← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§289.8-290.28

感觉的一般定义与受动的古老疑难

在亚里士多德结束对植物性灵魂的讨论并转向关于感觉一般的考察的背景下,斐洛庞奴斯注解了感觉被视作质变、受动与运动,以及关于“相似者受相似者作用还是受相反者作用”的古老疑难及其文本异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.91

" Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ περὶ πάσης αἰσθήσεως." Εἰπὼν περὶ τῆς πρώτης ψυχῆς, λέγω δὴ τῆς φυτικῆς ψυχῆς, ὅτι ἔστι δύναμις ψυχῆς σωστικὴ τοῦ ἔχοντος αὐτὴν διὰ τῆς οἰκείας ἐνεργείας, ἥτις παρουσίᾳ τροφῆς γίνεται, καὶ διὰ τούτου δείξας ὅτι ἔστιν ἐντελέχεια τοῦ ἔχοντος αὐτὴν σώματος καὶ ἀχώριστος αὐτοῦ, μετελήλυθεν ἐπὶ τὸν τῆς αἰσθητικῆς ψυχῆς λόγον· καὶ ὥσπερ ἐπὶ τῆς ψυχῆς ἁπλῶς πρότερον κοινὸν λόγον ἀποδέδωκε περὶ πάσης ψυχῆς, εἶθ’ οὕτως ἰδίᾳ περὶ τῶν κατὰ μέρος ψυχῶν τὸν λόγον ποιεῖται, οὕτω καὶ ἐνταῦθα πρότερον κοινῶς περὶ πάσης αἰσθήσεως διαλέγεται, εἶτα περὶ ἑκάστης ἰδίᾳ. ἀποδίδωσι δὲ κοινὸν λόγον τῆς αἰσθητικῆς ψυχῆς· τὴν γὰρ αἴσθησιν εἶναι δύναμιν τῆς ψυχῆς δι’ ἀλλοιώσεως ὁμοιοῦσθαι τοῖς αἰσθητοῖς,1 ταύτῃ καὶ αἰσθητικὴν ψυχὴν ἐρεῖ. ὅσα οὖν πρὸς τὸ ὁρίσασθαι καθόλου τὴν αἴσθησιν αὐτῷ χρήσιμά ἐστι, ταῦτα προδιαστέλλεται. πρῶτον δὲ χρήσεται τῷ τε πάσχειν τὴν αἴσθησιν καὶ τῷ ἀλλοιοῦσθαι. διαλέξεται δὲ καὶ περὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, καί τινας ἀπορίας περί τε τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος καὶ περὶ αἰσθήσεως ἀπορήσει καὶ ἐπιλύσεται.

“这些既已确定,我们就共同地讨论一切感觉。” 在讨论了第一种灵魂——我指的是植物性灵魂——说明它是通过其固有的现实活动(此活动由于滋养物的存在而发生)来保全其拥有者的灵魂能力,并通过这一点证明了它是拥有它的身体的实现且不可与它分离之后,他便转向了关于感觉性灵魂的论述。正如就灵魂一般而言,他先前给出了关于一切灵魂的共同论述,然后才分别就各部分的灵魂进行探讨一样,在此处他也同样首先共同地讨论一切感觉,然后才分别讨论每一种感觉。并且他给出了感觉性灵魂的共同定义:因为他说感觉是灵魂通过质变而变得与感觉对象相似的能力,在此意义上他也将称其为感觉性灵魂。凡是对他普遍地定义感觉有用的东西,他都预先加以辨明。首先他将利用感觉受作用以及发生质变这两点。他还将探讨潜能之物与现实之物,并且将提出并解决关于施动者与受动者以及关于感觉的某些疑难。

§2.92

"Ἡ δὲ αἴσθησις ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται· δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι." Πρῶτον ὅτι ἡ αἴσθησις ἐν τῇ τῶν αἰσθητῶν ἀντιλήψει τοιῶσδε ἢ τοιῶσδε διατιθεμένη ἀλλοιοῦσθαι δοκεῖ· εἰ δὲ ἀλλοιοῦται, καὶ πάσχει· πάθος γὰρ ἡ ἀλλοίωσις· εἰ δὲ πάσχει, καὶ κινεῖται. οὐχ ὡς αὐτῷ δὲ δοκοῦντα ταῦτα λέγει τὸ τὴν αἴσθησιν ἀλλοιοῦσθαι καὶ πάσχειν,2 διὸ προσέθηκε τὸ δοκεῖ· δείξει γὰρ προϊὼν πῶς ἕκαστον τούτων ἐπὶ ψυχῆς λέγεται, ὅτι οὐ κυρίως οὔτε ἀλλοιοῦσθαι οὔτε πάσχειν λέγεται ἡ αἴσθησις. τὸ δὲ καθάπερ εἴρηται εἶπεν, ἐπεὶ πρὸ ὀλίγου δεικνὺς ὅτι ἡ ψυχὴ καὶ ὡς ὅθεν ἄρχεται κινήσεως αἰτία τῶν ζῴων ἐστίν, ἔδειξεν ὅτι οὐ μόνον αὐξήσεως καὶ τῆς κατὰ τόπον κινήσεως, ἀλλὰ καὶ ἀλλοιώσεώς ἐστιν αἰτία, προχειρισάμενος τὸ τὴν αἴσθησιν ἀλλοίωσιν εἶναι. ἡ οὖν αἴσθησις ἀλλοίωσις, ἡ δὲ ἀλλοίωσις κίνησις, ἡ αἴσθησις ἄρα ἐν τῷ ἀλλοιοῦσθαί τε καὶ κινεῖσθαί ἐστι.

“感觉是在受到某种运动和受作用中发生的,正如已经说过的;因为它似乎是某种质变。” 首先是因为感觉在对感觉对象的领会中处于如此或如彼的状态,似乎发生了质变;而如果它发生质变,它也就受作用(因为质变是一种承受);如果它受作用,它也就被运动。然而,他说感觉发生质变和受作用,并不是作为他自己赞同的看法而说的,因此他加上了“似乎”;因为他在下文中将指出,这些说法中的每一项就灵魂而言是如何说的,即感觉在严格意义上既不被称为发生质变也不被称为受作用。他说“正如已经说过的”,是因为不久前在证明灵魂作为运动所由始者也是动物的原因时,他指明了灵魂不仅是生长和空间运动的原因,而且也是质变的原因,预先将感觉是质变这一前提拿来运用。既然感觉是质变,而质变是运动,那么感觉就在于发生质变和被运动。

§2.93

"Φασὶ δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν." Εἰπὼν δὲ τὴν αἴσθησιν ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνειν εἰς ἀπορίαν καθόλου ἐκτίθεται ἐν τούτοις, πῶς πάσχει τὸ πάσχον ὑπὸ τοῦ ποιοῦντος, πότερον τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. δοκεῖ γὰρ ἑκάτερον ἔχεσθαί τινος λόγου· οὔτε γὰρ τὸ πάντῃ ἕτερον πάθοι ἂν ὑπὸ τούτου ᾧ κατὰ μηδὲν κοινωνεῖ (οὐ γὰρ πάθοι ἂν λευκότης ὑπὸ γλυκύτητος· οὐδὲν γὰρ αὐτοῖς κοινόν· οὐδὲ θερμότης ὑπὸ λευκότητος) οὔτε μὴν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάθοι ἄν· λευκότης γὰρ πρὸς τὴν ὁμοίαν λευκότητα οὐδὲν δράσοι· οὐ γὰρ τὸ τυχὸν εἰς τὸ τυχὸν δρᾷ, τὸ δ’ ἐναντίον εἰς τὸ ἐναντίον· λευκότης γὰρ ὑπὸ μελανίας πείσεται καὶ ψύξις ὑπὸ θερμότητος καὶ τοὔμπαλιν. δόξει οὖν καὶ εὔλογον εἶναι καὶ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου πάσχειν καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. ταύτην οὖν τὴν ἀπορίαν ἐπιλυσάμενος διὰ ταύτης εὑρήσει καὶ ὅπως ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν πάσχει, πῇ μὲν ὁμοία οὖσα, πῇ δὲ ἀνομοία, ὅτι δυνάμει ὁμοία τοῖς κατ’ ἐνέργειαν αἰσθητοῖς, εἴ γε πάσχει μὲν ὑπὸ τούτων, τὸ δὲ πάσχον ὑπὸ τοῦ οὕτως ὁμοίου πάσχει, λέγω δὴ δυνάμει μὲν ὁμοίου, ἐνεργείᾳ δ’ ἀνομοίου καὶ ἐναντίου, ὡς δείξει. // ταύτην δὲ τὴν ἀπορίαν ἐπελύσατο μὲν καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς· ταύτην γὰρ ἐδήλωσε τὴν πραγματείαν εἰπὼν ὅτι εἴρηται μὲν ἐν τοῖς καθόλου λόγοις· οὐκ ἀνταπέδωκεν ὅτι ῥηθήσεται δὲ καὶ νῦν.3 ὁ μέντοι γε Ἀλέξανδρος λέγει φέρεσθαι καὶ τοιαύτην γραφὴν ‘λεκτέον δὲ καὶ νῦν’. εἰ δὲ καὶ μὴ προσγέγραπται τοῦτο, οὐδὲν ἧττον δεῖ προσυπακούειν αὐτὸ τοῦτο· ὡς γὰρ ὁμολογούμενον αὐτὸ παρῆκεν, ἐρεῖ δὲ ἐν τοῖς ἐφεξῆς περὶ αὐτοῦ τούτου.

“有些人还说相似者也受相似者所作用。” 在说明了感觉是在被运动和受作用中发生之后,他在这些文句中提出了一个普遍的疑难:受动者如何受施动者所作用,究竟是相似者受相似者所作用,还是相反者受相反者所作用。因为这两者似乎都各具某种道理:在各方面均完全不同者不可能受那与它毫无相通之处者的作用(因为白不可能受甜的作用,因为它们毫无共同之处;热也不可能受白的作用);而且相似者同样不可能受相似者的作用,因为白对相似的白不会产生任何作用;因为不是随便什么对随便什么起作用,而是相反者对相反者起作用;因为白将被黑所作用,冷将被热所作用,反之亦然。因此,相反者受相反者所作用与相似者受相似者所作用,似乎都符合情理。所以在解决了这个疑难之后,通过它他也将发现感觉是如何受感觉对象所作用的:即在某方面相似而在某方面不相似,因为它在潜能上与现实的感觉对象相似,既然它确实受这些对象所作用,而受动者是受如此这般的相似者所作用——我指的是在潜能上相似而在现实中不相似且相反者,正如他将要指出的。这个疑难他也在《论生成与消灭》中解决过;因为他说“在普遍的论述中已经说过了”,借此表明了那部著作;他没有对应地补足“但现在也将论及”。然而亚历山大说,还流传着这样一种异文:“但现在也必须论及”。即使这一句没有被写在正文中,人们也同样必须补充理解正是这一点;因为他是将它作为不言而喻的事而省略了,而在随后的文句中他将论述这同一件事。

语法注3 条
  1. 2.91τὴν γὰρ αἴσθησιν εἶναι δύναμιν τῆς ψυχῆς δι’ ἀλλοιώσεως ὁμοιοῦσθαι τοῖς αἰσθητοῖς

    该句为主动词 ἀποδίδωσι(“他给出”)内容的间接引语性质的“宾格加不定词”结构。不定词 ὁμοιοῦσθαι 依附于 δύναμιν,起同位语或限定性解释(epexegetic)的作用(“……的能力”)。

  2. 2.92οὐχ ὡς αὐτῷ δὲ δοκοῦντα ταῦτα λέγει τὸ τὴν αἴσθησιν ἀλλοιοῦσθαι καὶ πάσχειν

    该句存在倒置(hyperbaton)。省略的主语为亚里士多德,主动词为 λέγει。带冠词的不定词短语 τὸ τὴν αἴσθησιν ἀλλοιοῦσθαι καὶ πάσχειν 置于句末,作为宾语 ταῦτα 的同位语说明其具体内容。分词短语 ὡς αὐτῷ δοκοῦντα 对 ταῦτα 作表语性修饰,意为“并非作为在他看来属实的事情来说这些”。

  3. 2.93οὐκ ἀνταπέδωκεν ὅτι ῥηθήσεται δὲ καὶ νῦν

    动词 ἀνταποδίδωμι 在此依语法学与修辞学惯用法,指“补足或回应(与前面的 μέν 从句相应的)δέ 从句”。斐洛庞奴斯指出,亚里士多德正文中固然说了 εἴρηται μέν(“固然已说过”),却没有在句法上对应地给出理应呼应的“但现在也将论及”这一从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:289.8-290.28