- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:29.1-30.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》402a13中将实体的探究与固有属性的证明相类比,斐洛庞奴斯辨析了“偶性”与“偶性(必然)固有属性”的区别,阐明了首要固有与依自身固有的差异,并结合《后分析篇》论述了严格证明的对象范围。
" Τάχα ἄν τῳ δόξειε μία τις εἶναι ἡ μέθοδος κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξιν.1" Ἄλλο ἐστὶ συμβεβηκὸς καὶ ἄλλο κατὰ συμβεβηκός. συμβεβηκὸς μέν ἐστὶ τὸ ἀντιδιαιρούμενον πρὸς τὴν οὐσίαν, ὃ καθ’ ἑαυτὸ οὐχ ὑφέστηκεν, οὐδὲ κατὰ οὐσίαν ὑπάρχει τοῖς πράγμασιν, ἀλλ’ ἔξωθεν αὐτοῖς ἐπισυμβαίνει ὡς τὸ μέλαν ἢ τὸ λευκὸν τοῖς σώμασι· κατὰ συμβεβηκὸς δὲ τὸ ἐξ ἀνάγκης ταῖς οὐσίαις παρακολουθοῦν, ὡς λέγομεν συμβαίνειν ταῖς προτάσεσι τὸ συμπέρασμα, οὐχ ὅτι συμβέβηκε ταῖς προτάσεσι τὸ συμπέρασμα, ἀλλ’ ὅτι ἐξ ἀνάγκης αὐταῖς ἀκολουθεῖ. φέρομεν δὲ τὸ τοῦ συμβεβηκότος ἐπὶ τῶν τοιούτων ὄνομα, διότι ἄλλοις τισὶν ἐπισυμβαίνει, εἰ καὶ ἐξ ἀνάγκης καὶ τῷ ταῦτα εἶναι.2 τὸ δὲ κυρίως συμβεβηκὸς οὐ τῷ ταῦτα εἶναι ἀκολουθεῖ· δύναται γοῦν καὶ κόραξ ἐπινοηθῆναι λευκός. λέγοι οὖν ἂν ἐνταῦθα κατὰ συμβεβηκὸς ἴδια τὰ πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν, ἃ καὶ συναναιρεῖ καὶ συναναιρεῖται, οἷον τῷ ἀνθρώπῳ τὸ ἐπιστήμης δεκτικόν, καὶ τῷ τριγώνῳ παντὶ τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν ἢ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας. ταῦτα δὲ πρώτως καὶ καθ’ ἑαυτὸ λέγεται τοῖς πράγμασιν ὑπάρχειν, πρώτως μέν, διότι ἀμέσως αὐτοῖς μόνοις ὑπάρχει καὶ ἄλλῳ οὐδενί, καθ’ αὑτὸ δέ, διότι κατ’ οὐσίαν. ὅθεν καὶ ἀντιστρέφει· εἰ γὰρ ἄνθρωπος, καὶ ἐπιστήμης δεκτικόν, καὶ ἔμπαλιν, καὶ εἰ τρίγωνον, ἐξ ἀνάγκης καὶ αἱ τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι καὶ αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονες, καὶ ἔμπαλιν. ταῦτα οὖν αὐτὸς κατὰ συμβεβηκὸς ἴδια ἐκάλεσεν. ἔστι μὲν οὖν πρώτως τοῦτο καὶ καθ’ αὑτό· καθ’ αὑτὸ δέ ἐστι τὸ κατ’ οὐσίαν. οὐκ εἴ τι δὲ καθ’ αὑτό, τοῦτο καὶ πρώτως· ἐπὶ πλέον γὰρ τὸ καθ’ αὑτὸ τοῦ πρώτως. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καθ’ αὑτὸ μὲν ὑπάρχει, οὐ πρώτως δέ· διὸ κἂν μὴ ᾖ ἄνθρωπος, ζῷόν ἐστιν, ὥστε οὐ πρώτως τῷ ἀνθρώπῳ ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ σχῆμα τῷ τριγώνῳ καθ’ αὑτὸ μέν, οὐ μέντοι πρώτως· κἄν γὰρ μὴ ᾖ τρίγωνον, ἔστι σχῆμα. καὶ τί λέγω τὸ σχῆμα; ἀλλ’ οὐδὲ τὸ εὐθύγραμμον πρώτως ὑπάρχει τῷ τριγώνῳ, καθ’ αὑτό γε ὑπάρχον. ἔστι γὰρ τὸ εὐθύγραμμον καὶ τριγώνου μὴ ὄντος. ταῦτα οὖν φησι καθ’ αὑτὸ ἴδια, τὰ πρώτως ὑπάρχοντα, ἃ καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ τῷ πράγματι ὑπάρχει καὶ καθ’ αὑτό, ὥστε καὶ ἀντιστρέφει πρὸς τὸ πρᾶγμα. περὶ τούτων ἐν τοῖς Ἀποδεικτικοῖς φησιν, ὅτι ἡ ἀπόδειξις τούτων μόνον ἐστίν, οὔτε δὲ τῶν συμβεβηκότων οὔτε τῶν καθ’ αὑτὸ μέν, μὴ πρώτως δὲ ὑπαρχόντων. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις ἐπιστήμη ἐστίν, ἡ δὲ ἐπιστήμη ἄπταιστός ἐστι καὶ ἀραρυῖα δὴ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, διὰ τοῦτο τῶν συμβεβηκότων ἀπόδειξιν εἶναι ἀδύνατον τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων καὶ ἀπογινομένων. πάλιν 〈εἰ〉 ἡ ἀπόδειξις τῶν ἀμφισβητουμένων ἐστί,3 τὰ δὲ καθ’ αὑτὰ ὑπάρχοντα καὶ μὴ πρώτως ὡς ἐπὶ τὸ πλεῖστον ὡμολογημένα εἰσίν, οἷον τὸ ζῷον τῷ ἀνθρώπῳ καὶ τὸ σχῆμα τῷ τριγώνῳ, οὐδὲ τούτων ἂν εἴη κυρίως ἀπόδειξις. δείκνυσι γοῦν ἐν ἐκείνοις, ὅτι τῶν καθολικωτάτων γενῶν οὐδὲ ἔστιν ἀπόδειξις, ἐπεὶ μηδὲ ὁρισμός, ἀλλὰ δι’ ὑπογραφῆς ἐκεῖνα σημαίνομεν· πᾶσα γὰρ κυρίως ἀπόδειξίς ἐστιν ἡ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ πιστουμένη καὶ ἐκ τῶν καθόλου τὰ μερικώτερα. οἷον πόθεν ὅτι ὁ ἄνθρωπος οὐσία δείκνυμεν;
“或许有人会认为,对于我们希望认识其实体的一切事物,存在某种单一的方法,正如对于偶性固有属性也有证明[存在]那样。” “偶性”是一回事,而“偶性地”是另一回事。偶性是与实体相对立区分的事物,它自身不能独立自存,也不依其实体属于事物,而是从外部附随于事物,如同黑或白属于物体一样;而“偶性地”则是必然伴随于诸实体的事物,正如我们说结论附随(συμβαίνειν)于前提,并非因为结论对于前提成了偶性,而是因为它必然跟随着它们。我们将“偶性”的名称施加于这类事物上,乃是因为它附随于某些其他事物,即便它是出于必然且由于这些事物的存在。然而严格意义上的偶性并不伴随于这些事物的存在;至少,即便一只白乌鸦也是能够被设想的。因此在这里,他所说的“偶性固有属性”,当指那些首要且依其自身属于事物的事物,它们互为存亡,例如对于人而言具有接受知识的能力,对于一切三角形而言三内角之和等于两直角或两边之和大于第三边。这些事物之所以被称为首要且依其自身属于事物,“首要地”是因为它们直接仅属于事物自身而不属于任何其他事物,而“依其自身”则是因为它们依其实体而属于。因此它们也相互换位:因为若是人,则具有接受知识的能力,反之亦然;若是三角形,则其三内角必然等于两直角且两边之和大于第三边,反之亦然。因此,他本人将这些称为偶性固有属性。由此,这乃是首要且依其自身的;而“依其自身”即是指依其实体。然而并非某种依其自身的事物,就必定是首要的;因为“依其自身”在外延上大于“首要地”。事实上,动物虽依其自身属于人,但并非首要地属于;因此即便不是人,也是动物,从而并不首要地属于人。同样地,图形虽依其自身属于三角形,然而并非首要地属于;因为即便不是三角形,它也是图形。何须谈及图形?即使是直线构成的这一性质,尽管依其自身属于三角形,也并不首要地属于三角形。因为即使三角形不存在,直线构成的性质依然存在。因此,他所谓的“依其自身的固有属性”,乃是指那些首要地属于的事物,它们唯一、遍及全体地、始终且依其自身属于该事物,从而与该事物相互换位。关于这些,他在《后分析篇》中说,证明仅是对这些事物而言的,既不对偶性,也不对那些虽依其自身、但并非首要地属于的事物。这是理所当然的:因为证明是科学知识,而科学知识是无误而又稳固的,且始终如一、保持同一状态,正因如此,对于那些时而如此时而彼样、生起又消亡的偶性而言,存在证明是不可能的。再者,若证明是针对有争议的事物,而那些虽依其自身但并非首要地属于的事物大多是公认的——例如对于人而言是动物,对于三角形而言是图形——那么对于这些事物也不会有严格意义上的证明。至少他在那部著作中表明,对于最高属甚至不存在证明,因为也不存在定义,而是我们通过概括性描述来指明它们;因为一切严格意义上的证明,都是从原因确证结果、从普遍者确证更特殊者的。例如,我们究竟从何证明人是实体呢?
- 1.12ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξιν
引文(lemma)中的宾格 ἀπόδειξιν 承接了由前文 δόξειε 所引导的宾格加不定词结构,省略了不定词 εἶναι(即“正如[存在]对于偶性固有属性的证明一样”)。即使在某些异文中读作主格 ἀπόδειξις,在连词 ὥσπερ 之后也同样需要补出省略的动词(ἐστί 或 εἶναι)。
- 1.12εἰ καὶ ἐξ ἀνάγκης καὶ τῷ ταῦτα εἶναι
短语 τῷ ταῦτα εἶναι 是带有定冠词的与格不定词,表示原因或依据(“由于这些事物的存在”)。在由 εἰ καὶ(“即使”)引导的让步/条件从句中,它说明了偶性固有属性赖以附随的必然依据。
- 1.12πάλιν 〈εἰ〉 ἡ ἀπόδειξις τῶν ἀμφισβητουμένων ἐστί
这是由校勘补入的连词 〈εἰ〉 引导的条件句,其归结分句由后文的 οὐδὲ τούτων ἂν εἴη κυρίως ἀπόδειξις(带有 ἄν 的潜能祈愿语气)构成。条件从句内部通过连词 δέ 对比了证明的对象是“有争议的事物”与非首要的依自身属性是“公认的事物”。
