦ αἰσθητοῦ, αἰσθητοῦ δὲ τοῦ ἔξωθεν. πᾶν δὲ τὸ δυνάμει εἰς ἐνέργειαν προαγόμενον ὑπὸ τοῦ ὁμοίου προάγεται ἐνεργείᾳ ἤδη ὄντος. τὸ γὰρ σκληρὸν ὑπὸ ψυχροῦ κατὰ συμβεβηκὸς γίνεται· τῷ γὰρ ψυχρὸν γενέσθαι παρηκολούθησε τὸ σκληρόν, ὡς ἐπὶ κρυστάλλου. καὶ ἡ αἴσθησις ἄρα δυνάμει οὖσα ὑπὸ τοῦ ὁμοίου προάγεται εἰς ἐνέργειαν ἐντελεχείᾳ ἤδη ὄντος· ὥστε ἡ αἴσθησις δυνάμει ἐστὶν ὅπερ τὸ αἰσθητόν. πῶς δὲ λέγεται τοῦτο, διαρθρώσει προϊών. ἀλλ’ εἰ ὑπὸ τοῦ αἰσθητοῦ προάγεται εἰς ἐνέργειαν, αἰσθητὸν δὲ καὶ τὸ αἰσθητήριον ἐν ᾧ ἡ αἴσθησις, διὰ τί μὴ καὶ ὑπὸ τούτου προάγεται εἰς ἐνέργειαν; ἄλλως τε εἰ μὴ οἵα τέ ἐστιν ἡ αἴσθησις τοῦ οἰκείου αἰσθητηρίου ἀντιλαμβάνεσθαι αἰσθητοῦ γε ὄντος, τί δήποτε τῶν ὑπερβολῶν αὐτοῦ2 ἀντιλαμβάνεται; τῆς μὲν γὰρ κατὰ φύσιν θερμασίας τῆς ἐν τῷ παντὶ σώματι ἡ ἁπτικὴ αἴσθησις οὐκ ἀντιλαμβάνεται· ἐπειδὰν μέντοι εἰς ἀμετρίαν ἡ ἐν ἡμῖν θερμότης ἐκπέσῃ, ὡς ἐπὶ τῶν πυρετῶν, τὸ τηνικαῦτα αἰσθάνεται ταύτης. καὶ ἡ ὄψις ὁμοίως τοῦ μὲν ὀφθαλμοῦ κατὰ φύσιν ἔχοντος οὐκ ἀντιλαμβάνεται, οἷον ποῖόν ἐστι τὸ τῶν ὑγρῶν ἢ τὸ τῶν χιτώνων χρῶμα· ἐπειδὰν μέντοι παρὰ φύσιν τι πάθῃ, ὡς ἐπὶ τῶν ἰκτεριώντων, τῆς ἐν τῷ ὀφθαλμῷ ὠχριάσεως αἴσθησιν ἴσχει· διὸ οἴονται πάντα ὠχρὰ εἶναι. ὁμοίως εἰ καὶ ἄλλος τις χυμὸς ἐνσκήψοι ἐν τῷ κρυσταλλοειδεῖ, καὶ τοῦ χρώματος καὶ τοῦ σχήματος αὐτοῦ ἀντιλαμβάνεται. ὅθεν καὶ ἐν ταῖς ἀρχαῖς τῶν ἐπιχύσεων, πρὶν τελείως κωλυθῇ ἡ ἐνέργεια τῆς κόρης σκεπασθείσης, ἐν πᾶσι δοκοῦσιν ὁρᾶν κωνώπια καί τινα τοιαῦτα. φαμὲν οὖν πρὸς ταύτην τὴν ἀπορίαν, λέγω δὴ διὰ τί μὴ αἰσθάνεται ἡ αἴσθησις τοῦ οἰκείου αἰσθητηρίου, αἰσθητοῦ γε ὄντος καὶ αὐτοῦ ἐκείνου, φαμὲν ὅτι οὐχ ὡσαύτως ἥ τε αἴσθησις τοῦ αἰσθητοῦ ἀντιλαμβάνεται, καὶ ὁ νοῦς τῶν νοητῶν. ὁ μὲν γὰρ νοῦς ἐμπεριέχων τὸ γνωστὸν κύριός ἐστι τῆς αὑτοῦ ἐνεργείας, καὶ ὑπ’ οὐδενὸς ἐμποδίζεται, ὅταν βούληται τὴν οἰκείαν προβαλέσθαι ἐνέργειαν, ἐν ἑαυτῷ, ὅπερ εἶπον, ἔχων τὰ νοητά· αὐτὸς γὰρ εἰς ἑαυτὸν ἐπιστρέψας πάντα ὁρᾷ· ἡ δὲ αἴσθησις ἐκτὸς ἔχει τὸ γνωστόν· διὸ οὐκ ἄλλως γινώσκει ἢ πρὸς τὸ ἔξω ἀποταθεῖσα, τοῦτο δὲ ἐπεὶ μηδὲ χωριστὰς ἔχει τὰς ἐνεργείας· οὐ γὰρ αὐτὴ εἰς ἑαυτὴν ἐπιστρέφειν δύναται, ἐπειδὴ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει τῷ ἰδίῳ αἰσθητηρίῳ, καὶ μετὰ τούτου τὴν ἀντίληψιν τῶν αἰσθητῶν ποιεῖται. εἰκότως οὖν οὐχ οἵα τέ ἐστιν ἡ αἴσθησις τοῦ ἰδίου αἰσθητηρίου ἀντιλαμβάνεσθαι. εἰ γὰρ μετ’ αὐτοῦ τῶν αἰσθητῶν θιγγάνει διὰ τὸ ἐν αὐτῷ τὸ εἶναι ἔχειν, καὶ τῷ θιγγάνειν τούτῳ τῶν αἰσθητῶν οὕτως αὐτῶν ἀντιλαμβάνεται, εἰ δ’ ἂν τοῦ οἰκείου αἰσθητηρίου ἀντίληψιν ἐποιεῖτο, θιγγάνουσα δήπου αὐτοῦ ἀντελαμβάνετο αὐτοῦ, θιγγάνειν δ’ ἄνευ αὐτοῦ οὐ δύναται, αὐτὸ ἄρα τὸ αἰσθητήριον ἑαυτοῦ θιγγάνειν ἦν ἀνάγκη, καὶ αὐτὸ εἰς ἑαυτὸ ἐπιστρέφειν. ἀλλ’ οὐχ οἷόν τέ ἐστι σῶμα ὂν αὐτὸ ἑαυτοῦ θιγγάνειν· οὐδ’ ἄρα τὸ αἰσθητήριον σῶμα ὂν αὐτὸ ἑαυτοῦ ἅψεται.
“为什么连感觉本身的感觉也不发生,这也包含着疑难。” 在普遍地探讨了受动者究竟是受相似者还是受不相似者所作用之后,在解决这个疑难之前,他又附加上了另一个疑难,并通过解决第二个疑难来同时解决前一个疑难;因为这是亚里士多德的习惯。那么,这个疑难是什么呢?他说,如果感觉是能领会感觉对象的,而我们借以感知的感觉器官也是感觉对象,那么即使外界没有任何东西现前,为什么感觉也不领会这些器官呢?例如,眼睛既然由可见之物——我指的是各元素——所构成,为什么它看不到自身呢?他提出这个疑难,一方面是因为它在其他方面也是关于感觉的论述所固有的,而在眼下则是因为它的解决还能确立感觉是在受作用和发生质变中发生的。那么,该疑难的解决是什么呢?他于是说,感觉就其所是而言仅在潜能上存在,而一切处于潜能之物都是被某种处于现实中的事物推进到现实之中的;因此,处于潜能中的感觉也是被感觉对象推进到现实中的,而且是被来自外界的感觉对象所推进。一切从潜能推进到现实之物,都是被已经处于现实中的相似者所推进的。因为坚硬由寒冷所产生是偶然的;因为坚硬是随着变冷而附随发生的,正如在冰的情形中那样。因此,处于潜能中的感觉也是被已经处于完全实现中的相似者推进到现实之中的;从而感觉在潜能上就是感觉对象之所是。这应当如何理解,他在下文中将加以阐明。但是,如果它是被感觉对象推进到现实中的,而感觉所居的感觉器官本身也是感觉对象,为什么它不也被这个感觉器官推进到现实中呢?此外,如果感觉不能领会其固有的感觉器官(至少在感觉器官本身是感觉对象的情况下),究竟为什么它又领会该器官的过度状态呢?因为触觉并不领会存在于整个身体中的本性之热;然而,一旦我们体内的热陷入过度,正如在发烧的情形中那样,到那时它就感知到这种热。视觉同样在眼睛处于本性状态时不领会它——例如液体或膜层的颜色是怎样的;然而,一旦眼睛遭受某种反乎本性的承受,正如黄疸患者的情形那样,它就会对眼睛里的发黄产生感觉;所以他们以为所有东西都是黄色的。同样,如果有某种其他的体液侵入晶状液中,视觉也能领会它的颜色和形状。由此,在白内障初期,在瞳孔被遮蔽而使其活动完全受阻之前,患者似乎在一切事物中都看到蚊蚋和诸如此类的东西。因此,针对这个疑难——我指的是为什么感觉不感知其固有的感觉器官,尽管那器官本身也是感觉对象——我们说:感觉对感觉对象的领会与理智对可思虑对象的领会并不是以同样的方式进行的。因为理智由于将可知之物包含在自身之内,是其自身活动的主人,当它想要施展其固有活动时不受任何事物阻碍,正如我所说,它在自身中拥有可思虑对象;因为它转向自身而注视一切。可是感觉将可知之物置于外部;因此,除非向外伸展,否则它不能认识,而这是因为它甚至没有分离的活动;因为感觉不能转向自身,既然它在作为主体的其固有感觉器官中拥有存在,并且与这个器官一起进行对感觉对象的领会。因而,感觉不能领会其固有的感觉器官是合情合理的。因为,如果是由于在器官中拥有存在而与它一起触及感觉对象,并借由这种对感觉对象的触及而以此方式领会它们,那么若是它进行对其固有感觉器官的领会,它无疑就会通过触及它来领会它,而没有器官它就不能触及,从而感觉器官本身就必然触及自身并转向自身。但作为一个物体,它不可能触及自身;因此,感觉器官作为物体,也不会触及自身。
- 2.94συνίστησι τὸ τὴν αἴσθησιν ἐν τῷ πάσχειν τε καὶ ἀλλοιοῦσθαι συμβαίνειν
带有定冠词的宾格不定式短语“τὸ τὴν αἴσθησιν ... συμβαίνειν”(感觉发生……)充当及物动词 συνίστησι(确立、证明)的直接宾语。在该短语内部,介词 ἐν 支配着两个并列的定冠词不定式“τῷ πάσχειν τε καὶ ἀλλοιοῦσθαι”(受作用和发生质变)。
- 2.94εἰ δ’ ἂν τοῦ οἰκείου αἰσθητηρίου ἀντίληψιν ἐποιεῖτο, θιγγάνουσα δήπου αὐτοῦ ἀντελαμβάνετο αὐτοῦ
小词 ἄν 出现在带有未完成过去时 ἐποιεῖτο 的条件从句(protasis)中。这属于逻辑上修饰归结从句(apodosis)的 ἄν 被前置的倒装现象,构成表示与现在事实相反的虚拟条件句(“如果它进行……领会,它就会通过触及它来领会它”)。
