← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§30.14-31.26

本义证明与证据性证明的区别及定义的方法

斐洛波诺斯对比了从原因推导结果的严格证明与从结果推导原因的“证据性证明”(如月亮为球形的论证),辨析了不可推翻的证据(tekmerion)与可推翻的征象(semeion)之别,进而回到亚里士多德关于在定义上是否也如同对偶性固有属性存在证明那样存在单一方法的议题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#2

διὰ μέσου τοῦ ζῴου· διότι γὰρ πᾶν ζῷον οὐσία· ὥστε αἴτιον τοῦ εἶναι τὸν ἄνθρωπον οὐσίαν τὸ πᾶν ζῷον οὐσίαν εἶναι.1 τοῦτο δὲ καὶ καθολικώτερον· τὸ γὰρ πᾶν ζῷον οὐσίαν εἶναι ἐπὶ πλέον τοῦ τὸν ἄνθρωπον οὐσίαν εἶναι. πάλιν ἐπειδὴ τρίγωνον, διὰ τοῦτο τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει, καὶ πάλιν ἐπειδὴ τρίγωνον, τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχει· οὐκ ἐπειδὴ δύο ὀρθαῖς ἴσας, διὰ τοῦτο καὶ τρίγωνον. ἡ μὲν οὖν κυρίως ἀπόδειξις αὕτη. ἔστι δὲ καὶ ἡ τεκμηριώδης λεγομένη ἀπόδειξις, ἡ ἐκ τῶν αἰτιατῶν τὰ αἴτια πιστουμένη, ὥσπερ αὐτὸς ἐν τῇ Περὶ οὐρανοῦ ἐποίησεν ἐκ τῶν φωτισμῶν τῆς σελήνης ἀποδείξας ὅτι σφαιρική ἐστι. καίτοι τὸ προσῆκον ἦν ἀνάπαλιν δεικνύναι, ὅτι σφαιρική, διὰ τοῦτο καὶ οὕτω φωτίζεται. ταύτῃ οὖν κεχρήμεθα τῇ δείξει, ὅτε τὸ αἰτιατὸν πρὸς ἡμᾶς σαφέστερόν ἐστι τοῦ αἰτίου, ὥσπερ καὶ ἐπὶ τῆς σελήνης ἔχει· τὸ γὰρ αἰτιατὸν ὁ φωτισμὸς σαφέστερος ἡμῖν ἐστι τοῦ αἰτίου, λέγω δὴ τοῦ σφαιροειδῆ αὐτὴν εἶναι. ἴσμεν γὰρ ὅτι τοῦ μηνὸς δὶς μὲν γίνεται μηνοειδής, ὅταν ᾖ ἀπὸ συνόδου, καὶ ὅταν μέλλῃ σύνοδον ποιεῖσθαι, δὶς διχότομος, δὶς ἀμφίκυρτος, ἅπαξ πανσέληνος· τοῦτο δὲ γίνεται διὰ τὸ σφαιροειδῆ αὐτὴν εἶναι. εἰ γὰρ ἦν δίσκος, ἀθρόον ἔμελλεν ἢ φωτίζεσθαι ἢ μὴ φωτίζεσθαι· νῦν δὲ ἐπειδὴ ὁ μὲν ἥλιος ἀνωτέρω ἐστίν, ὅταν μὲν ἐκ διαμέτρου αὐτῇ γίνεται, ἐπεὶ μέσοι ἐσμὲν ἡμεῖς, ὁρῶμεν ἅπαν τὸ πρὸς ἡμᾶς ἡμισφαίριον πεφωτισμένον, ᾧ καὶ προσβάλλει,2 ἐγγυτέρω δὲ αὐτῆς γενόμενος, ἀεὶ μειοῖ μὲν τοῦ μέρους τοῦ πρὸς ἡμᾶς τὸν φωτισμόν, προστίθησι δὲ τῷ ὑπὲρ ἡμᾶς, ἐπειδή, ὡς εἶπον, ἀνώτερός ἐστιν αὐτῆς ὁ ἥλιος· καὶ οὕτω κατ’ ὀλίγον ἕως κατὰ τὴν αὐτὴν κάθετον αὐτῇ γενόμενος, ὥστε μηκέτι εἶναι ἡμᾶς μέσους ἀμφοτέρων, ἀλλ’ εἰς τὴν μίαν πλευρὰν εἶναι ἄμφω, τὸ μὲν πρὸς ἡμᾶς ἀφώτιστον ποιήσει, φωτίσει δὲ τὸ ὑπὲρ ἡμᾶς. τούτου πίστιν καὶ ἐκ τῶν παρ’ ἡμῖν ἔνεστι λαβεῖν. εἰ γὰρ μεγάλην σφαῖραν ποιήσειέ τις, εἶτα χρίσειε τὸ μὲν ἕτερον ἡμισφαίριον λευκῷ χρώματι, τὸ δὲ ἕτερον μέλανι, εἶτα μετεωρίσειεν εἰς ὕψος τὴν σφαῖραν, καί τι παρακλίνοι αὐτὴν κατ’ ὀλίγον τοῦ λευκοῦ, εἰ τύχοι, χρώματος ἄνω ὄντος, εἶτα κλιθείσης τῆς σφαίρας ὄψεται οἱονεὶ μηνίσκον λεπτὸν γινόμενον, εἶτα κατὰ μέρος ἐπικλινομένης τῆς σφαίρας καὶ τὰ λοιπὰ σχήματα γινόμενα, καὶ τέλος τοῦ λευκοῦ ἡμισφαιρίου ὅλου πρὸς τὸ κάτω στραφέντος, εἰ ἦ πολὺ τὸ ὕψος, ὄψεται δισκοειδὲς τὸ λελευκασμένον ἡμισφαίριον. ταῦτα μὲν οὖν ἔξω τοῦ προκειμένου. τὴν δὲ τοιαύτην δεῖξιν τεκμηριώδη λέγομεν ‘εἰ καπνὸς ἐνταῦθα, καὶ πῦρ ἄρα’· τεκμήριον γὰρ τοῦ πυρὸς ὁ καπνός. τεκμήριον δέ ἐστι τὸ ἄλυτον σημεῖον,3 ὡς τοῦ πυρὸς ὁ καπνός, ὡς τοῦ σφαιρικὴν εἶναι τὴν σελήνην τὸ οὕτω φωτίζεσθαι. τὸ δὲ λυτὸν οὐ τεκμήριον, ἀλλὰ σημεῖον λέγεται· τοῦτο δέ ἐστιν, ὅταν μὴ πάντως ἕπηται τῷ αἰτιατῷ τὸ αἴτιον, οἷον ὠχρά ἐστιν, ἐπειδὴ τέτοκεν· οὐ πάντως γὰρ τῇ ὠχρότητι ἕπεται τὸ τετοκέναι. λυτὸν οὖν τοῦτο καὶ οὐ τεκμήριον ἀλλὰ σημεῖον, ὡς τὸ παρεστάναι νεοσφαγεῖ σώματι τοῦ πεφονευκέναι σημεῖον. τῶν οὖν κατὰ συμβεβηκὸς ἰδίων, ἅπερ ἡμεῖς εἴπομεν πρώτως καὶ καθ’ αὑτὰ ὑπάρχειν, τούτων ἐστὶν ἡ ἀπόδειξις. ὑπονοήσειεν οὖν, φησί, τις ὅτι ὥσπερ τούτων μία ἐστὶ μέθοδος ἡ ἀποδεικτική, οὕτως [φησί] καὶ εἰς τὸ λαβεῖν τὸν ὁρισμὸν ἑκάστου μία τίς ἐστι μέθοδος. ἀλλὰ καὶ εἰ μία, ζητητέον ποία αὕτη.

是通过作为中项的“动物”;因为这是由于一切动物都是实体。因此,人是实体的原因,乃在于一切动物都是实体。并且这也是更普遍的;因为一切动物都是实体在外延上大于人是实体。再者,正是因为是三角形,由此它的三内角才等于两直角;又因为是三角形,它的两边才大于第三边;并非因为等于两直角,由此它才是三角形。因此,严格意义上的证明正是这种。然而也存在被称为证据性的证明,它是从结果确证原因的,正如他本人在《论天》中所做的那样,通过月亮受光照的方式证明了它是球形的。尽管本来应当反过来表明:正因为它是球形的,由此它才受到如此的光照。因此,当结果对我们而言比原因更明白时,我们就采用这种证明,正如在月亮的情形中那样;因为作为结果的光照对我们而言比原因——我是指它是球状的——更明白。因为我们知道,一个月之中,当月亮离开合朔以及即将形成合朔时,两次成为月牙形,两次成为半圆形,两次成为凸月形,一次成为满月;而这种情况的发生乃是由于它是球状的。因为如果它是圆盘状的,它本应整体一下子受光照或不受光照;但实际上,既然太阳处于更高处,每当太阳处于与月亮径向正相对的位置时,由于我们在中间,我们便看到朝向我们的整个半球受到光照,太阳的光线也投射于此;而随着太阳靠它更近,它便始终减少朝向我们的部分的光照,并增加朝向我们上方部分的光照,因为如我所言,太阳比月亮更高;如此逐渐进行,直至太阳与它处于同一铅垂线上,从而我们不再处于两者之间,而是两者都在同一侧,此时它将使朝向我们的部分不被光照,而使朝向我们上方的部分受到光照。关于这一点,也可以从我们身边的经验中获得确证。因为如果有人制作一个大球体,然后用白色涂料涂抹其中一个半球,用黑色涂抹另一个半球,接着将球体悬于高处,在假设白色在上方的情况下将其逐渐倾斜,那么当球体倾斜时,他将看到如同细长的新月那样的形状出现,接着随着球体逐步倾斜,其余诸形状也随之出现,最后,当整个白色半球转向下方时,如果高度足够高,他将看到被涂白的半球呈圆盘状。这些固然是在所论议题之外的。然而我们把这种论证称为证据性的论证:“如果这里有烟,那么这里也有火”;因为烟是火的确实证据。而确实证据(tekmerion)是指不可推翻的征象,如同烟之于火,又如同受如此光照之于月亮是球形的。至于可推翻的,则不被称为确实证据,而被称为征象(semeion);这是指当原因并非在一切情况下都伴随结果时,例如“她是苍白的,因为她生育了”;因为生育并不在一切情况下都伴随苍白。因此这是可推翻的,不是确实证据而是征象,正如站在刚被杀死的尸体旁是杀人的征象一样。因此,在我们所说的首要且依其自身属于事物的偶性固有属性中,证明正是针对这些事物的。因此他说,有人或许会揣测,正如对于这些事物存在一种单一的方法即证明的方法,同样,为了获得各事物的定义,也存在某种单一的方法。然而即便只有一种,也必须探究这是何种方法。

语法注3 条
  1. 1.12αἴτιον τοῦ εἶναι τὸν ἄνθρωπον οὐσίαν τὸ πᾶν ζῷον οὐσίαν εἶναι

    带冠词的不定式从句 τὸ πᾶν ζῷον οὐσίαν εἶναι(一切动物都是实体)作整个句子的主语,而 αἴτιον τοῦ εἶναι τὸν ἄνθρωπον οὐσίαν(人是实体的原因)作表语。定冠词 τό 的有无清晰地区分了主语与表语。

  2. 1.12ᾧ καὶ προσβάλλει

    与格关系代词 ᾧ 的先行词是紧邻在前的短语 τὸ πρὸς ἡμᾶς ἡμισφαίριον πεφωτισμένον(朝向我们的受到光照的半球);动词 προσβάλλει 以太阳为主语,在“投射光线于”的意义上支配该与格补足语。

  3. 1.12τεκμήριον δὲ τὸ ἄλυτον σημεῖον

    斐洛波诺斯给出了源自亚里士多德《修辞学》及逻辑学传统的术语辨析:不可反驳的证据(ἄλυτον)在严格意义上被称为确实证据(τεκμήριον),而可反驳的(λυτόν)则仅被称为征象(σημεῖον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:30.14-31.26