← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§27.30-28.32

探讨灵魂定义时的普遍与特殊困难

关于亚里士多德何以认为认识灵魂极为困难,斐洛庞奴斯区分了定义探究在方法与构成要素上普遍具有的困难以及灵魂固有的特殊困难,并解释了亚里士多德为何说“许多”而非“一切”,以及在“实体”后补充“是什么”的用意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Πάντῃ δὲ πάντως χαλεπώτατόν ἐστι λαβεῖν τινα πίστιν περὶ αὐτῆς." Εἴπομεν ὅτι ἐν τῷ προοιμίῳ ἐγκωμιάζει τὴν περὶ ψυχῆς θεωρίαν καὶ προτρέπεται τοὺς σπουδαιοτέρους ἐπὶ ταύτην, τοὺς δὲ ῥᾳθυμοτέρους ἀποτρέπει. ἐντεῦθεν οὖν, ἵνα τοῦτο ποιήσῃ, βούλεται δεῖξαι ὅτι χαλεπή ἐστιν ἡ περὶ ψυχῆς θεωρία. πῶς δὲ χαλεπή, εἶπεν ἀνωτέρω, ὅτι ἐπιζητοῦμεν θεωρῆσαι τὴν φύσιν καὶ τὴν οὐσίαν αὐτῆς, τουτέστιν βουλόμεθα εὑρεῖν τίς ἐστιν ὁ τῆς ψυχῆς ὁρισμός. αὕτη οὖν, φησίν, ἡ ζήτησις ἡ περὶ τοῦ ὁρισμοῦ χαλεπωτάτη ἐστὶ καὶ κοινῶς ἐπὶ πάντων τῶν ὄντων καὶ ἰδίᾳ ἐπὶ ψυχῆς· δεῖ γάρ, φησί, ζητῆσαι κοινῶς ἐπὶ τῶν ὁρισμῶν πρῶτον μέν, ἆρα μία τίς ἐστιν μέθοδος, καθ’ ἣν πάντων τῶν ὄντων δυνατὸν τοὺς ὁρισμοὺς ἀποδοῦναι, ἢ πολλαί. καὶ εἰ μία ἡ μέθοδος, τίς ποτέ ἐστιν αὕτη ἡ μέθοδος· εἰ δὲ πολλαί, πάλιν ζητητέον, πόσαι καὶ τίνες εἰσὶ τὸν ἀριθμὸν καὶ ποῖαι. καὶ ὅταν εὕρωμεν ὅτι τοσαίδε τινές, οἷον δύο, 〈καὶ〉 ποῖαι αὗται, ὑπογραφὴ καὶ ὁρισμός, ἑτέρα πρὸς τούτοις τρίτη πάλιν δὴ ἡμᾶς διαδέχεται ζήτησις, ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. ἀλλὰ καὶ τοῦτο ὅταν εὕρωμεν, πάλιν δεῖ ζητεῖν, ἐπειδὴ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τοῦ προκειμένου πράγματος τὸ γένος καὶ τίνες αἱ διαφοραί, αἷς διαιρεῖται τὸ γένος, ἵνα γνῶμεν ποῖαί εἰσιν αἱ τοῦ προκειμένου πράγματος συστατικαὶ διαφοραί, ἵνα συμπλέξαντες αὐτὰς τῷ γένει, ἀποδῶμεν αὐτοῦ τὸν ὁρισμόν. κοινῶς μὲν οὖν διὰ ταῦτα χαλεπὸν τὸ λαβεῖν τὸν τῆς ψυχῆς ὁρισμόν, ἐπειδὴ καὶ παντὶ ὁρισμῷ ταῦτα παρακολουθεῖ·1 ἰδίᾳ δὲ συμβέβηκεν ἐπὶ ψυχῆς ἔτι ἀπορώτερον εἶναι τὸν περὶ αὐτῆς λόγον, ὡς ἑξῆς αὐτὸς ἐκτίθεται.

“然而,无论在各方面还是在总体上,获得关于它的某种确信都是最困难的。” 我们说过,他在序言中赞美了关于灵魂的观照,激励那些较为严肃热心的人投身于此,而劝退那些较为懈怠怠惰的人。因此,为了做到这一点,他希望表明关于灵魂的观照是困难的。至于如何是困难的,他在上文已经说明,因为我们探求去观照它的本性与实体,也就是说,我们希望找到灵魂的定义是什么。因此,他说,关于定义的这一探究,既在一切存在之物上是普遍共同的,又在灵魂上是特别固有的,乃是最困难的。因为他说,对于诸定义普遍而言,首先必须探求的是,究竟存在某种单一的方法,依照它可以给出一切存在之物的定义,还是存在多数种方法。如果该方法是单一的,这方法究竟是什么;如果是多数种,则又必须探求,在数目上有多少种、是哪些种,以及是何种性质的。而当我们发现有若干种,例如两种,以及这些是何种性质——即概括性描述与定义——除了这些之外,又紧接着面临第三个探究:在何种事物上应当使用何种方法。但即使我们发现了这一点,由于定义是由属和种差构成的,我们又必须探求,眼前事物的属是什么,以及该属藉以被划分的种差有哪些,以便我们知晓眼前事物的构成性种差是哪些,从而将它们与属结合起来,给出其定义。因此,普遍而言,由于这些原因,获得灵魂的定义是困难的,因为这些要求伴随着一切定义;然而在固有层面上,正如下文他自己所陈述的那样,关于灵魂的讨论则更进一步显得棘手。

§1.10

"Καὶ γὰρ ὄντος κοινοῦ τοῦ ζητήματος πολλοῖς ἑτέροις.2" Ἐπὶ πολλῶν, φησί, πραγμάτων κοινή ἐστιν ἡ περὶ τοῦ ὁρισμοῦ ζήτησις. πολλοῖς δὲ εἶπεν, ἐπειδὴ μὴ δυνατὸν πάντων ὁρισμοὺς ἀποδοῦναι (οὔτε γὰρ τῶν γενικωτάτων οὔτε τῶν ἀτόμων), ἀλλὰ διὰ ὑπογραφῆς ταῦτα σημαίνομεν, τὰ μὲν καθολικώτατα διὰ τῶν καθ’ αὑτὸ ἰδίων, τὰ δὲ ἄτομα διὰ τῶν ἰδίᾳ συμβεβηκότων.

“因为这一探究对于其他许多事物也是共同的。” 他说,关于定义的探究对于许多事物是共同的。他之所以说“对于许多事物”,是因为不可能给出一切事物的定义(因为既不能给最高属下定义,也不能给个体下定义),而是我们通过概括性描述来指明这些,通过本质固有的属性指明最普遍者,通过个别偶性指明个体。

§1.11

"Λέγω δὴ τοῦ περὶ τὴν οὐσίαν, καὶ τοῦ τί ἐστι.3" Ἐπειδὴ τὸ τῆς οὐσίας ὄνομα πολλὰ σημαίνει (καὶ γὰρ τὸ γένος καὶ τὴν ὕλην καὶ τὸν ὁρισμόν, ἔστι δὲ ὅτε καὶ πᾶσαν ὕπαρξιν) διὰ τοῦτο εἰπὼν τοῦ περὶ τὴν οὐσίαν ἐπεξηγήσατο προσθεὶς καὶ τοῦ τί ἐστιν, ἵνα σημάνῃ τὸν ὁρισμόν.

“我是说关于实体的探究,即关于它是什么的探究。” 既然“实体”这一名称意指许多事物(因为既意指属、质料和定义,有时甚至意指一切存在),因此他在说了“关于实体的”之后,又补充了“即关于它是什么的”以作进一步阐释,以表明定义之意。

语法注3 条
  1. 1.9ἐπειδὴ καὶ παντὶ ὁρισμῷ ταῦτα παρακολουθεῖ

    καί 用作副词以加强 παντί 的语气(“确实/即使对每一个定义”),表明上述困难伴随一般的定义,而不仅限于灵魂。

  2. 1.10Καὶ γὰρ ὄντος κοινοῦ τοῦ ζητήματος πολλοῖς ἑτέροις

    属格独立结构,表原因或背景说明(“因为……对于许多其他事物也是共同的”)。属格主语是 τὸ ζήτημα,述语分词是 ὄντος,πολλοῖς ἑτέροις 作 κοινοῦ 的与格补足成分。

  3. 1.11Λέγω δὴ τοῦ περὶ τὴν οὐσίαν, καὶ τοῦ τί ἐστι

    两个属格短语 τοῦ περὶ τὴν οὐσίαν 与 τοῦ τί ἐστι 与前文中的属格名词 ζητήματος 形成同格对应,受 Λέγω 统辖(“我是说关于实体的[探究]……”)。καί 起解释说明作用(“即/也就是”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:27.30-28.32